← 埃利亚斯

波菲利《导论》注释

§8.20-10.6

哲学的六个定义及其依据

埃利亚斯解释了哲学的定义为何有六个(源于词源、卓越性、普遍与个别的承载主体、近接与远隔的目的),将医者提出的第七个定义(灵魂的医术)斥为循环论证并归入目的,同时将第八个定义(最大的音乐)归入卓越性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.0#2

Ἐφ’ οἷς ἀποροῦσί τινες ὅτι ‘διὰ τί ἓξ ὁρισμοὶ τῆς φιλοσοφίας;’ καὶ λέγομεν τούτου αἰτίαν τοιαύτην· ὅτι ἡ φιλοσοφία οὔτε πρᾶγμά ἐστιν ἀνώνυμον, οἷα πολλά εἰσιν (ἡ γὰρ πρὸς μουσικὴν ἐπιτηδειότης ὄνομα οὐκ ἔχει· οὐδὲ γὰρ λέγεται μουσικότης), ἀλλ’ οὐδὲ φωνὴ ἄσημος· ἐπεὶ οὖν καὶ ὀνομάζεται καὶ ὑφέστηκε, διότι μὲν ὀνομάζεται, ἔχει τὸν ἐκ τῆς ἐτυμολογίας, ᾗ δὲ ὑφέστηκε, τὸ εἶναι ἐν πρώτῃ ἔσχεν ἐπιστήμῃ, καὶ ᾗ μὲν ἐν πρώτῃ, τὸν ἐκ τῆς ὑπεροχῆς ἔσχε (τὸ γὰρ πρῶτον ὑπεροχή), ᾗ δὲ ἐπιστήμη, ἔσχε τοὺς δύο τοὺς ἐκ τοῦ ὑποκειμένου καὶ τοὺς δύο τοὺς ἐκ τοῦ τέλους. ἐφ’ οἷς ἀποροῦσιν ὅτι ‘διὰ τί δύο ἐκ τοῦ ὑποκειμένου καὶ δύο ἐκ τοῦ τέλους;’ καί φαμεν πρὸς τοῦτο ὅτι τὸ ὑποκείμενον διττόν, ἢ καθόλου ἢ μερικόν, οἷον τῷ τέκτονι ὑπόκειται καὶ τόδε τὸ ξύλον, τὸ ἀκάνθινον φέρε εἰπεῖν ἢ δρύινον, καὶ πᾶν ξύλον. διὰ μὲν οὖν τὸ καθόλου ἔσχε τὸν λέγοντα ‘γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’, διὰ δὲ τὸ μερικὸν ἔσχε τὸν λέγοντα ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. ὁμοίως τὸ τέλος διττόν, προσεχὲς ἢ πόρρω, οἷον προσεχὲς τέλος τῷ ἰατρῷ τήνδε τὴν διάθεσιν ὑγιάσαι, τὴν πυρεκτικὴν φέρε εἰπεῖν, πόρρω δὲ πᾶσαν διάθεσιν ὑγιάσαι. διὰ μὲν οὖν τὸ προσεχὲς ἔσχε τὸν λέγοντα ‘μελέτη θανάτου’, διὰ δὲ τὸ πόρρω ἔσχε τὸν λέγοντα ‘ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’· προσεχέστερον γὰρ τὸ καθᾶραι τὴν ψυχὴν ἑαυτοῦ, εἶτα καθαρθεῖσαν ἐξομοιῶσαι θεῷ· πρότερον γὰρ καθαίρει τις ἑαυτὸν καὶ εἶθ’ οὕτως ἐξομοιοῦται θεῷ· μὴ καθαρὸν γὰρ καθαροῦ ἐφάπτεσθαι οὐχὶ θεμιτὸν κατὰ τὰς Πλάτωνος φωνάς. Τινὲς δὲ προστιθέασι καὶ ἄλλον ὁρισμὸν ἕβδομον· οἱ γὰρ ἰατροί, χάλκεα χρυσέων ἀμειψάμενοι, οὐκ ἔμπαλιν χρύσεα χαλκείων καθ’ Ὅμηρον,1 τοὺς ὁρισμοὺς ἤμειψαν καὶ τὴν ἰατρικὴν ὡρίσαντο φιλοσοφίαν σωμάτων, τὴν δὲ φιλοσοφίαν ἰατρικὴν ψυχῶν. ἀλλ’, ὦ ἰατροί, διάλληλος ἡ τοιαύτη δεῖξις τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς δεικνύουσα.2 διάλληλος δέ ἐστι δεῖξις, ὅτε δύο τινῶν ἀμφιβαλλομένων πραγμάτων ἑκάτερον διὰ τοῦ λοιποῦ θελήσωμεν πιστώσασθαι, οἷον ἀγνοῶν ποῦ μένει Θέων καὶ ποῦ μένει Δίων, εἰ ἐρωτήσω ‘ποῦ μένει Θέων’ καὶ εἴπῃς ‘ὅπου Δίων’, εἰ ἐπανερωτήσω ‘καὶ ποῦ μένει Δίων’ καὶ εἴπῃς ‘ὅπου Θέων’. ὁμοίως ‘ἡ δεῖνα τέτοκεν, ἐπειδὴ γάλα ἔχει, γάλα δὲ ἔχει, ἐπειδὴ τέτοκε’. φευκτέα δὲ ἡ διάλληλος δεῖξις παρὰ φιλοσόφοις, ὡς τὰ αὐτὰ τῶν αὐτῶν πρότερα ποιοῦσα καὶ ὕστερα,3 σαφέστερα καὶ ἀσαφέστερα, αἴτια καὶ αἰτιατά· ὅτε μὲν γὰρ διὰ τοῦ Δίωνος δείκνυται ποῦ μένει Θέων, ὁ Δίων σαφέστερός ἐστι, πρότερος, αἴτιος· ὅτε δὲ ἔμπαλιν διὰ τοῦ Θέωνος γίνεται ἡ δεῖξις, ὁ Θέων σαφέστερός ἐστι καὶ πρότερος καὶ αἴτιος. ἄλλως τε ἀδολεσχίαν εἰσάγει ὁ λόγος· εἰ γὰρ Θέων μένει ὅπου Δίων, Δίων δὲ μένει ὅπου Θέων, Θέων ἄρα μένει ὅπου Θέων. καὶ εἰ ἡ δεῖνα τέτοκεν ἐπειδὴ γάλα ἔχει, γάλα δὲ ἔχει ἐπειδὴ τέτοκε, τέτοκεν ἄρα ἐπειδὴ τέτοκεν, ὅπερ ἐστὶν ἀδολεσχῆσαι. φευκτέον οὖν τὸ τοιοῦτον οὐ μόνον ἐπὶ τῶν ἀποδείξεων, ἀλλὰ καὶ ἐπὶ τῶν ὁρισμῶν ἀρχῶν ὄντων ἀποδείξεως. καὶ οὗτος δὲ ὁ ὁρισμὸς ἀνάγεται ὑπὸ τὸν ἐκ τοῦ τέλους τὸν λέγοντα ‘μελέτη θανάτου’· ὁ γὰρ θάνατος τῆς ἀκολάστου ζωῆς ἰατρεία ψυχῆς ἐστιν. Ἄλλον ὄγδοον ὁρισμὸν ἀναφέρουσι τῷ Πλάτωνι εἰρημένον ἐν Φαίδωνι· φησὶ γὰρ ἐκεῖ τὴν φιλοσοφίαν μεγίστην μουσικήν, μουσικὴν δὲ οὐ χορδὰς ἁρμόζουσαν (εὐτελὲς γὰρ τοῦτο), ἀλλὰ τὰ μόρια τῆς ψυχῆς, λόγον, θυμόν, ἐπιθυμίαν, ἵνα ὁ μὲν λόγος ἀεὶ ἄρχῃ, ὁ δὲ θυμὸς ἄρχηται ὑπὸ τοῦ λόγου καὶ ἄρχῃ τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία ἄρχηται· ὅταν γὰρ ταῦτα ἰδιοπραγῶσι,4 σώζεται ἡ ἁρμονία τῆς ψυχῆς· εἰ δὲ τὰ χείρω τυραννήσει, ποιεῖ ἀναρμοστίαν, ἐὰν ἡ ἐπιθυμία κρατήσῃ, ὡς ἐπὶ τῆς Φαίδρας δι’ ἔρωτα ἀπαγξαμένης, ἢ ὅταν ὁ θυμὸς κρατῇ τοῦ λόγου, ὡς ἐπὶ τῆς Μηδείας φασκούσης καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. ἀλλὰ καὶ οὗτος ὁ ὁρισμὸς ἀνάγεται ὑπὸ τὸν ἐκ τῆς ὑπεροχῆς· τὸ γὰρ μέγιστον ὑπεροχή ἐστιν.

