- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:79.9-80.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯解释了波菲利引入种差三分法的术语背景,并考察了作为区分本质种差与偶性种差标准的程度差异(更多与更少),进而提出了针对这一区分的反驳。
p. 8,8 Διαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω. Καλῶς εἶπε λεγέσθω· αὐτοῦ γάρ εἰσι τὰ ὀνόματα, τὸ κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα· ἐν γὰρ τῇ Τοπικῇ πραγματείᾳ, ἧς τόδε τὸ βιβλίον συναγωγή, οὐ μέμνηται Ἀριστοτέλης τούτων τῶν ὀνομάτων· ὅπου δὲ κεῖνται παλαιὰ ὀνόματα, κέχρηται αὐτοῖς ὁ Πορφύριος λέγων οὕτω ‘λέγονται’ καὶ ‘λέγουσιν’ ἀντὶ τοῦ ἐκεῖ.1
“且让种差被说成是共同的、固有的和最固有的”。 他恰当地说了“且让它被说成”;因为这些名称——“共同地”、“固有地”和“最固有地”——是他自己的。因为在《论题篇》这部著作中(此书正是该著作的提要),亚里士多德并未提及这些名称;而在已有古老名称的地方,波菲利则使用它们,以“它们被称为”和“人们说”
p. 9,16 Καὶ αἱ μὲν καθ’ αὑτὸ οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον, αἱ δὲ κατὰ συμβεβηκός, κἂν ἀχώριστοι ὦσιν, ἐπίτασιν λαμβάνουσι. Διακρίνας ὁ Πορφύριος τὰ τρία εἴδη τῆς διαφορᾶς, τὴν κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα, καὶ ὡς τρία διακρίνας αὐτά, νῦν καὶ ὡς δύο διακρίνει τὴν κοινῶς καὶ ἰδίως ἀπὸ τῆς ἰδιαίτατα, τοῦτ’ ἔστι διακρίνει τὰς ἐν τῇ συνηθείᾳ ἀπὸ τῶν κατὰ φιλοσοφίαν, καί φησιν ὅτι ἄλλαι εἰσὶν αἱ κοινῶς καὶ ἰδίως καὶ ἄλλαι αἱ ἰδιαίτατα, διότι αἱ κοινῶς καὶ ἰδίως τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχονται (λέγομεν γὰρ μᾶλλον λευκὸν καὶ ἧττον λευκόν, καὶ ἔστι κοινῶς διαφορά· χωρίζεται γάρ· ἀλλὰ καὶ αἱ ἰδίως ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· λέγομεν γὰρ μᾶλλον γρυπὸν καὶ ἧττον καὶ μᾶλλον σιμὸν καὶ ἧττον, καὶ ἔστιν ἰδίως διαφορά· ἀχώριστος γὰρ ἡ γρυπότης καὶ ἡ σιμότης), αἱ δὲ ἰδιαίτατα τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἐπιδέχονται· οὐδὲ γὰρ λέγομεν μᾶλλον λογικὸν καὶ ἧττον, εἰ καὶ μᾶλλον ἐλλόγιμον,2 ἐπειδὴ τὸ μὲν τῆς ἐνεργείας τὸ ἐλλόγιμον, τὸ δὲ τῆς οὐσίας ἢ ὑπάρξεως, τὸ δὲ εἶναι λογικοῖς πᾶσι τὸ αὐτὸ ὑπάρχει3 ἐπίτασιν καὶ ἄνεσιν μὴ ἐπιδεχόμενον. εἰ οὖν αἱ μὲν ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, αἱ δὲ οὐκ ἐπιδέχονται, οὐκ εἰσὶν αἱ αὐταί. ἔνστασις πρὸς ταῦτα, ὅτι ψευδὴς ὁ λόγος· καὶ αἱ ἰδιαίτατα γὰρ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχονται καὶ αἱ κοινῶς καὶ ἰδίως τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχονται· ἰδοὺ γὰρ τὸ σχῆμα τὸ ἐν τῷδε τῷ ἱμάντι, τρίγωνον εἰ τύχοι, κοινῶς ὂν διαφορά (χωρίζεται γὰρ χωρὶς φθορᾶς τοῦ ὑποκειμένου καὶ μένει ὁ ἱμὰς ἱμάς), μᾶλλον τρίγωνον ἢ ἧττον τρίγωνον οὐ λέγεται· εἰ γὰρ καὶ μέγα τρίγωνον καὶ μεῖζον λέγεται, ἀλλ’ οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· ἄμφω γὰρ τρίγωνά εἰσι. δεῖ δὲ εἰδέναι ὅτι τὸ μᾶλλον καὶ ἧττον θεωρεῖται οὐδὲ ἐν οἷς ὁ ὁρισμὸς πάντῃ ὁ αὐτός ἐστιν, ὡς ἐπὶ δύο τριγώνων, οὐδὲ ἐν οἷς πάντῃ ὁ ὁρισμὸς ἕτερος, ὡς ἐπὶ τριγώνου καὶ κύκλου, ἀλλ’ ἐν οἷς πῇ ὁ αὐτὸς καὶ πῇ ἕτερος, ὡς ἐπὶ λευκοῦ· λευκὸν γάρ ἐστι χρῶμα διακριτικὸν ὄψεως, ἔστι δὲ μᾶλλον διακρίνειν καὶ ἧττον. ἀλλὰ καὶ ἐπὶ τῆς ἰδίως οὐκ ἔστι τὸ μᾶλλον καὶ ἧττον· ἰδοὺ γὰρ Ἀθηναῖος καὶ υἱὸς Σωφρονίσκου λέγεται ἐν τῇ ἰδίως διαφορᾷ, ἐπειδὴ ἀχώριστα ταῦτα, καὶ οὐ λέγομεν μᾶλλον υἱὸν Σωφρονίσκου ἢ μᾶλλον Ἀθηναῖον. πάλιν δὲ ἐπὶ τῆς ἰδιαίτατα ἐδείξαμεν τὸ μᾶλλον καὶ ἧττον· τὸ γὰρ διακριτικὸν τοῦ λευκοῦ καὶ τὸ συγκριτικὸν τοῦ μέλανος ἰδιαίτατα ὄντα διαφοραί, τὸ μὲν τοῦ λευκοῦ τὸ δὲ τοῦ μέλανος, ὁμοίως ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· λέγομεν γὰρ μᾶλλον διακριτικὸν καὶ ἧττον καὶ μᾶλλον συγκριτικὸν καὶ ἧττον. αὕτη ἡ ἔνστασις.
