- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:85.21-86.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯在阐述第四条指责的另一种论调(即对立物在非物体中可以共存)之后,通过区分潜能与现实态的双重含义(适应能力与未呈现活动;习惯状态与即席运用),调和了柏拉图主义与亚里士多德主义的观点。
ἢ καὶ ἄλλως· ὅτι οὐδὲν ἄτοπον τὰ ἐναντία ἅμα συστῆναι ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἐν τῷ αὐτῷ μέρει τοῦ ὑποκειμένου ἐν τῷ αὐτῷ χρόνῳ, ἐπὶ ἀσωμάτων μέντοι, οἷα τὰ γένη καὶ τὰ καθόλου, οὐ μὴν ἐπὶ σωμάτων· οὕτω γοῦν ἡ ὄψις ἀσώματος οὖσα μιᾷ προσβολῇ κρίνει τὸ λευκὸν τὸ ἐν τῷ χάρτῃ καὶ τὸ μέλαν τὸ ἐν τοῖς γράμμασι, καὶ ἡ ψυχὴ ἀσώματος οὖσα ἅμα κρίνει τὸ ἀγαθὸν καὶ τὸ κακόν (μία γὰρ τῶν ἀντικειμένων ἐπιστήμη, τοῦτ’ ἔστιν ὁ εἰδὼς τὸ ἀγαθὸν καὶ τὸ κακὸν οἶδε), καὶ ἡ φύσις ἀσώματος οὖσα ἅμα δημιουργεῖ τὸ λευκὸν τὸ ἐν τῷ ὀφθαλμῷ, οἷον τὸν ἐπιπεφυκότα, καὶ τὸ μέλαν, οἷον τὸ κερατοειδές. καὶ οἱ φιλόσοφοι δὲ τὴν φαντασίαν ἀσώματον κατασκευάζουσιν ἐκ τοῦ δέχεσθαι αὐτὴν δευτέρους τύπους καὶ τρίτους καὶ πλείονας τῶν πρώτων μὴ ἐξαφανισθέντων,1 ὅπερ ἀσωματότητος ἴδιον. ταῦτα μὲν τὰ ἐγκλήματα τῶν Πλατωνικῶν. φέρε δὲ ἡμεῖς εἰς συμφωνίαν τοὺς φιλοσόφους ἀγάγωμεν. δεῖ δὲ εἰδέναι ὅτι τὸ δυνάμει διττόν, ἢ κατ’ ἐπιτηδειότητα, ὡς ἐπὶ τοῦ βρέφους τοῦ μακρὰ κῶλα ἔχοντος καὶ λεγομένου δυνάμει πύκτου, ἢ κατ’ ἐνέργειαν μὴ παροῦσαν, ὡς ἐπὶ τοῦ καθεύδοντος γραμματικοῦ, καὶ τὸ ἐνεργείᾳ διττόν, ἢ καθ’ ἕξιν, ὡς ἐπὶ τοῦ τελείου μὲν κατὰ τὴν γραμματικήν, μὴ ἐνεργοῦντος δὲ κατ’ αὐτήν, ἢ κατὰ προχείρισιν, ὡς ἐπὶ τοῦ ἐξηγουμένου γραμματικοῦ. τὸ μὲν οὖν ἓν σημαινόμενον τοῦ δυνάμει τὸ κατ’ ἐπιτηδειότητα τῷ ἑνὶ σημαινομένῳ τοῦ ἐνεργείᾳ τῷ κατὰ προχείρισιν οὐδέποτε συντρέχει, ἀλλὰ καὶ ἐναντία ἀλλήλοις εἰσί· πῶς γὰρ τὸ δυνάμει ἀτελὲς ὂν τῷ τελείῳ ἐνεργείᾳ ταὐτόν ποτε γενήσεται; τὸ δὲ ἄλλο σημαινόμενον τοῦ δυνάμει, φημὶ τὸ κατ’ ἐνέργειαν μὴ παροῦσαν, τῷ ἑτέρῳ σημαινομένῳ τοῦ ἐνεργείᾳ, τοῦτ’ ἔστι τῷ καθ’ ἕξιν, συντρέχει καὶ δοκεῖ μὴ ἐναντίον εἶναι. ὅταν οὖν λέγωσιν οἱ Πλατωνικοὶ τὰς διαφορὰς ἐνεργείᾳ ἐν τοῖς γένεσιν εἶναι, οὐ κατὰ προχείρισιν αὐτὰς λέγουσιν εἶναι ἀλλὰ καθ’ ἕξιν, πάλιν οἱ Ἀριστοτελικοὶ δυνάμει λέγοντες εἶναι τὰς διαφορὰς ἐν τοῖς γένεσιν οὐ κατ’ ἐπιτηδειότητα αὐτὰς εἶναι λέγουσιν ἀλλὰ κατ’ ἐνέργειαν μὴ παροῦσαν, ὃ δύναται καὶ δυνάμει λέγεσθαι καὶ ἐνεργείᾳ, πρὸς ἄλλο μέντοι καὶ ἄλλο λαμβανόμενον·2 ἐνεργείᾳ γὰρ λέγεται ὡς πρὸς τὸ ἀτελὲς τὸ πρῶτον τὸ κατ’ ἐπιτηδειότητα, δυνάμει δὲ ὡς 〈πρὸς〉 τὸ κατὰ προχείρισιν. τούτων οὖν οὕτως ἐχόντων καὶ διττοῦ ὄντος τοῦ δυνάμει καὶ διττοῦ τοῦ ἐνεργείᾳ οὐ διαφωνεῖ Πλάτων Ἀριστοτέλει, ἀλλ’ ἀμφοτέροις τὰ αὐτὰ δοκεῖ.
