- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:80.22-81.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯通过区分就自身而言的种差与质料中的种差,解决了关于种差中“更多与更少”的难题,继而把最固有的种差划分为分割性的与构成性的,并分析了两者的关系与不对称性。
λύσις πρὸς ταῦτα καὶ τέως πρὸς τὴν τελευταίαν ἀπορίαν, ὅτι ὥσπερ τὸ λευκὸν ὡς μὲν εἶδος τοῦ χρώματος τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχεται, ὡς δὲ ἐν τοιᾷδε ἢ τοιᾷδε ὕλῃ ὄν, ἐν σώματι φέρε εἰπεῖν ἢ ψιμυθίῳ, τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται, οὕτως καὶ τὸ διακριτικὸν καὶ τὸ συγκριτικὸν ὡς μὲν ἰδιαίτατα καὶ εἰδοποιοὶ διαφοραί, τὸ μὲν τοῦ λευκοῦ τὸ δὲ τοῦ μέλανος, οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον, ὡς δὲ ἐν τοιᾷδε ἢ τοιᾷδε ὕλῃ γενόμενα ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· λέγομεν γὰρ μᾶλλον διακριτικὸν καὶ ἧττον. ἀλλὰ καὶ πρὸς τὴν ἀπορίαν τῆς κοινῶς καὶ ἰδίως φαμὲν ὅτι εἰ καὶ μὴ πᾶσαι τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται αἱ κοινῶς καὶ ἰδίως διαφοραί, ἀλλ’ οὖν πᾶσαι αἱ διαφοραὶ αἱ ἐπιδεχόμεναι τὸ μᾶλλον καὶ ἧττον συμβεβηκυῖαί εἰσιν,1 καὶ ἡ κοινῶς καὶ ἡ ἰδίως, οὐδεμία δὲ ἰδιαίτατα διαφορὰ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται. οὐκ ἄρα εἰσὶν αἱ αὐταὶ αἱ κοινῶς καὶ ἰδίως ταῖς ἰδιαίτατα. Οὕτως διακρίνας τὰς ἀπὸ τῆς συνηθείας τῶν ἀπὸ τῆς φιλοσοφίας, καὶ αὐτὰς τὰς κατὰ φιλοσοφίαν ἀπ’ ἀλλήλων διακρίνει, φημὶ τὰς ἰδιαίτατα· τῶν γὰρ ἰδιαίτατα αἱ μέν εἰσι διαιρετικαί, αἱ δὲ συστατικαί. διαφέρουσι δὲ καὶ ἀλλήλων αὗται, καὶ οὐκ εἰσὶν αἱ αὐταὶ αἱ συστατικαὶ ταῖς διαιρετικαῖς, ἀλλὰ ἄλλαι καὶ ἄλλαι. εἰ δέ ποτε ἡ αὐτὴ καὶ συστατικὴ καὶ διαιρετικὴ εὑρεθῇ, ἀλλ’ οὐ τοῦ αὐτοῦ πράγματος, ἀλλ’ ἄλλου καὶ ἄλλου· οἷον τὸ λογικὸν καὶ διαιρετικὴ διαφορὰ καὶ συστατική, ἀλλ’ οὐ τοῦ αὐτοῦ· διαιρετικὴ μὲν γὰρ τοῦ ζῴου, συστατικὴ δὲ τοῦ ἀνθρώπου. πάλιν ἐὰν τὸ αὐτὸ πρᾶγμα ἔχῃ πλείονας διαφοράς, ἄλλαι καὶ ἄλλαι εἰσὶ καὶ οὐχὶ αἱ αὐταί· τὸ γὰρ ζῷον ἔχει διαφορὰς πλείονας, τὸ αἰσθητικὸν τὸ ἔμψυχον τὸ λογικὸν καὶ τὸ θνητόν, ἀλλὰ τὸ μὲν αἰσθητικὸν καὶ ἔμψυχον συστατικαὶ αὐτοῦ εἰσι διαφοραί, τὸ δὲ λογικὸν καὶ θνητὸν διαιρετικαί. δεῖ οὖν συντόμως εἰπεῖν ὅτι εἰ εὑρεθῇ ποτε ἡ αὐτὴ διαφορὰ καὶ διαιρετικὴ καὶ συστατική, οὐ τοῦ αὐτοῦ πράγματος εὑρεθήσεται, ἀλλ’ ἄλλου μὲν διαιρετική, ἄλλου δὲ συστατική. εἰ δὲ τοῦ αὐτοῦ, οὐχ ἡ αὐτή, ἀλλ’ ἄλλη καὶ ἄλλη. ἄλλη διάκρισις τῶν αὐτῶν τούτων· οὐ δύνανται αἱ αὐταὶ καὶ συστατικαὶ καὶ διαιρετικαὶ εἶναι· εἰ γὰρ αἱ αὐταί, ἔδει ὅπου εἰσὶν αἱ ἕτεραι καὶ τὰς λοιπὰς εἶναι. ἀλλὰ μὴν οὐ πάντως ὅπου διαιρετικαί, καὶ συστατικαί· ἐπὶ γὰρ τῶν