来代替说“在那里”。 “而且就其自身而言的[种差]不容纳更多与更少,而依偶性而言的[种差],即使是不可分离的,也接受增强”。 波菲利区分了种差的三种形式,即共同的、固有的和最固有的,在将它们区分为三者之后,现在又将它们区分为二者,即把共同的和固有的与最固有的区分开来;也就是说,他把习俗用法中的[种差]与合乎哲学的[种差]区分开来,并说共同的和固有的与最固有的是不同的,因为共同的和固有的容纳更多与更少(因为我们说较白的和较不白的,而这是共同的种差,因为它是可分离的;但固有的也容纳更多与更少;因为我们说较鹰钩鼻的和较不鹰钩鼻的,以及较塌鼻子的和较不塌鼻子的,而这是固有的种差,因为鹰钩鼻和塌鼻子是不可分离的),而最固有的则不容纳更多与更少。因为我们并不说较有理性的或较无理性的,即使[有人被称为]更有声望的,因为有声望是属于现实活动的,而[有理性]是属于实体或实存的,并且作为有理性者对于所有有理性者而言都是作为同一事物而属于的,并不容纳增强与减弱。因此,如果前者容纳更多与更少,而后者不容纳,它们就不是同一的。针对这些观点有一个反驳,即该论证是虚假的;因为最固有的也容纳更多与更少,而共同的和固有的也不容纳更多与更少。因为看哪,这条皮带上的形状(如果碰巧是三角形的话),作为共同的种差(因为它在载体不毁灭的情况下被分离,皮带依然是皮带),却不说成是较是三角形或较不是三角形;因为即使说了大三角形和更大的三角形,它们也并不容纳更多与更少;因为两者都是三角形。而且必须知道,更多与更少既不是在定义完全相同的事物中被考察的(如在两个三角形的情形中),也不是在定义完全相异的事物中被考察的(如在三角形和圆形的情形中),而是在定义在某种程度上相同而在某种程度上相异的事物中被考察的(如在白色的情形中);因为白色是分散视觉的颜色,而存在着较多分散与较少分散。但在固有的种差的情形中,也不存在更多与更少;因为看哪,“雅典人”和“索佛罗尼斯科斯之子”是在固有的种差中被说的,因为这些是不可分离的,但我们并不说“较是索佛罗尼斯科斯之子”或“较是雅典人”。反过来,在最固有的种差的情形中,我们已经展示了更多与更少;因为白色的“分散”与黑色的“聚拢”作为最固有的种差(前者属于白色,后者属于黑色),同样容纳更多与更少;因为我们说较分散与较不分散,较聚拢与较不聚拢。这就是那个反驳。
- 30.1ἀντὶ τοῦ ἐκεῖ
介词 ἀντί 支配中性单数属格定冠词 τοῦ,使空间副词 ἐκεῖ 实词化,意为“代替说‘在那里’[即在《论题篇》等前代文献中]”。
- 30.2εἰ καὶ μᾶλλον ἐλλόγιμον
在由 εἰ καί 引导的让步从句中,主语与系动词(ἐστί)被省略。此处形成了 λογικόν(有理性的)与 ἐλλόγιμον(有声望的)之间的词根双关与对比,意为“即使[某人]更有声望”。
- 30.2τὸ δὲ εἶναι λογικοῖς πᾶσι τὸ αὐτὸ ὑπάρχει
主语是带定冠词的不定式短语 τὸ εἶναι λογικοῖς(“作为有理性的存在”,与格 λογικοῖς 作不定式 εἶναι 的表语);述语动词为 ὑπάρχει,与格 πᾶσι 表示关涉对象(“对所有[有理性者]而言”),τὸ αὐτό 则充当主格表语(“作为同一事物”)。
