- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:78.1-79.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯提出了种差三分法(共同的、固有的、最固有的)的第二和第三种根据,阐述了每种区分的进一步细分,并指明波菲利探讨的对象是最固有的种差(包括划分性与构成性二者)。
δευτέρα τοιαύτη αἰτία, ὅτι ἡ διαφορὰ ἢ ἀλλοποιός ἐστιν ἢ ἀλλοιοποιός,1 καὶ εἰ μὲν ἀλλοποιός, ποιεῖ τὴν ἰδιαίτατα (τὰ γὰρ τῇ οὐσίᾳ διαφέροντα ἄλλα καὶ οὐκ ἀλλοῖα λέγονται), ἡ δὲ ἀλλοιοποιὸς ἢ χωριστή ἐστι καὶ ποιεῖ τὴν κοινῶς, ἢ ἀχώριστος καὶ ποιεῖ τὴν ἰδίως· τὰ γὰρ συμβεβηκότι διαφέροντα, οἷον σχήμασιν ἢ ἐσθῆτι, ἀλλοῖα. διὸ καὶ ὁ ποιητὴς καὶ περὶ τοῦ Ὀδυσσέως μεταμφιεσαμένου τὴν ἐσθῆτα λέγει· ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ τὸ πάροιθεν. διαφέρει δὲ αὕτη ἡ αἰτία τῆς πρώτης, ὅτι ἡ μὲν πρώτη εἰς οὐσίαν καὶ συμβεβηκὸς διεῖλεν, αὕτη δὲ εἰς οὐσιῶδες καὶ ἐπεισοδιῶδες· ἄλλο δὲ οὐσία καὶ ἄλλο οὐσιῶδες, ὥσπερ ἄλλο συμβεβηκὸς καὶ ἄλλο κατὰ συμβεβηκός· οὐσιώδης μὲν γὰρ ἡ τοῦ πυρὸς θερμότης, οὐσία δὲ οὐκ ἔστιν. πάλιν δὲ ἐνδέχεται καὶ οὐσίαν κατὰ συμβεβηκὸς ὑπάρξαι, ὥς φησιν ἐν Κατηγορίαις Ἀριστοτέλης, ὅτι συνέβη τῷ δεσπότῃ καὶ ἄνθρωπον αὐτὸν εἶναι.2 λέγεται οὖν καὶ οὐσία κατὰ συμβεβηκὸς μὴ οὖσα συμβεβηκός. αὕτη ἡ δευτέρα αἰτία. τρίτη αἰτία, ὅτι ἡ διαφορὰ ἢ χωριστὴ ἢ ἀχώριστος, καὶ εἰ μὲν χωριστή, ποιεῖ τὴν κοινῶς, εἰ δὲ ἀχώριστος, ἢ ἐπεισοδιώδης καὶ ποιεῖ τὴν ἰδίως, ἢ οὐσιώδης καὶ ποιεῖ τὴν ἰδιαίτατα. διαφέρει δὲ καὶ αὕτη τῶν πρώτων δύο, ὅτι ἐκεῖναι ἀπὸ ἑνὸς σκέλους κατάγουσι τὴν κοινῶς καὶ ἰδίως (καὶ εὐλόγως, ἐπειδὴ κοινὸν αὐτῶν τὸ συμβεβηκός), αὕτη δὲ ἀπὸ ἑνὸς σκέλους τὴν ἰδίως καὶ ἰδιαίτατα κατάγει· κοινὸν γὰρ ἔχουσι τὸ ἀχώριστον. Ἀλλ’ οὐ μέχρι τούτων τὰ σημαινόμενα τῆς διαφορᾶς· καὶ ἡ κοινῶς γὰρ διαφορὰ ἐπιδιαιρεῖται καὶ αἱ λοιπαὶ ὁμοίως. καὶ ἡ μὲν κοινῶς οὕτως· ἢ γὰρ ταῖς ἡλικίαις παραμετρεῖται, ὡς τὸ βατταρίζειν καὶ γενειάσκειν καὶ ἡβάσκειν, ἢ ἀορίστως ὑπάρχει καὶ οὐ συμπαραμετρεῖται ταῖς ἡλικίαις, ὡς τὸ λευκαίνεσθαι καὶ μελαίνεσθαι. ἀλλὰ καὶ ἡ ἰδίως· ἢ γὰρ συντίκτεται τῷ πράγματι, ὡς γρυπότης καὶ σιμότης, ἢ ὕστερον ἐπιγίνεται, ὡς οὐλὴ ἐκ τραύματος ἐνσκιρωθεῖσα, οἵα ἡ τοῦ Ὀδυσσέως, δι’ ἧς ἐπέγνω αὐτὸν ἡ Εὐρύκλεια. ἀλλὰ καὶ ἡ ἰδιαίτατα διαφορὰ ἐπιδιαιρεῖται· ἢ γὰρ διαιρετική ἐστιν ἢ συστατική, διαιρετικὴ μὲν ἡ διαιροῦσα τὸ γένος, συστατικὴ δὲ ἡ ποιοῦσα τοὺς ὁρισμούς. μετὰ οὖν τὸ γνῶναι ἡμᾶς τὰ σημαινόμενα εἴπωμεν3 περὶ ποίου σημαινομένου ἐστὶ τῷ φιλοσόφῳ ὁ λόγος. καὶ λέγομεν ὅτι οὐδὲ περὶ τῆς κοινῶς οὐδὲ περὶ τῆς ἰδίως σκοπὸν ἔχει διαλαβεῖν, ἀλλὰ περὶ τῆς ἰδιαίτατα, καὶ ταῦτα περὶ ὅλων αὐτῆς τῶν εἰδῶν καὶ τῶν διαιρετικῶν καὶ τῶν συστατικῶν· δεόμεθα γὰρ τῶν μὲν διαιρετικῶν εἰς τὰς τῶν γενῶν διαιρέσεις, τῶν δὲ συστατικῶν εἰς τοὺς ὁρισμούς. ταῦτα μὲν περὶ τοῦ σημαινομένου. ὅπως δὲ τοῦτο καὶ ὑπογραφῆς ἀξιοῖ, ἡ ἑξῆς θεωρία παραστήσει.