或者也以另一种方式[指责]:即对立之物在同一个主体中、在主体的同一部分中、在同一时间内同时并存,对于非物体的事物而言——例如属和普遍者——绝非荒谬,只是对于物体而言不成立而已。至少视力因其是非物体的,能够以单一的注视判定纸上的白与文字中的黑;灵魂因其是非物体的,能够同时判定善与恶(因为对立之物的知识是同一的,也就是说,知晓善者亦知晓恶);自然因其是非物体的,能够同时在眼睛中造出白色,如结膜,以及黑色,如角膜。哲学家们亦通过表象能够在第一批印记未被抹去的情况下接纳第二、第三以至更多的印记,从而论证表象是非物体的,这正属于非物体性的固有特征。这些便是柏拉图主义者们的指责。但且让我们来使哲学家们达成调和。必须明白的是,潜能是双重的:或是出于适应能力,如同那肢体修长因而被称为潜能上的拳击手的婴儿;或是出于未呈现的现实活动,如同那正在睡觉的文法学家。现实态也是双重的:或是出于习惯状态,如同那在文法学上完全但并未依其进行活动者;或是出于即席运用,如同那正在进行阐释的文法学家。因此,潜能的那一种出于适应能力的含义,与现实态的那一种出于即席运用的含义绝不同行,甚至它们彼此是对立的;因为潜能之物作为不完全者,又怎能在任何时候与完全的现实态之物成为同一呢?然而潜能的另一种含义,我是指出于未呈现的现实活动,却与现实态的另一种含义——即出于习惯状态——并行,并且看来并非对立。因此,当柏拉图主义者说种差在属中处于现实态时,他们并不是说它们出于即席运用而存在,而是出于习惯状态;反之,亚里士多德主义者说种差在属中处于潜能时,他们并不是说它们出于适应能力而存在,而是出于未呈现的现实活动——因相对于不同事物而被考量,这种状态既可被称为潜能,亦可被称为现实态;因为相对于出于适应能力的那初阶的不完全状态,它被称为现实态,而相对于出于即席运用的状态,它则被称为潜能。因此,既然这些情况如此,潜能是双重的而现实态亦是双重的,柏拉图并未与亚里士多德产生分歧,而是两人持完全相同的见解。
- 32.1ἐκ τοῦ δέχεσθαι αὐτὴν δευτέρους τύπους καὶ τρίτους καὶ πλείονας τῶν πρώτων μὴ ἐξαφανισθέντων
介词 ἐκ 引导带定冠词的不定式短语 τοῦ δέχεσθαι(其宾格主语为 αὐτήν,宾格宾语为 δευτέρους τύπους...),其中嵌套了属格绝对结构 τῶν πρώτων μὴ ἐξαφανισθέντων,表附带情况或让步。
- 32.1ὃ δύναται καὶ δυνάμει λέγεσθαι καὶ ἐνεργείᾳ, πρὸς ἄλλο μέντοι καὶ ἄλλο λαμβανόμενον
中性单数关系代词 ὅ 先行指代前文所述的“未呈现的活动(或习惯状态)”这一中间状态,中性分词 λαμβανόμενον 与 ὅ 保持性数格一致,作条件或方式限定:“当相对于不同事物被考量时”。
