← 埃利亚斯

波菲利《导论》注释

§10.8-11.19

哲学第一个定义的阐释与第二个定义

埃利亚斯开始解释哲学的第一个定义(“作为存在者之存在者的知识”),探讨了毕达哥拉斯为何没有著述、“作为存在者”的含义、哲学同各专门技艺在对象上的差异,随后引出第二个定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.0#1

Μετὰ τὸ πλῆθος τῶν ὁρισμῶν τῆς φιλοσοφίας καὶ τὴν τάξιν αὐτῶν καὶ τοὺς εὑρετὰς αὐτῶν καὶ τὴν αἰτίαν, δι’ ἣν εἰσιν ἕξ (ἐκ διαιρέσεως τοῦτο δέδεικται καὶ ἐκ τοῦ ἀνελεῖν ἡμᾶς τοὺς προστεθέντας δύο), φέρε ἔλθωμεν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν. πρῶτος τοίνυν ὁρισμός ἐστι τῆς φιλοσοφίας ἐκ τοῦ καθόλου ὑποκειμένου λαμβανόμενος καὶ εἰς Πυθαγόραν ἀναγόμενος ὁ λέγων ‘γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’. καὶ οὐκ ἔχομεν εἰπεῖν ἐν ποίῳ συγγράμματι ὁ Πυθαγόρας εἶπεν αὐτόν· οὐδὲ γὰρ κατέλιπε συγγράμματα, ἀλλ’ ὅπερ τοῖς ἄλλοις τὰ συγγράμματα, τοῦτο ἐκείνῳ οἱ μαθηταί·1 οὐδὲ γὰρ ὡς ἐν ἀγγείῳ ἀψύχῳ ᾤετο δεῖν καταλιπεῖν τοὺς ἑαυτοῦ λόγους, διότι οὐδὲν πλέον ὑπὲρ ἑαυτῶν ἢ τῶν διδασκάλων δύνανται ἀπολογεῖσθαι. καλῶς δὲ πρόσκειται ἐν τῷ ὁρισμῷ τὸ ‘ᾗ ὄντα’ ἀντὶ τοῦ ‘καθὸ ὄντα’, ἵνα * * οἶδε τὴν φύσιν τῶν ἀστέρων τὸ πόθεν εἰσὶ καὶ τὴν φύσιν τῶν ἀνθρώπων· οὐδὲ γὰρ πόσοι οἱ ἀστέρες ἢ πόσοι οἱ ἄνθρωποι θέλει εἰδέναι, ἀλλὰ τὴν φύσιν αὐτῶν· ὁ γὰρ τοὺς ἀνθρώπους ᾗ ἄνθρωποι ἐπιστάμενος οὗτος καὶ τοὺς γεγονότας καὶ τοὺς ὄντας καὶ τοὺς μέλλοντας εἴσεται, καὶ κατὰ τὸν ποιητὴν μάντις ἄριστος, ὅς κʹ ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα. Ἀποροῦσι δέ τινες ὅτι ‘διὰ τί μὴ εἶπε πάντων τῶν ὄντων;’ καὶ λέγομεν ὅτι τῷ ‘ᾗ ὄντα’ συμπεριέχεται τὸ πάντων· ὁ γὰρ τὸ ὂν ᾗ ὂν εἰδὼς καὶ πᾶν ὂν οἶδε, καὶ ὁ τὸν ἄνθρωπον ᾗ ἄνθρωπος εἰδὼς καὶ πάντα ἄνθρωπον οἶδεν. ἢ καὶ ἄλλως· ὅτι τὸ ‘τῶν’ ἄρθρον ἰσοδυναμεῖ τῷ πάντων· τὰ γὰρ ἄρθρα τοῖς καθόλου προσδιορισμοῖς ἰσοδυναμεῖ, εἰ μὴ ἀναφορικὰ εἴη,2 οἷον ‘ὁ ἄνθρωπος ἦλθε’· τοῦτο γὰρ ὡς ἐπὶ ἐγνωσμένου λέγεται ἀνθρώπου. εἰ δὲ εἴπω ὅτι ὁ ἄνθρωπος ζῷον, ἰσοδυναμεῖ τὸ ‘ὁ ἄνθρωπος’ τῷ ‘πᾶς ἄνθρωπος’· πᾶς γὰρ ἄνθρωπος ζῷον. ἄλλη πάλιν ἀπορία· εἰ πάντα τὰ ὄντα γινώσκει ἡ φιλοσοφία, περίεργοι αἱ ἄλλαι τέχναι· οὐδὲν γὰρ εὑρίσκεται ὑποκείμενον αὐταῖς. καὶ λέγομεν ὅτι τῇ φιλοσοφίᾳ ὑπόκεινται πάντα τὰ ὄντα πρὸς γνῶσιν καὶ θεωρίαν μόνον, ταῖς δὲ ἄλλαις τέχναις, ἵνα πράξωσί τι περὶ αὐτά· οἷον ἡ φωνὴ ὑπόκειται τῷ φιλοσόφῳ, ἵνα γνῷ τὰ αἴτια αὐτῆς καὶ ὑπὸ ποίας δυνάμεως γίνεται, τῷ δὲ γραμματικῷ, ἵνα τι πράξῃ περὶ αὐτὴν καὶ γνῷ τὴν συνθήκην αὐτῆς. τὰ ἀνθρώπινα σώματα ὑπόκεινται τῷ φιλοσόφῳ, ἵνα γνῷ τὴν φύσιν αὐτῶν μόνον καὶ τὰ στοιχεῖα, τῷ δὲ ἰατρῷ, ἵνα ἐργάσηται περὶ αὐτὰ ὑγείαν. εἰ δὲ λέγεις ὅτι ‘τί οὖν; οὐ προγινώσκει ὁ ἰατρός;’, καὶ λέγομεν ὅτι προγινώσκει, ἵνα μὴ μόνον εἰδῇ αὐτὰ ὡς ὁ φιλόσοφος, ἀλλ’ ἵνα καὶ πράξῃ τι διὰ τῆς προγνώσεως. ὁμοίως καὶ ὁ γραμματικὸς οἶδε τὰ ὀκτὼ μέρη τοῦ λόγου, οὐχ ἵνα εἰδῇ αὐτὸ τοῦτο, ἀλλ’ ἵνα ἐργάσηται Ἑλληνίδα φωνήν. καὶ ἁπλῶς εἰπεῖν ὁ φιλόσοφος τὰς φύσεις αὐτῶν οἶδεν, αἱ δὲ ἄλλαι τέχναι τὰ συμβαίνοντα τοῖς οὖσιν. Ἄλλος ὁρισμὸς τῆς φιλοσοφίας ἐκ τοῦ μερικοῦ ὑποκειμένου λαμβανόμενος καὶ αὐτὸς εἰς Πυθαγόραν ἀναγόμενος ὁ λέγων ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’.