第二种这样的原因是,种差要么是制造“别者”的,要么是制造“别样”的;如果它是制造“别者”的,就产生“最固有的”[种差](因为凭借实体而相异的事物被称为“别的”,而不是“别样的”);而制造“别样”的种差,要么是可分离的并产生“共同的”[种差],要么是不可分离的并产生“固有的”[种差];因为凭借偶性相异的事物,例如凭借形状或衣服[相异的事物],乃是“别样的”。因此诗人关于换了衣服的奥德修斯也说:“陌生人啊,你刚才向我显现得与先前别样”。而这一原因与第一种原因的不同之处在于,第一种划分为了实体与偶性,而这一种则划分为了本质性的与附带性的;实体是一回事,本质性的又是另一回事,正如偶性是一回事,偶适性的又是另一回事;因为火的热是本质性的,但并不是实体。反过来,实体作为偶适性的而属于也是可能的,正如亚里士多德在《范畴篇》中所说,“对于主人而言,他恰巧也是一个人”。因此,实体即使不是偶性,也会被称为偶适性的。这是第二种原因。第三种原因是,种差要么是可分离的,要么是不可分离的;如果它是可分离的,就产生“共同的”[种差];如果是不可分离的,要么是附带性的并产生“固有的”[种差],要么是本质性的并产生“最固有的”[种差]。而这一[原因]也与前两种不同,因为前两者从同一个分支中推引出“共同的”和“固有的”[种差](这也是合情合理的,因为偶性是它们共有的),而这一种则从同一个分支中推引出“固有的”和“最固有的”[种差];因为它们共有不可分离这一特性。但是,种差的诸含义并不止于这些;因为“共同的”种差也会被进一步细分,其余的也同样如此。其中“共同的”是这样[细分的]:它要么与年龄相度量,如结巴、长胡须、发育成熟;要么无定地属于而不与年龄相度量,如变白与变黑。而“固有的”也[被进一步细分]:它要么与事物一同产生,如鹰钩鼻和塌鼻子;要么后来附生,如由伤口硬化而成的疤痕,就像奥德修斯的疤痕那样,欧律克勒亚借此认出了他。而且“最固有的”种差也会被进一步细分:它要么是划分性的,要么是构成性的,划分性的是划分属的,构成性的是造就定义的。因此,在我们了解了这些含义之后,让我们说明这位哲学家的讨论是针对哪一种含义的。我们说,他的意图既不是探讨“共同的”,也不是探讨“固有的”,而是探讨“最固有的”,并且是探讨它的所有形式,包括划分性的和构成性的;因为我们在属的划分中需要划分性的,在定义中需要构成性的。关于含义的内容就是这些;至于他是如何也赋予它一个描述的,接下来的理论考察将会展示。
- 29.1ἀλλοποιός ἐστιν ἢ ἀλλοιοποιός
此处是在制造“别者”(ἄλλος,实体的相异)与制造“别样”(ἀλλοῖος,性质或偶性的相异)之间进行对比。随后的插入句“τὰ γὰρ τῇ οὐσίᾳ διαφέροντα ἄλλα καὶ οὐκ ἀλλοῖα λέγονται”构成了这一区分的词用依据。
- 29.1συνέβη τῷ δεσπότῃ καὶ ἄνθρωπον αὐτὸν εἶναι
无人称动词 συνέβη 带与格(τῷ δεσπότῃ)和带不定式的宾格从句(ἄνθρωπον αὐτὸν εἶναι)。该例证用以说明实体(“人”)归属于关系概念(“主人”)时可以是偶适性的(κατὰ συμβεβηκός)。
- 29.1μετὰ οὖν τὸ γνῶναι ἡμᾶς τὰ σημαινόμενα εἴπωμεν
介词 μετὰ 支配带冠词的不定式 τὸ γνῶναι,其逻辑主语为宾格 ἡμᾶς,宾语为 τὰ σημαινόμενα。主句动词为劝告性虚拟语气 εἴπωμεν。
