- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:86.24-87.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯考察了波菲利对种差的第二种描述(11,7),阐明该定义仅适用于比种更普遍的种差,解答了针对“对多数事物”这一表述的疑难,并从日常语言习惯论证了种差是在性质上被述说的。
p. 11,7 Διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον. Ἔτι διὰ τούτων τὰς συστατικὰς διαφορὰς ὑπογράφει ὁ Πορφύριος, πλὴν οὐ τὰς αὐτὰς ἀλλ’ ἑτέρας· διττὸν γὰρ τὸ εἶδος τῆς διαφορᾶς, ἢ καθολικώτερον τοῦ εἴδους ἢ ἐξισάζον τῷ εἴδει. καὶ ἀνωτέρω μὲν πᾶσαν συστατικὴν διαφορὰν ὑπέγραφεν, καὶ τὴν καθολικωτέραν τοῦ εἴδους καὶ τὴν μερικωτέραν μὲν ἐκείνης ἐξισάζουσαν δὲ τῷ εἴδει· τὸ μὲν γὰρ λογικὸν καθολικώτερον τοῦ ἀνθρώπου, εἴδους ὄντος, ὡς ὑπάρχον οὐκ αὐτῷ μόνον ἀλλὰ καὶ θεῷ καὶ ἀγγέλῳ, ἀλλὰ καὶ τὸ θνητὸν ὁμοίως καθολικώτερον ὡς καὶ ἄλλοις ὑπάρχον, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἐξισάζουσα διαφορὰ τῷ ἀνθρώπῳ· οὐδὲ γὰρ ὑπάρχει ἑτέρῳ. ἡ οὖν πρώτη ὑπογραφὴ τὰς δύο περιέλαβε (περιττεύει γὰρ ὁ ἄνθρωπος εἶδος ὢν τοῦ ζῴου τοῦ οἰκείου γένους καὶ τῷ λογικῷ καὶ τῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ),1 ἐν δὲ τῇ παρούσῃ θεωρίᾳ τὴν καθολικωτέραν μόνον ὑπογράφει συστατικὴν διαφοράν. ἔστι δὲ οὕτως· διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον. καὶ ὥσπερ τριῶν οὐσῶν ἀποδόσεων τοῦ εἴδους αἱ μὲν δύο παντὶ εἴδει ὑπῆρχον, ἡ δὲ μία τῷ εἰδικωτάτῳ μόνῳ, οὕτω κἀνταῦθα δύο οὐσῶν ὑπογραφῶν τῶν συστατικῶν διαφορῶν ἡ μία ἡ πρώτη πάσῃ συστατικῇ διαφορᾷ ἁρμόζει, ἡ δὲ δευτέρα μόνη τῇ καθολικωτέρᾳ τοῦ εἴδους. Ἐφ’ οἷς σαφηνίσωμεν ἑκάστην λέξιν τῆς ὑπογραφῆς. διαφορά ἐστι τὸ κατὰ πλειόνων. εὐθέως τοῦτο ἀπορεῖται· εἰ γὰρ ἡ διαφορά, φασί, κατὰ πλειόνων, κοινωνία ἐστὶ καὶ οὐκέτι διαφορά, ὥσπερ τὸ ζῷον πολλοῖς ὑπάρχον κοινωνίαν αὐτῶν ποιεῖ, καὶ οὐ διαφοράν. πρὸς ὅ φαμεν ὅτι ὡς καθόλου φωνὴ κατὰ πλειόνων φέρεται, ἐπεὶ ὡς διαφορὰ οὐ κατὰ πλειόνων, ἀλλ’ ἑνὶ πράγματι ὑπάρχει. καὶ διαφερόντων τῷ εἴδει· τοῦτο ἤδη ἐσαφηνίσθη, ὅτε τῶν τριῶν ἀποδόσεων τοῦ εἴδους ἐμνημονεύσαμεν. ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον· ὅτι ἡ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι καὶ οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται, δείκνυσι τοῦτο καὶ ἐκ τῆς λεκτικῆς συνηθείας οὕτως· ἃ ἐρωτώμενοι τίνα ἐστὶν ἀποκρινόμεθα,2 ἐν τῷ τί ἐστι κατηγοροῦνται, ἃ δὲ ἐρωτώμενοι ποῖά ἐστιν ἀποκρινόμεθα, ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται· τί γάρ ἐστιν ἄνθρωπος ἐρωτώμενοι ζῷόν φαμεν, ὃ γένος ὂν ἐν τῷ τί ἐστι κατηγορεῖται. εἰ δὲ ἐρωτηθῶμεν ποῖόν τι ἄνθρωπος, λογικός φαμεν, τοῦτο δέ ἐστι διαφορά. ἡ διαφορὰ ἄρα ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται. οὕτως μὲν ἐκ τῆς λεκτικῆς συνηθείας.