在此之后,有人提出疑难:“为什么哲学的定义有六个?”我们说明其原因如下:因为哲学既非无名之物,如许多事物那样(因为对音乐的适宜性并没有名称;实际上它并不被称为音乐性),亦非无意义的语音;既然它既有名称又有实在,那么一方面因其被命名,它具有取自词源的定义;另一方面,就其具有实在而言,它获得了在第一科学中的存在。就其在第一科学中而言,它获得了取自卓越性的定义(因为处于第一便是卓越性);而就其为科学而言,它获得了取自承载主体的两个定义以及取自目的的两个定义。在此之后,人们提出疑难:“为什么取自承载主体的有两个,取自目的的有两个?”对此我们回答说,承载主体是双重的,或为普遍的,或为个别的;正如对木匠而言,既有这根木头——比方说是荆棘木或橡木——作为承载主体,亦有一切木头。因此,因普遍的承载主体,哲学获得了说“作为存在者之存在者的知识”这一定义;因个别的承载主体,它获得了说“神圣与人类事务的知识”这一定义。同样,目的也是双重的,或为近接的,或为远隔的;正如对医者而言,近接的目的乃是治愈这一状态——比方说发热的状态——而远隔的目的乃是治愈一切状态。因此,因近接的目的,它获得了说“对死亡的操练”这一定义;因远隔的目的,它获得了说“在人所能及的范围内同化于神”这一定义;因为更为近接的是净化自身的灵魂,随后是将净化了的灵魂同化于神;因为人首先净化自身,然后才如此同化于神;正如柏拉图的言辞所说,不洁者触及洁净者乃是不合神意的。 然而,有人还补充了另一个、即第七个定义:因为医者们以青铜交换黄金,而不是如荷马所言反过来以黄金交换青铜,他们交换了定义,将医术定义为“身体的哲学”,而将哲学定义为“灵魂的医术”。但是,啊,医者们,这样的论证乃是循环论证,是从不清晰者来表明清晰者。所谓循环论证,是指当有两件难以断定的事物时,我们意图通过其中一件来确证另一件;例如,我不知道塞翁住在何处,亦不知道狄翁住在何处,如果我问“塞翁住在何处”,你说“在狄翁住的地方”,如果我又追问“那么狄翁住在何处”,你说“在塞翁住的地方”。同样,“某妇人生产了,因为她有乳汁;而她有乳汁,因为她生产了”。循环论证在哲学家看来乃是必须避免的,因其使相同的事物相对于相同的事物既为先又为后,既更清晰又更不清晰,既为原因又为结果;因为当通过狄翁表明塞翁住在何处时,狄翁是更清晰的、更先的、原因;而反过来当通过塞翁进行论证时,塞翁则是更清晰的、更先的、原因。此外,该论证引入了废话;因为如果塞翁住在狄翁住的地方,而狄翁住在塞翁住的地方,那么塞翁就住在塞翁住的地方。并且如果某妇人因有乳汁而生产,又因生产而有乳汁,那么她就是因生产而生产,这正是说废话。因此,此类事情不仅在证明中必须避免,而且在作为证明之原理的定义中亦必须避免。况且这一定义亦可归入取自目的的说“对死亡的操练”这一定义之下;因为放纵生活的死亡乃是对灵魂的治疗。 人们还引述了柏拉图在《斐多篇》中所说的另一个、即第八个定义;因为他在那里说哲学是“最大的音乐”,然而并非调理琴弦的音乐(因为那是微不足道的),而是调理灵魂各部分的音乐,即理智、气魄与欲望,以便理智始终施行统治,气魄受理智统治并统治欲望,而欲望则受统治;因为当这些部分各自履行固有之事务时,灵魂的和谐便得以保全;但若是较差的部分实行僭政,便造成不和谐——如果欲望占据支配,如因情欲而自缢的淮德拉的情形;抑或当气魄支配了理智之时,如美狄亚所言的情形:“我明知我将要行的是何等恶事,但气魄胜过了我的谋划。”然而这一定义亦可归入取自卓越性的定义之下;因为最大者即是卓越性。

