- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:83.9-84.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯基于两条公理(禁止无中生有与对立不可并存)展开了种差是否存在于属中的难题,并通过引入潜能与现实态的区分作出解答,得出种差在潜能上存在于属中而在现实态中则不存在。
τῶν οὖν τριῶν τούτων προσδιορισμῶν φυλαττομένων ἀδύνατον τὰ ἐναντία συνυπάρξαι ἀλλήλοις. οὗτος πρῶτος προσδιορισμός.1 δεύτερος προσδιορισμός· οὐδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ποιεῖ ἡ φύσις καὶ ἡ ταύτην μιμουμένη τέχνη, ἀλλὰ τὸν τρόπον τῆς γενέσεως ταύτης θεῷ μόνῳ παραχωροῦσιν· ἥ τε γὰρ φύσις ἄνθρωπον δημιουργοῦσα ἐκ σπέρματος αὐτὸν δημιουργεῖ, ὃ δυνάμει ἄνθρωπός ἐστι, καὶ ἡ τεκτονικὴ θρόνον δημιουργοῦσα ἐκ ξύλου αὐτὸν δημιουργεῖ, ὃ δυνάμει θρόνος ἦν. τούτων οὕτως ἐχόντων πρόεισιν ἡ ἀπορία οὕτως λέγουσα· εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσιν ἢ οὐκ εἰσί, καὶ εἰ μέν εἰσιν, ἄτοπος ὁ λόγος διὰ τὸ πρῶτον λῆμμα· τὰ γὰρ ἐναντία συνυπάρξαι ἀλλήλοις,2 τὸ λογικὸν καὶ ἄλογον καὶ θνητὸν καὶ ἀθάνατον, μήτε εἰς μέρη διειργομένου τοῦ ὑποκειμένου (ἀμερῆ γὰρ τὰ καθόλου), μήτε εἰς χρόνον· ἀίδια γὰρ τὰ καθόλου. εἰ δὲ μή εἰσιν ἐν τοῖς γένεσιν3 αἱ διαφοραί, καὶ οὕτως ἄτοπος ὁ λόγος διὰ τὸ δεύτερον λῆμμα· ἐπειδὴ γὰρ οὐδέν ἐστι παρὰ τὰ γένη καὶ τὰ εἴδη, εὑρεθήσονται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος προελθοῦσαι αἱ διαφοραὶ ἐν τοῖς εἴδεσιν, ὅπερ ἀπηγόρευται διὰ τὸ δεύτερον λῆμμα. αὕτη ἡ ἀπορία. ἐφ’ οἷς εἴπωμεν καὶ τὴν λύσιν. ἀλλ’ ἵνα καὶ τὴν λύσιν νοήσωμεν, δύο καὶ ταύτης λήμματα προλάβωμεν· πρῶτον μὲν τοῦτο, ὅτι δυνατὸν τὰ ἐναντία συνυπάρξαι ἀλλήλοις ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἐν τῷ αὐτῷ μέρει τοῦ ὑποκειμένου ἐν τῷ αὐτῷ χρόνῳ, δυνάμει μέντοι καὶ οὐκ ἐνεργείᾳ. οὕτω γοῦν τὸ ἔλαιον καὶ θερμὸν καὶ ψυχρὸν λέγομεν εἶναι· καστορίου γὰρ προσβληθέντος γίνεται θερμόν, ῥόδου δὲ ψυχρόν. δεύτερον λῆμμα· ἔστιν, φησίν, τὶ μέσον τοῦ τε μηδαμῇ μηδαμῶς ὄντος, τοῦτ’ ἔστιν τοῦ μηδὲ δυνάμει μηδὲ ἐνεργείᾳ ὄντος, ὡς τὸ εἰπεῖν τὸν λίθον γραμματικόν (τοῦτο γὰρ ἀδύνατον), τοῦ τε ἐνεργείᾳ ὄντος, τοῦτ’ ἔστι τοῦ ἐξηγουμένου γραμματικοῦ, τὸ δυνάμει μὲν ὄν, ἐνεργείᾳ δὲ οὐδαμῶς, ὡς τὸ παιδίον τὸ ἄρτι φοιτῆσαν εἰς γραμματικόν, ὅπερ δυνάμει μέν ἐστιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν· ἀτελὲς γάρ ἐστι. τούτων οὕτως ἐχόντων πρόεισι καὶ ἡ λύσις οὕτως· καί εἰσιν αἱ διαφοραὶ ἐν τοῖς γένεσιν καὶ οὐκ εἰσι, καὶ διότι μέν εἰσιν, ἔφυγον ἓν ἄτοπον τοῦ δευτέρου τῆς ἀπορίας λήμματος· οὐκ ἔστι γὰρ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὑπάρξαν ἐν τοῖς εἴδεσιν, * * ἀλλὰ δυνάμει οὖσαι ἐν τοῖς γένεσιν· διότι δὲ οὖσαι ἐν τοῖς γένεσι δυνάμει εἰσὶν καὶ οὐκ ἐνεργείᾳ, ἔφυγον τὸ ἄλλο ἄτοπον τοῦ πρώτου λήμματος· οὐκ ἔστι γὰρ τὰ ἐναντία συνυπάρξαι ἀλλήλοις· τότε γὰρ τὰ ἐναντία συνυπάρξαι ἀλλήλοις, ὅτε ἐνεργείᾳ εἰσίν, ἐπεὶ δυνάμει ὄντων αὐτῶν δυνατὸν συνυπάρχειν. καὶ ὅρα πῶς τὸ κατ’ ἄμφω ἄβατον ἡμῖν γενόμενον διὰ τὴν ἀπορίαν κατ’ ἄμφω πορεύσιμον γέγονε διὰ τὴν λύσιν· καὶ εἶναι γὰρ ἐν τοῖς γένεσι τὰς διαφορὰς λέγειν οὐκ ἄτοπον καὶ μὴ εἶναι, ἀλλ’ εἶναι μὲν δυνάμει μὴ εἶναι δὲ ἐνεργείᾳ.