“种差是在[回答]属于何种性质时,对在种上有差异的多数事物被述说者。” 波菲利亦借由这些[话语]描述构成的种差,然而并非同一批种差,而是另一类;因为种差的种类是双重的,或比种更为普遍,或与种相当。在前面,他描述了一切构成的种差,既包括比种更为普遍的,也包括较前者更为特殊却与种相当的;因为“有理性的”比人(作为一个种)更为普遍,因其不仅属于人,亦属于神与天使,同样地“会死的”也更为普遍,因其亦属于其他事物;而“能接纳理智与科学知识的”则是与人相当的种差,因为这并不属于其他任何事物。因此最初的描述包容了这两者(因为人作为其本己之属“动物”的一个种,既以“有理性的”亦以“能接纳理智与科学知识的”超越了[属]);但在当前的探讨中,他仅描述更为普遍的构成性种差。其文如下:“种差是在[回答]属于何种性质时,对在种上有差异的多数事物被述说者。”正如种的三种界说中有两种属于每一个种,而一种仅属于最底层的种,同样在这里,构成的种差的两种描述中,第一种适合于一切构成的种差,而第二种则仅适合于比种更为普遍的种差。 在此之后,让我们阐明该描述中的每一个词句。“种差是对多数事物[被述说]者。”人们随即对此提出疑难:他们说,如果种差是对多数事物[被述说]的,那它就是一种共有性,而不再是种差,正如动物属于许多事物便构成了它们的共有性,而非种差。对此我们说,作为普遍的名称,它是向多数事物述说的,因为作为种差,它并非针对多数事物,而是属于单一的事物。“且在种上有差异的”:这一点在提及种的三种界说时已被阐明。“在[回答]属于何种性质时被述说者”:种差是在[回答]属于何种性质时而非在何物时被述说,他也从语言习惯中如此表明:当我们被问及“它们是何物”而作出的回答,是在[回答]何物时被述说;而当我们被问及“它们属于何种性质”而作出的回答,是在[回答]属于何种性质时被述说。因为当我们被问及“人是何物”时,我们说是“动物”,动物作为属是在[回答]何物时被述说的;但如果我们被问及“人属于何种性质”,我们说是“有理性的”,而这就是种差。因此,种差是在[回答]属于何种性质时被述说的。从语言习惯来看正是如此。
- 33.1περιττεύει γὰρ ὁ ἄνθρωπος εἶδος ὢν τοῦ ζῴου τοῦ οἰκείου γένους καὶ τῷ λογικῷ καὶ τῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ
动词 περιττεύει 支配比较属格(τοῦ ζῴου τοῦ οἰκείου γένους,“其本己之属动物”),意为“超越/凌驾于[其属]”。随后由 καὶ 连接的与格短语(καὶ τῷ λογικῷ καὶ τῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ)是表示方面的与格(限定与格),说明种在哪些方面超越了属。
- 33.1ἃ ἐρωτώμενοι τίνα ἐστὶν ἀποκρινόμεθα
支配双重宾格的动词(ἐρωτᾶν τινα τί,“向某人问某事”)的被动分词 ἐρωτώμενοι(与省略的主语“我们”一致)保留了间接疑问句 τίνα ἐστίν 作为保留宾格。关系代词 ἃ 既在从句中作动词 ἀποκρινόμεθα 的直接宾语,又吸收了先行词(ταῦτα)充当主句谓语动词 κατηγοροῦνται 的主语(“当我们被问及‘它们是何物’时我们所回答的那些事物”)。
