- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:6.24-8.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯阐明了哲学的承载主体(一切存在者)及其目的(将人提升为地上的神祇),并列举由此得出的六个哲学定义(承载主体两个、目的两个、卓越性一个、词源一个),说明了其分析式与综合式的次序以及各自的倡导者(毕达哥拉斯、柏拉图与亚里士多德)。
Μεμαθήκαμεν διὰ τῶν φθασάντων ὅτι οἱ ὁρισμοὶ ἐκ τριῶν λαμβάνονται, ἐκ τοῦ ὑποκειμένου, ἐκ τοῦ τέλους, ἐκ τοῦ συναμφοτέρου· φέρε οὖν μάθωμεν τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς καὶ πῶς ἐκ τούτων ὁρίζεται. δεῖ εἰδέναι ὅτι πάντα τὰ ὄντα ὑπόκεινται τῇ φιλοσοφίᾳ, διὸ καὶ γνῶσις τῶν ὄντων ἐστὶν ὡς μόνη πάντα γινώσκουσα· αἱ μὲν γὰρ ἄλλαι τέχναι ἤγουν ἐπιστῆμαι περὶ ἓν καταγινόμεναι ἓν μέν τι γινώσκουσι, πολλὰ δὲ ἀγνοοῦσι, καὶ μᾶλλον ἄγνοιαί εἰσιν ἤπερ γνώσεις· ἡ δὲ φιλοσοφία μᾶλλον γνῶσις ὡς πάντα τὰ ὄντα ἐπαγγελλομένη εἰδέναι. τέλος δὲ τῆς φιλοσοφίας τὸ διὰ τῆς γνώσεως πάντων τῶν ὄντων θεὸν ἐπὶ γῆς δεῖξαι τὸν ἄνθρωπον καὶ τοιοῦτον οἷον τὸν Λυκοῦργον ἡ Πυθία προσεῖπεν· ἤλυθες, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν· δίζω εἴ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα.1 καὶ μὴ νομίσῃς, ἐπειδὴ εἶπε “δίζω,” ὅτι ἠγνόει [κατὰ τὰς Ἑλλήνων φημὶ ψευδεῖς δόξας] (ἦ γὰρ ἂν ἡ Πυθία ἑτέρας ἐδεῖτο Πυθίας),2 ἀλλ’ ἐπειδὴ φύσει ἀμφίβολον ἦν εἰ θεὸς ὁ Λυκοῦργος ἢ ἄνθρωπος. τὰ δὲ ἀμφιβαλλόμενα ἄλλως οὐ γινώσκεται, εἰ μὴ μετὰ τοῦ ἀμφιβάλλειν· ὥσπερ γὰρ τὸ χλιαρὸν μέσον ὂν ψυχροῦ καὶ θερμοῦ, ἐὰν εἴπωμεν αὐτὸ θερμόν, ψευδόμεθα, ὁμοίως καὶ ψυχρόν· εἰ δὲ μετὰ ἀμφιβολίας εἴπωμεν ‘οὐκ οἶδα τί αὐτὸ καλέσω, θερμὸν ἢ ψυχρόν’, ἔννοιαν παρέχομεν τῷ ἀκούοντι, ὅτι μετέχει καὶ θερμότητος, μετέχει καὶ ψυχρότητος. ὁμοίως καὶ τὸ φαιὸν μέσον ὂν λευκοῦ καὶ μέλανος, ἐὰν εἴπωμεν αὐτὸ λευκόν, ψευδόμεθα, ὁμοίως καὶ μέλαν· εἰ δὲ μετὰ ἀμφιβολίας, δῆλον γίνεται τῷ ἀκούοντι, ὅτι μετέχει ἑκατέρου. οὕτως καὶ ἡ Πυθία εἰ εἶπεν αὐτὸν θεόν, ἐψεύδετο, ἄνθρωπον ὄντα, καὶ εἰ ἄνθρωπον εἶπεν αὐτόν, ὁποῖοί εἰσιν οἱ πολλοὶ τῶν ἀγελαίων, ἐψεύδετο (οὐ γὰρ ἦν τοιοῦτος), ἀλλὰ ἔνθεον ἄνθρωπον αὐτὸν εἶπεν. ὁμοίως καὶ ὁ Πλάτων ἐν τοῖς Νόμοις εἰσάγει τὸν Σωκράτη ἐρωτῶντα Κρῆτα καὶ Λάκωνα πολίτην περὶ Μίνωος καὶ Λυκούργου, οὓς ᾔδει νομοθέτας, Μίνω μὲν Κρητῶν, Λυκοῦργον δὲ Λακώνων· ‘θεὸς ὑμῖν, ὦ ξένοι, ἤ τις ἀνθρώπων τῆς αἰτίας τῶν νόμων γέγονεν αἴτιος;’ καὶ ἀπεκρίνατο ὁ Κρὴς ὡς τιμιώτερος· ‘θεός, ὦ ξένε, θεός’· τιμιώτερος γὰρ ὁ Μίνως διὰ τὸν Δία· λέγουσι γὰρ αὐτὸν Ἕλληνες ὑπὲρ ἐννέα ἔτη ἀνιέναι πρὸς τὸν Δία διορθώσεως τῶν νόμων χάριν, καὶ τοῦτο αἰνίττεται Ὅμηρος λέγων ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής. τοιοῦτον οὖν ἡ φιλοσοφία θέλει δεῖξαι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. Ἐπεὶ οὖν ἔγνωμεν τί τὸ τέλος τῆς φιλοσοφίας καὶ τί τὸ ὑποκείμενον αὐτῇ, φέρε εἴπωμεν καὶ πῶς ἐκ τούτων ὁρίζεται. δεῖ εἰδέναι ὅτι ἕξ εἰσιν ὁρισμοὶ τῆς φιλοσοφίας καὶ οὔτε πλείους οὔτε ἐλάττους, δύο ἐκ τοῦ ὑποκειμένου, δύο ἐκ τοῦ τέλους, εἷς ἐκ τῆς ὑπεροχῆς καὶ εἷς ἐκ τῆς ἐτυμολογίας. ἡ δὲ τάξις αὐτῶν ἐστιν αὕτη· ἔσχατος πάντων ὁ ἐκ τῆς ἐτυμολογίας, ὡς περὶ φωνὰς μόνας ἠσχολημένος καὶ οὐδὲν τοῦ πράγματος λέγων τῆς φιλοσοφίας περὶ τὰ ὄντα ἐπτοημένης. μετ’ αὐτόν ἐστιν ὁ ἐκ τῆς ὑπεροχῆς, ἐπειδὴ τὰ κοινὰ προηγοῦνται τῶν ἰδικῶν καὶ κοινοὶ μὲν πάσης τέχνης καὶ ἐπιστήμης ὁρισμοὶ οἱ ἐκ τοῦ ὑποκειμένου καὶ ἐκ τοῦ τέλους λαμβανόμενοι, ὁ δὲ ἐκ τῆς ὑπεροχῆς ὁρισμὸς ἴδιος τῆς φιλοσοφίας· μόνη γὰρ αὕτη ἐκ τῆς ὑπεροχῆς ὁρισμὸν ἔσχε τῶν ἄλλων, ὡς εἴρηται, ἐκ τοῦ συναμφοτέρου ὁριζομένων. μετὰ δὲ τὸν ἐκ τῆς ὑπεροχῆς εἰσιν οἱ ἐκ τοῦ τέλους, καὶ μετὰ 〈τοὺς ἐκ〉 τοῦ τέλους εἰσὶν οἱ ἐκ τοῦ ὑποκειμένου·3 ἀεὶ γὰρ τὸ ὑποκείμενον προηγεῖται τοῦ τέλους. καὶ οὕτως μὲν ἀναλυτικῶς. συνθετικῶς δὲ πάλιν οὕτως· πρῶτος ὁ λέγων ‘γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’, δεύτερος ὁ λέγων ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, μετ’ αὐτὸν ὁ λέγων ‘μελέτη θανάτου’, τέταρτος ὁ λέγων ‘ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, πέμπτος ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ‘τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’, ἕκτος ὁ ἐκ τῆς ἐτυμολογίας ὁ λέγων ‘φιλία σοφίας’. αὕτη μὲν ἡ τάξις. Ἐφ’ οἷς εἴπωμεν τίνες εὗρον τοὺς ὁρισμοὺς τῆς φιλοσοφίας. δεῖ εἰδέναι ὅτι τὸν ἐκ τῆς ἐτυμολογίας τὸν ἕκτον καὶ τοὺς δύο τοὺς ἐκ τοῦ ὑποκειμένου ὁ Πυθαγόρας εἶπε, τοὺς δύο τοὺς ἐκ τοῦ τέλους ὁ Πλάτων, τὸν μὲν ἐν Θεαιτήτῳ τὸν λέγοντα ‘ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, τὸν δὲ ἐν Φαίδωνι τὸν λέγοντα ‘μελέτη θανάτου’, τὸν ἐκ τῆς ὑπεροχῆς Ἀριστοτέλης φησὶν ἐν τῇ Μετὰ τὰ φυσικά.
