← 埃利亚斯

波菲利《导论》注释

§84.18-85.21

柏拉图学派对属中潜能种差的四条反驳

针对波菲利关于“种差在潜能上存在于属中”的解答,埃利亚斯列举了柏拉图主义者提出的四条反驳意见:属劣于种、最狭隘的种反比最高属更尊贵、缺乏使潜能化为现实的动力因,以及构成性种差根本不是真正对立面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1#1

p. 10,22 Διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους. Ἀπορήσαντος τοῦ Πορφυρίου πρὸς ἀμφότερα, καὶ πρὸς τὸ εἶναι τὰς διαφορὰς ἐν τοῖς γένεσι καὶ πρὸς τὸ μὴ εἶναι, καὶ δείξαντος πῶς μέν εἰσιν ἐν τοῖς γένεσι πῶς δὲ οὐκ εἰσιν, ὅτι δυνάμει μέν εἰσιν ἐνεργείᾳ δὲ οὐκ εἰσιν, οἱ Πλατωνικοὶ τούτων μὴ ἀνεχόμενοι τέσσαρά τινα ἐγκλήματα προσάγουσι τῇ τοιαύτῃ λύσει. πρῶτον μὲν ἔγκλημα τοῦτο· εἰ δυνάμει εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσιν, ἐνεργείᾳ δὲ ἐν τοῖς εἴδεσιν, ἐπειδὴ πᾶν ἐνεργείᾳ κρεῖττον τοῦ δυνάμει ὡς τέλειον ἀτελοῦς, εὑρεθήσονται τὰ γένη χείρονα τῶν εἰδῶν, ὡς δυνάμει ἔχοντα τὰς διαφορὰς τῶν εἰδῶν ἐνεργείᾳ ἐχόντων, καὶ τὰ καθολικώτερα τῶν μερικωτέρων χείρονα. δεύτερον ἔγκλημα, ὅτι καὶ τὸ παράδοξον, τὰ γὰρ εἰδικώτατα1 χείρω πάντων τιμιώτερα τῶν γενικωτάτων εὑρεθήσεται, ἐπειδὴ τὰ εἰδικώτατα πάσας ἐνεργείᾳ ἔχουσι τὰς διαφοράς, τὰ δὲ γενικώτατα πάσας δυνάμει. τρίτον ἔγκλημα τὸ λέγον οὕτως· ἐπειδὴ πᾶν δυνάμει ἀγόμενον εἰς τὸ ἐνεργείᾳ ὑπὸ ἄλλου τοιούτου ἐνεργείᾳ ὄντος ἄγεται (ὥσπερ τὸ παιδίον δυνάμει ὂν γραμματικὸν ἄγεται εἰς τὸ ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ τοιούτου ὄντος, τοῦτ’ ἔστι τοῦ τελείου γραμματικοῦ, καὶ ὥσπερ τὸ σπέρμα δυνάμει ὂν ἄνθρωπος ἄγεται εἰς τὸ ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος ἀνθρώπου, τοῦτ’ ἔστι τῆς μητρός). πῶς ἐπὶ τοῦ γένους τοῦτο εὐοδοῦται;2 ἐὰν γὰρ δυνάμει αἱ διαφοραὶ ἐν τοῖς γένεσιν ἐν δὲ τοῖς εἴδεσιν ἐνεργείᾳ, ὑπὸ ποίου ἐνεργείᾳ ὄντος τὸ δυνάμει ἐν τῷ γένει ἦλθεν 〈εἰς τὸ〉 ἐνεργείᾳ ἐν τῷ εἴδει; τέταρτον ἔγκλημα, ἐν ᾧ φασιν ὅτι καὶ μάταιον ὑμῶν τὸ δέος, ὦ Ἀριστοτελικοί· δεδίατε γὰρ ἐνεργείᾳ εἰπεῖν τὰς διαφορὰς ἐν τοῖς γένεσιν, ἵνα μὴ δῆθεν τὰ ἐναντία συνυπάρξῃ ἑαυτοῖς ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἐν τῷ αὐτῷ μέρει τοῦ ὑποκειμένου ἐν τῷ αὐτῷ χρόνῳ, ἀγνοοῦντες ὅτι τὰ ἐναντία περὶ τὸν αὐτὸν τόπον μάχονται, ὥς φησι Πλωτῖνος, [τὰ ἐναντία περὶ τὸν τόπον] καὶ μεταβάλλειν θέλουσιν εἰς ἑαυτά, ὡς τὸ θερμὸν εἰς τὸ ψυχρὸν καὶ τὸ λευκὸν εἰς τὸ μέλαν, καὶ φθαρτικὰ δὲ θέλουσιν εἶναι ἑαυτῶν· τὸ δὲ λογικὸν καὶ ἄλογον οὔκ εἰσιν ἐναντία· οὐδὲ γὰρ μάχονται περὶ τὸν αὐτὸν τόπον οὐδὲ μεταβάλλουσιν εἰς ἑαυτά ποτε οὔτε φθαρτικὸν τὸ λογικὸν τοῦ ἀλόγου· τοὐναντίον γὰρ καὶ διασωστικὰ τὰ λογικὰ τῶν ἀλόγων, καὶ παρακτικὰ τὰ ἀθάνατα τῶν θνητῶν.

