← 埃利亚斯

波菲利《导论》注释

§82.2-83.9

种借助种差对属的超越与属中种差之谜

埃利亚斯解释了波菲利关于“种差是种赖以超越属的东西”的描述,阐明附加规定越多外延越窄的道理,并为了构建关于种差是否存在于属之中的难题,提出了包含无矛盾律在内的第一公理前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1#1

p. 10,22 Διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους.1 Ἐπειδὴ ἔγνωμεν τὰ σημαινόμενα τῶν διαφορῶν, τὴν κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα, καὶ ἑκάστης τὰ διττὰ σημαινόμενα, ἔλθωμεν καὶ ἐπὶ τὸ λεῖπον, φημὶ ἐπὶ τὴν ὑπογραφὴν τῆς ἰδιαίτατα, κἄν τε συστατικὴ ᾖ κἄν τε διαιρετική. καὶ ὑπογράφει διχῶς ἑκάστην, ἀλλὰ νῦν μὲν τὴν συστατικὴν ὑπογράφει, ἐν δὲ τῇ ἑξῆς θεωρίᾳ τὴν διαιρετικήν. ἔχει δὲ ἡ ὑπογραφὴ τὸν τρόπον τοῦτον· διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους· ἰδοὺ γὰρ ὁ ἄνθρωπος εἶδος ὢν τῷ λογικῷ διαφορᾷ ὄντι περιττεύει τοῦ ζῴου, ὅπερ ἦν αὐτοῦ γένος· τὸ γὰρ ζῷον οὔτε λογικὸν οὔτε ἄλογον, ἵνα εὐλύτως ἀμφότερα ᾖ. καὶ μὴ νομίσῃ τις ὅτι, ἐπειδὴ εἴπομεν ὅτι περιττεύει τὸ εἶδος τοῦ γένους, ἐπὶ πλέον τὸ εἶδος· τοὐναντίον γὰρ ἐπ’ ἔλαττον· τὰ γὰρ πράγματα ὅσῳ πλουτεῖ προσδιορισμοῖς, πένεται κατὰ τὸ σημαινόμενον· ὁ γὰρ ζῷον εἰρηκὼς μόνον πλείονα περιλαμβάνει, φημὶ ἄγγελον καὶ ἄνθρωπον καὶ ἵππον καὶ τὰ λοιπὰ ζῷα· εἰ δὲ προσθείη τῷ ζῴῳ τὸ λογικόν, ἐχώρισεν αὐτὸ ἐκ τῶν ἀλόγων, εἰ δὲ θνητόν, ἐχώρισεν ἐκ τῶν ἀθανάτων. οὕτω γοῦν ὅσῳ πλείονες διαφοραὶ προστίθενται, ἐπὶ πλέον ἀτομοῦνται τὰ πράγματα. ἀλλὰ οὗτος ὁ λόγος δείκνυσι τὰς διαφορὰς ἐν τοῖς εἴδεσιν εἶναι, οὐ μὴν ἐν τοῖς γένεσιν· περιττεύει γὰρ ἀεὶ τὸ ἔχον τοῦ μὴ ἔχοντος, οὐ τὸ ἔχον τοῦ ἔχοντος, πολλῷ μᾶλλον δὲ οὐ περιττεύει τὸ μὴ ἔχον τοῦ ἔχοντος. πῶς οὖν ὑπῆρξαν αἱ διαφοραὶ μὴ πρότερον ἐν τοῖς γένεσιν ὑπάρξασαι; δοκεῖ γὰρ ἄτοπον εἶναι. καὶ ἵνα μὴ συνθλιβόμενοι ὑπὸ τῆς ἀπορίας ἀναγκασθῶμεν εἰπεῖν ὅτι ἐν τοῖς γένεσίν εἰσιν αἱ διαφοραί, ἀπορεῖ πρὸς ἑκάτερον, καὶ πρὸς τὸ εἶναι αὐτὰς ἐν τοῖς γένεσι καὶ πρὸς τὸ μὴ εἶναι· ὧν γὰρ ἀνάγκη θάτερον ὑπάρχειν, τούτων ἑκάτερον ἀδύνατον ἀποδείκνυσι·2 καὶ τὸ εἶναι γὰρ ἄτοπον καὶ τὸ μὴ εἶναι ἄτοπον. Ἀλλ’ ἵνα γνῶμεν τὴν ἀπορίαν, δύο λήμματα προσλάβωμεν, ἃ καὶ ἀξιώματα λέγονται, ὡς οἴκοθεν ἀξιοῦντα πιστεύεσθαι καὶ μὴ δεόμενα ἐπεισάκτου μαρτυρίας· οὕτω γὰρ καὶ ἀξιολόγους καὶ ἀξιοπίστους φαμὲν τοὺς ἐξ ἑαυτῶν πιστευομένους καὶ οὐκ ἐξ ἄλλων. καὶ πρῶτον μὲν λῆμμα τοῦτο· οὐ δύναται τὰ ἐναντία συνυπάρξαι ἀλλήλοις ποτὲ τριῶν προσδιορισμῶν φυλαττομένων,3 ἐν τῷ αὐτῷ ὑποκειμένῳ, ἐν τῷ αὐτῷ μέρει τοῦ ὑποκειμένου, ἐν τῷ αὐτῷ χρόνῳ· Σωκράτη μὲν γὰρ ὑγιαίνειν, Πλάτωνα δὲ νοσεῖν δυνατόν· ἄλλο γὰρ καὶ ἄλλο ὑποκείμενον. πάλιν καὶ τοῦ αὐτοῦ ὄντος ὑποκειμένου, οἷον Σωκράτους, ἐνδέχεται τὰ περὶ πόδα νοσεῖν τὰ δὲ περὶ κεφαλὴν ὑγιαίνειν, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ μέρει τοῦ ὑποκειμένου. ἀλλὰ καὶ τὸ αὐτὸ μέρος τοῦ ὑποκειμένου δυνατὸν νοσεῖν καὶ ὑγιαίνειν, οἷον τὸν ὀφθαλμὸν σήμερον νοσεῖν, αὔριον δὲ ὑγιαίνειν, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ χρόνῳ.