在论述了哲学定义的数量、它们的次序、它们的发现者,以及它们为何是六个的原因(这已通过划分以及我们对补充进来的两个定义的排除而得到了展示)之后,来吧,让我们进入对它们的解释。那么,取自普遍承载主体并归于毕达哥拉斯的哲学第一定义,乃是说“作为存在者之存在者的知识”这一定义。我们无法说出毕达哥拉斯是在哪部著作中讲出这一定义的;因为他并未留下著作,而是著作之于其他人是怎样的,他的门徒之于他也就是怎样的;因为他认为不应将自己的言论如同留在无生命的容器中一样留存下来,因为它们无法进一步为自己或其师长进行辩护。在定义中加上“作为存在者”以代替“就其为存在者而言”是恰当的,以便[……]知晓星辰的本性、即它们从何而来,以及人类的本性;因为他并不想知道星辰有多少或人类有多少,而是想知道它们的本性;因为就人类作为人类而认识人类的人,将知晓已产生的人、现在的人以及未来的人,并且正如诗人所说,乃是最好的预言者,“他通晓存在着的事物、将要存在的事物,以及从前存在过的事物”。 有人提出疑难:“为什么他没有说‘一切存在者的’?”我们回答说,通过“作为存在者”,包含了“一切”之意;因为就存在者作为存在者而认识存在者的人,亦认识一切存在者;而就人类作为人类而认识人的人,亦认识每个人。抑或有另一种说法:定冠词“那些(τῶν)”等同于“一切”;因为冠词等同于普遍限定词,除非它们是回指性的,例如“那人来了”;因为这是针对已知之人而言的。但如果我说人是动物,那么“那人”便等同于“每个人”;因为每个人都是动物。又有另一个疑难:如果哲学认识一切存在者,那么其他技艺便是多余的;因为找不到任何承载主体留给它们。我们回答说,一切存在者作为承载主体归于哲学,仅仅是为了知识与观照;而归于其他技艺,则是为了让它们就这些存在者施行某种作为。例如,语音作为承载主体归于哲学家,是为了让他认识其原因以及它是通过何种能力产生的;而归于文法学家,则是为了让他就它施行某种作为并认识其组合。人类的身体作为承载主体归于哲学家,仅是为了让他认识其本性与元素;而归于医者,则是为了让他在其上产生健康。但如果你说:“那么怎样呢?难道医者就不进行预先认识[预知]吗?”我们回答说,他进行预知,并不单纯是为了像哲学家那样认识它们,而是为了通过这种预知施行某种作为。同样,文法学家认识八个词类,亦非为了单单认识此事本身,而是为了造就希腊语的语音。简而言之,哲学家认识它们的本性,而其他技艺则认识存在者的偶性。 取自个别承载主体且同样归于毕达哥拉斯的哲学的另一个定义,乃是说“神圣与人类事务的知识”这一定义。

语法注2 条
  1. 6.0ἀλλ’ ὅπερ τοῖς ἄλλοις τὰ συγγράμματα, τοῦτο ἐκείνῳ οἱ μαθηταί

    对比性比较句式(ὅπερ... τοῦτο...),与格(τοῖς ἄλλοις 和 ἐκείνῳ)为所属或关联与格。两分句均省略了系动词(如 ἦσαν):“著作之于其他人是怎样的,他的门徒之于他也就是怎样的”。

  2. 6.0τὰ γὰρ ἄρθρα τοῖς καθόλου προσδιορισμοῖς ἰσοδυναμεῖ, εἰ μὴ ἀναφορικὰ εἴη

    条件从句中的希求语气 εἴη 表达普遍规则中的假设性保留(“除非它们是回指性的”)。此处阐明语法与逻辑学原理:当冠词不充当回指或特指已知对象的角色(ἀναφορικόν)时,其功能等同于全称量词(如 πᾶς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:10.8-11.19