γενικωτάτων διαιρετικαὶ μέν εἰσι, συστατικαὶ δὲ οὔκ εἰσι. πάλιν ὅπου συστατικαί, οὐ πάντως διαιρετικαί· ἐπὶ γὰρ τῶν εἰδικωτάτων συστατικαὶ μέν εἰσι, διαιρετικαὶ δὲ οὔκ εἰσι. πρόσθες δὲ σὺ καὶ τοῦτο, ὅτι πᾶσα διαφορὰ καθ’ ἑαυτὴν λαμβανομένη συστατική ἐστι, κἂν συμπλακῇ ἕτερα τῇ μὴ ἀντικειμένῃ,2 ὡσαύτως μένει, οἷον τὸ λογικὸν καθ’ ἑαυτὸ λαμβανόμενον συστατικὴ διαφορά ἐστι, κἂν προσλάβῃ τὸ μὴ ἀντικείμενον, οἷον τὸ θνητόν, συστατικὴ πάλιν εὑρίσκεται, εἰ δὲ συμπλακείη τῇ ἀντικειμένῃ, τοῦτ’ ἔστι τῷ ἀλόγῳ, διαιρετικὴ γίνεται. πλὴν πᾶσαι καὶ αἱ διαιρετικαὶ καὶ συστατικαὶ εἰδοποιοὶ καλοῦνται, ἐπειδὴ κρεῖττον τὸ συνιστᾶν τοῦ διαιρεῖν, ὅσῳ κρεῖττον τὸ σώζειν τοῦ φθείρειν· ἀπὸ οὖν τοῦ τιμιωτέρου οὕτω καλείσθωσαν, ὡς τὸ Τεῦκρε, φίλη κεφαλή.3
对这些问题的解决,以及暂且对最后一个难题的解决如下:正如白色作为颜色的一种形式并不容纳更多与更少,但作为存在于诸如此类的质料中(例如在身体或铅白中)则容纳更多与更少;同样,“分散”与“聚拢”作为最固有的、构成形式的种差(前者属于白色,后者属于黑色)并不容纳更多与更少,但作为产生于诸如此类的质料中时,则容纳更多与更少;因为我们确实说较分散或较不分散。然而针对关于共同的和固有的种差的难题,我们也说,即使并非所有共同的和固有的种差都容纳更多与更少,但无论如何,凡容纳更多与更少的种差都是偶性的——无论是共同的还是固有的——而绝没有任何最固有的种差容纳更多与更少。因此,共同的和固有的种差与最固有的种差并不是同一的。 在这样把出自习俗用法的[种差]与出自哲学的[种差]区分开之后,他也将合乎哲学的[种差]本身(我是指最固有的种差)彼此区分开来;因为在最固有的种差中,有些是分割性的,有些是构成性的。而这些也彼此不同,构成性种差与分割性种差不是同一的,而是各不相同的。但如果同一[种差]曾被发现既是构成性的又是分割性的,那也不是就同一事物而言,而是就不同事物而言;例如,“有理性的”既是分割性种差又是构成性种差,但不是就同一事物而言;因为对于动物来说它是分割性的,而对于人来说它是构成性的。再者,如果同一事物具有多个种差,它们也是各不相同的,而不是同一的;因为动物具有多个种差——有感觉的、有生命的、有理性的和必死的——但有感觉的和有生命的是它的构成性种差,而有理性的和必死的是它的分割性种差。因此必须简要地说,如果同一种差曾被发现既是分割性的又是构成性的,它绝不会被发现属于同一事物,而是对一者而言是分割性的,对另一者而言是构成性的;而如果属于同一事物,那就不是同一[种差],而是各不相同的。对这同样事物的另一种区分是:同一批种差不可能既是构成性的又是分割性的;因为如果是同一批,那么在有其中一类的地方,其余那一类也理应存在。然而绝非在有分割性种差的地方就一定有构成性种差;因为在最普遍的属上,有分割性种差,却没有构成性种差。反过来,在有构成性种差的地方,也绝非一定有分割性种差;因为在最具体的种上,有构成性种差,却没有分割性种差。你自己还要加上这一点:每个种差就其自身被取用时都是构成性的,即使另一个[种差]与不相对立的[种差]相结合,它也同样保持如此;例如,“有理性的”就其自身被取用时是构成性种差,即便它再附加上不相对立的[种差](例如“必死的”),它再次被发现是构成性的;但如果它与相对立的结合,即与“无理性的”相结合,它就变成了分割性的。不过,无论是分割性的还是构成性的,所有的种差都被称为“构成形式的”,因为构成优于分割,正如保全优于毁灭;因此,就让它们依照更尊贵者而如此被称呼吧,正如“透克洛斯啊,亲爱的头颅”。
- 30.2εἰ καὶ μὴ πᾶσαι τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται αἱ κοινῶς καὶ ἰδίως διαφοραί, ἀλλ’ οὖν πᾶσαι αἱ διαφοραὶ αἱ ἐπιδεχόμεναι τὸ μᾶλλον καὶ ἧττον συμβεβηκυῖαί εἰσιν
由 εἰ καὶ ...(即使并非所有……)引导的让步从句由主句中的 ἀλλ' οὖν ...(但无论如何……)所承接。这一结构表明,尽管容纳更多与更少并非对所有偶性种差都普遍成立,但反过来,凡是容纳更多与更少的种差必然是偶性的。
- 30.2κἂν συμπλακῇ ἕτερα τῇ μὴ ἀντικειμένῃ
主语 ἕτερα 为阴性单数主格(指代 διαφορά,“另一种差”),与格 τῇ μὴ ἀντικειμένῃ 同样为阴性单数(补足 διαφορᾷ,“与不相对立的种差”)。动词 συμπλακῇ(虚拟语气)支配该与格补足语。
- 30.2ὡς τὸ Τεῦκρε, φίλη κεφαλή
引自荷马《伊利亚特》第8卷第281行。此处作为提喻或转喻的例证(用最尊贵的部分“头颅”指代整个人),类比用更尊贵的构成性功能(“构成形式的”)来通称分割性和构成性种差全体的做法。