“种差是种赖以超越属的东西。” 既然我们已经认识了种差的各种含义——共同的、固有的和最固有的——以及每一种的两重含义,那么让我们也进入所剩余的内容,我是指无论作为构成性的还是作为分割性的最固有种差的描述性定义。他对每一种都从两方面作出描述性定义,但现在他描述性地定义构成性的种差,而在随后的考察中描述性地定义分割性的种差。这一定义的方式如下:“种差是种赖以超越属的东西。”因为看啊,人作为种,凭借作为种差的“有理性的”超越了动物,而动物曾是它的属;因为动物本身既不是有理性的,也不是无理性的,以便它可以毫不矛盾地成为两者。并且绝不可有人认为,因为我们说过种超越属,种的外延就更广;因为恰恰相反,它的外延更窄。因为事物在附加的规定上越丰富,在所指称的外延上就越贫乏;因为仅仅说出“动物”的人包含着更多的东西,我是指天使、人、马以及其余的动物;但如果他给动物加上“有理性的”,他就把它从无理性的事物中分离出来,而如果再加上“必死的”,他就把它从不死的事物中分离出来。无论如何,添加的种差越多,事物就越被个体化。然而这个论证表明,种差存在于种中,而绝不存在于属中;因为具有者总是超越不具有者,而不是具有者超越具有者,不具有者就更不会超越具有者了。那么,种差此前并未存在于属中,又是如何得以存在的呢?因为这显得是荒谬的。并且,为了不让我们被这个难题所压垮而被迫说出种差存在于属中,他针对两方面都提出了难题:既针对它们存在于属中,也针对它们不存在于属中;因为在两者必居其一的事情上,他证明了每一方都是不可能的;因为存在是荒谬的,不存在也是荒谬的。但是为了让我们理解这一难题,让我们先引入两个前提,它们也被称为公理,因为它们本身就值得信任,而不需要外来的见证;因为这样我们也把那些凭自身而非凭他人受到信任的人称为卓越的和可信的。第一个前提如下:只要保持三个限定条件,在同一个主体中、在主体的同一部分中、在同一时间内,对立之物绝不可能彼此同时并存。因为苏格拉底健康而柏拉图患病是可能的;因为主体是各不相同的。再者,即使在同一个主体(例如苏格拉底)身上,足部患病而头部健康也是可能的,但并非在主体的同一部分中。而且主体的同一部分患病与健康也是可能的,例如眼睛今天患病而明天健康,但并非在同一时间内。

语法注3 条
  1. 31.1ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους

    关系代名词与格 ᾗ 表示手段或基准(“赖以/在何方面”)。主动词 περιττεύει 支配比较属格 τοῦ γένους,意为“种超越/多于属”。

  2. 31.1ὧν γὰρ ἀνάγκη θάτερον ὑπάρχειν, τούτων ἑκάτερον ἀδύνατον ἀποδείκνυσι

    这是一个关系从句前置的倒装结构,先行词 τούτων 被 ὧν ... ὑπάρχειν 所修饰。关系代词 ὧν 是依存于 θάτερον(两者之一)的部分属格。在主句中,τούτων ἑκάτερον 作 ἀποδείκνυσι 的宾语,补足语为 ἀδύνατον(“证明这两者中的每一方都是不可能的”)。

  3. 31.1τριῶν προσδιορισμῶν φυλαττομένων

    属格独立结构,表条件(“只要三个限定条件得到保持”)。随后出现的三个介词短语(ἐν τῷ αὐτῷ ὑποκειμένῳ, ἐν τῷ αὐτῷ μέρει, ἐν τῷ αὐτῷ χρόνῳ)同格地具体说明了这“三个限定条件”的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:82.2-83.9