因此,只要保持这三个限定条件,对立之物绝不可能彼此同时并存。这是第一个限定条件。第二个限定条件如下:自然以及模仿自然的技艺绝不会从无论何处、无论以何种方式都不存在的东西中制造出任何事物,而是把这种生成方式仅让与神;因为自然在创造人时,是从精子创造出他的,精子在潜能上是人;木工在制造椅子时,是从木料制造出它的,木料在潜能上曾是椅子。在这些情况成立的前提下,难题便如此展开说道:种差是存在于属中,还是不存在?如果存在,由于第一个前提,这一论点是荒谬的;因为对立之物将会彼此同时并存——理性的与非理性的,必死的与不死的——而主体既未被分割为各个部分(因为普遍者是没有部分的),也未被分割于时间之中(因为普遍者是永恒的)。但如果种差不存在于属中,由于第二个前提,这一论点同样是荒谬的;因为既然除了属和种之外别无他物,种差就会被发现是从无论何处、无论以何种方式都不存在的东西中产生到种之中的,而这由于第二个前提是被禁止的。这就是难题所在。在此之后,让我们也来说明解决办法。但为了让我们也能理解这个解决办法,让我们也为它预先引入两个前提。第一个前提如下:对立之物有可能在同一个主体中、在主体的同一部分中、在同一时间内彼此同时并存,然而是在潜能上而非在现实态中。无论如何,我们正是这样说橄榄油既是热的也是冷的;因为加入海狸香它就变热,加入玫瑰[油]它就变冷。第二个前提:他说,在无论何处、无论以何种方式都不存在之物——也就是既非在潜能上亦非在现实态中存在之物,如说石头是文法学家(因为这是不可能的)——与在现实态中存在之物——也就是正在讲解的文法学家——之间,存在着某种中介,即在潜能上存在但在现实态中绝不存在之物,如刚刚去文法学家那里上学的小孩,他在潜能上是[文法学家],但在现实态中不是;因为他是未完成的。在这些情况成立的前提下,解决办法也如此展开:种差既存在于属中,又不存在;因其存在,它们避开了难题的第二个前提的一个荒谬后果——因为在种中存在的并不是来自无论何处、无论以何种方式都不存在之物,* * 而是潜能地存在于属中;又因它们虽存在于属中,却是潜能地存在而非现实态地存在,它们避开了第一个前提的另一个荒谬后果——因为对立之物并没有彼此同时并存;因为只有当对立之物在现实态中存在时,它们才[不能]彼此同时并存,既然当它们处于潜能状态时,同时并存是可能的。看啊,因难题而对我们而言两边都无法通行的境地,如何因解决办法而在两边都变得可以通行了;因为说种差存在于属中并非荒谬,说它们不存在也并非荒谬,而是它们在潜能上存在,在现实态中则不存在。
- 31.1οὗτος πρῶτος προσδιορισμός. δεύτερος προσδιορισμός
虽然在上一节末尾(§31.1#1)公理被称为“λῆμμα(前提)”,但此处使用了“προσδιορισμός(限定规定)”一词。这或是承接紧接在前的“τριῶν προσδιορισμῶν(三个限定条件)”,或是指构成难题的前设条件。各语言均结合上下文进行了呼应翻译。
- 31.1τὰ γὰρ ἐναντία συνυπάρξαι ἀλλήλοις
不定词“συνυπάρξαι”充当相当于限定动词的作用,引导条件从句“εἰ μέν εἰσιν”之后荒谬的推论结果(“因为对立之物将会彼此同时并存”),体现了无人称支配词的省略或表示结果/内容的用法。各语言均将其处理为逻辑推论的断言。
- 31.1οὐκ ἔστι γὰρ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὑπάρξαν ἐν τοῖς εἴδεσιν, * * ἀλλὰ δυνάμει οὖσαι ἐν τοῖς γένεσιν
底本中的“ ”标示了抄本上的缺文(lacuna)。在“ἐκ τοῦ μηδαμῇ μηδαμῶς”之后出现中性单数分词“ὑπάρξαν”,而随后的分句则转换为阴性复数分词“οὖσαι”(指代种差 αἱ διαφοραί),表明脱落处原应包含关于两种存在方式对比的表述。所有语言均保留了该缺文标记。