语法注4 条
  1. 5.0χάλκεα χρυσέων ἀμειψάμενοι, οὐκ ἔμπαλιν χρύσεα χαλκείων καθ’ Ὅμηρον

    此处化用荷马《伊利亚特》第6卷第236行中格劳科斯以黄金铠甲换取狄奥墨得斯青铜铠甲的典故。动词 ἀμείβομαι 支配表示交换的属格。埃利亚斯讽刺地颠倒了这一熟语,指出医者们与格劳科斯相反,以青铜(医术)换取黄金(哲学),做了占便宜的交换。

  2. 5.0διάλληλος ἡ τοιαύτη δεῖξις τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς δεικνύουσα

    διάλληλος δεῖξις(循环证明、互证)的表语性用法。分词 δεικνύουσα 作说明性或伴随性修饰,解释其性质(“由不清晰者显明清晰者”)。逻辑学术语 διάλληλος δεῖξις 特指两命题互以对方为根据的循环论证(diallelus)。

  3. 5.0ὡς τὰ αὐτὰ τῶν αὐτῶν πρότερα ποιοῦσα καὶ ὕστερα

    ὡς 搭配分词 ποιοῦσα 引出应当避免循环证明的理由。属格 τῶν αὐτῶν 作为比较属格,统一修饰比较级 πρότερα、ὕστερα、σαφέστερα 及 ἀσαφέστερα(“使同一事物相对于同一事物既先又后”),揭示了其逻辑上的自相矛盾。

  4. 5.0ὅταν γὰρ ταῦτα ἰδιοπραγῶσι

    复数动词 ἰδιοπραγῶσι 与中性复数主语 ταῦτα(指灵魂的三部分:理智、气魄、欲望)搭配。此处采用按意义一致(constructio ad sensum)的语法结构,将灵魂的各个部分视为各自独立履行职能的能动主体,因而未采用中性复数搭配单数动词的常规规则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:8.20-10.6