我们通过前文已经了解到,定义取自三个来源:取自承载主体、取自目的以及取自二者结合。那么,让我们来探究何物作为哲学的承载主体,何为哲学的目的,以及如何从这些要素来定义哲学。应当知道,一切存在者皆作为哲学的承载主体,因此哲学亦是对存在者的知识,因其唯独认知一切事物;因为其他技艺即科学由于从事于单一事物,认知某一单一方面却对诸多方面无知,与其说是知识,不如说是无知;而哲学则更是知识,因其宣称认识一切存在者。而哲学的目的,则是通过对一切存在者的知识,将人显示为大地之上的神祇,显示为皮提亚向吕库尔戈斯所致辞的那样的人: “你来到了我富饶的殿堂,啊,吕库尔戈斯;我正迟疑,当神谕你为神祇,抑或亦为人。” 并且不要因为她说“我正迟疑”,就认为她是一无所知[我是指依照希腊人的虚妄意见而言](否则皮提亚实在就需要另一位皮提亚了),而是因为吕库尔戈斯究竟是神还是人,在性质上原本就是难以断定的。而难以断定的事物,若不带有犹豫,便不能以其他方式被认知;因为正如温热介于寒冷与炽热之间,如果我们说它是热的,便说了假话,同样说它是冷的也是如此;但如果我们带着犹豫说“我不知道该称它为什么,是热还是冷”,我们便给听者提供了一种观念,即它既分有热,亦分有冷。同样,灰色介于白色与黑色之间,如果我们说它是白的,便说了假话,同样说它是黑的也是如此;但如果带着犹豫而言,听者便明了它分有二者。因此,皮提亚如果称他为神,既然他是人,便说了假话;如果称他为人,犹如平庸大众那样的人,也说了假话(因为他并非如此);相反,她称他为神意充溢之人。同样,柏拉图在《法律篇》中亦引入苏格拉底,向克里特人和拉栖代梦人公民询问关于米诺斯和吕库尔戈斯的事,他知道这两人是立法者——米诺斯是克里特人的,吕库尔戈斯是拉栖代梦人的: “异乡人啊,对于你们而言,究竟是神祇,还是某个人,成了法律之原因的缔造者?” 而克里特人作为更受尊崇者回答道: “异乡人啊,是神,是神。” 因为米诺斯因宙斯之故而更受尊崇;因为希腊人说他每隔九年便登临宙斯之处以修正法律,荷马亦言及此而隐喻道: “九年为王,伟大宙斯的亲密晤谈者。” 因此,哲学正是意图将人显示为大地之上的此类人物。 既然我们已经得知哲学的目的为何以及何为其承载主体,那么让我们亦说明如何由这些出发来定义哲学。应当知道,哲学的定义共有六个,既不多亦不少:两个取自承载主体,两个取自目的,一个取自卓越性,一个取自词源。它们的次序如下:处于最末的是取自词源的定义,因为此定义仅关涉言辞本身,而在哲学专注于存在者之时却对事物未发一言。次于它的是取自卓越性的定义,因为共通者先于固有者,而取自承载主体与取自目的的定义对一切技艺与科学皆是共通的,取自卓越性的定义则为哲学所独有;因为唯有哲学拥有取自卓越性的定义,而其他技艺如前所述乃是由二者结合来定义的。在取自卓越性之后的是取自目的的诸定义,而在取自目的的诸定义之后的是取自承载主体的诸定义;因为承载主体始终先于目的。这是分析式的次序。而在另一方面,综合式的次序则如下:第一是说“作为存在者之存在者的知识”;第二是说“神圣与人类事务的知识”;在其后的是说“对死亡的操练”;第四是说“在人所能及的范围内同化于神”;第五是取自卓越性的,即说“技艺之技艺与科学之科学”;第六是取自词源的,即说“爱智慧”。这便是其次序。 在此之后,让我们说明是谁发现了哲学的诸定义。应当知道,第六个取自词源的定义以及两个取自承载主体的定义是毕达哥拉斯提出的;两个取自目的的定义由柏拉图提出,其一在《泰阿泰德篇》中说“在人所能及的范围内同化于神”,其二在《斐多篇》中说“对死亡的操练”;取自卓越性的定义,亚里士多德在《形而上学》中作了说明。
- 5.0δίζω εἴ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα
引自希罗多德等人所载德尔斐神谕的诗句。动词 δίζω(伊奥尼亚/史诗方言诗语,意为“探索、犹豫、踌躇”)引导由 εἴ ... ἠὲ καί ...(“是……抑或亦……”)构成的间接疑问从句作为宾语。连词 ἠέ 为诗语中 ἤ 的同义词。
- 5.0ἦ γὰρ ἂν ἡ Πυθία ἑτέρας ἐδεῖτο Πυθίας
无明确条件从句(protasis)的反事实假定主句(apodosis)。承接前文的否定命令与原因从句(καὶ μὴ νομίσῃς... ὅτι ἠγνόει),语境中省略了“如果皮提亚当真一无所知”的假设,借助未完成过去时直陈式 ἐδεῖτο 加 ἄν 表达出归谬的荒谬后果:“否则皮提亚当真需要另一位皮提亚了”。
- 5.0μετὰ 〈τοὺς ἐκ〉 τοῦ τέλους εἰσὶν οἱ ἐκ τοῦ ὑποκειμένου
校订者补充的 τοὺς ἐκ 是承接前文 οἱ ἐκ τοῦ τέλους 的宾格冠词短语,补足了介词 μετά 支配宾格(意为“在……之后”)的句法结构。主语是其后的带冠词短语 οἱ ἐκ τοῦ ὑποκειμένου(“取自承载主体的诸定义”),表明了分析式次序中的层级后退关系。