“种差即种超过属之处”。波菲利对于两方面都提出了难题——既针对种差存在于属中,又针对它们不存在于属中——并指出了它们如何存在于属中,又如何不存在,即它们在潜能上存在,但在现实态中不存在,而柏拉图主义者们无法容忍这些说法,对这样的解决办法提出了四条指责。第一条指责是:如果种差在属中处于潜能,在种中处于现实态,那么既然在现实态中的一切都优于在潜能中的东西,犹如完全者优于不完全者,属就会被发现劣于种,因为属是以潜能具有种差,而种则是以现实态具有它们,从而更具普遍性的东西就会劣于更具个别性的东西。第二条指责是,哪怕作为一件荒谬之事,最狭隘的种本来劣于一切事物,却会被发现比最宽泛的属更为尊贵,因为最狭隘的种在现实态中具有所有的种差,而最宽泛的属只是在潜能中具有全部种差。第三条指责如此说道:既然一切从潜能被引导至现实态之物,都是由另一个在现实态中作为如此之物者所引导的(正如小孩在潜能上是文法学家,他是被在现实态中作为如此之物者,即完全的文法学家引导至现实态;又正如种子在潜能上是人,它是被在现实态中存在的人,即母亲引导至现实态),那么在属的身上这又如何得以实现呢?因为如果种差在属中处于潜能,在种中处于现实态,那么在属中处于潜能之物究竟是由何种在现实态中存在之物而在种中进入现实态的呢?在第四条指责中他们说道:“亚里士多德主义者啊,你们的恐惧是徒劳的!你们之所以害怕说种差在属中处于现实态,无非是唯恐对立之物会在同一个主体中、在主体的同一部分中、在同一时间内彼此同时并存,却不知对立之物乃是围绕同一个位置进行争斗的,正如普罗提诺所说,并且意欲互相转化,如热之转为冷、白之转为黑,并且意欲相互毁灭;但理性的与非理性的并不是对立之物。因为它们既不围绕同一个位置争斗,也绝不互相转化,理性的东西也不是非理性的东西的毁灭者;相反,理性的东西乃是非理性的东西的保全者,不死的东西乃是必死的东西的产生者”。

语法注2 条
  1. 32.1ὅτι καὶ τὸ παράδοξον, τὰ γὰρ εἰδικώτατα

    καὶ τὸ παράδοξον 为副词性或同位语性质的独立宾格表达(“即使作为荒谬之事”或“逆说性地”),修饰接下来的论断。随后的 γάρ 从句(τὰ γὰρ εἰδικώτατα...)则具体展开说明了这一悖论的内容。

  2. 32.1ἐπειδὴ πᾶν δυνάμει ἀγόμενον εἰς τὸ ἐνεργείᾳ ὑπὸ ἄλλου τοιούτου ἐνεργείᾳ ὄντος ἄγεται ... πῶς ἐπὶ τοῦ γένους τοῦτο εὐοδοῦται;

    该句由 ἐπειδή 引导的原因从句构成,其中嵌套了两个长比喻(ὥσπερ... ὥσπερ...),随后接出主句的直接疑问句 πῶς ἐπὶ τοῦ γένους τοῦτο εὐοδοῦται。句子的核心主干是:既然一切潜能之物都是被现实存在者引向现实态(ἐπειδὴ πᾶν... ἄγεται),那么这在属的身上如何得以成立(πῶς... εὐοδοῦται)?

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:84.18-85.21