- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:76.26-77.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯进入对种差的讨论,从两种角度解释了从属和种过渡到种差的顺序,并根据对立特质在现实性或概念中是否能共存于主体之中,阐明了种差分为共同的、固有的和最固有的三重含义的理论依据及名称来源。
Περὶ διαφορᾶς.
论种差。
p. 8,8 Διαφορὰ δὲ κοινῶς 〈τε καὶ ἰδίως〉 καὶ ἰδιαίτατα λεγέσθω. Μετὰ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἔλθωμεν καὶ ἐπὶ τὰ ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενα, τοῦτ’ ἔστι μετὰ τὸ γένος καὶ τὸ εἶδος ἔλθωμεν καὶ ἐπὶ τὴν διαφορὰν καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. ἢ καὶ ἄλλως· μετὰ τὰ ἄκρα, φημὶ γένος καὶ εἶδος, ἔλθωμεν καὶ ἐπὶ τὴν μέσην τούτων διαφοράν· μέση γὰρ τούτων ἡ διαφορὰ ὡς τὸ μὲν γένος διαιροῦσα, τὸ δὲ εἶδος συμπληροῦσα. καὶ ἔχομεν διὰ μὲν τοῦ πρώτου τὴν τάξιν τῶν πέντε, γένους εἴδους διαφορᾶς ἰδίου καὶ συμβεβηκότος (προηγεῖται γὰρ ἀεὶ τὸ τί ἐστι τοῦ ὁποῖόν τί ἐστι), διὰ δὲ τοῦ ἑτέρου τὴν τάξιν τῶν τριῶν, εἴδους καὶ γένους καὶ μέσης τούτων τῆς διαφορᾶς. ἀλλ’ ἐπεὶ καὶ ἡ διαφορὰ ὁμώνυμος φωνή ἐστιν (ἐν γὰρ ταῖς δέκα κατηγορίαις θεωρεῖται), εἴπωμεν κἀνταῦθα τῷ ἀνωτέρω κανόνι χρώμενοι πρῶτον μὲν τὰ σημαινόμενα, δεύτερον περὶ ποίου σημαινομένου ὁ λόγος, τρίτον ὑπογραφῆς ἀξιώσομεν τοῦτο τὸ σημαινόμενον. Ἡ διαφορὰ τοίνυν τριχῶς. καὶ λέγομεν ὅτι εὐλόγως, ἐπειδὴ πάντα τὰ ὄντα ἢ οὐσία ἢ συμβεβηκός, τὸ δὲ συμβεβηκὸς διττόν, ἢ ἀχώριστον ἢ χωριστόν· τὰ μὲν οὖν τῷ χωριστῷ συμβεβηκότι διαφέροντα τῇ κοινῶς διαφορᾷ λέγονται διαφέρειν, ὡς τὸ καθέζεσθαι τοῦ ἑστάναι, τὰ δὲ τῷ ἀχωρίστῳ συμβεβηκότι διαφέροντα τῇ ἰδίως διαφορᾷ λέγονται διαφέρειν, ὡς τὸ σιμὸν τοῦ γρυποῦ, τὰ δὲ τῇ οὐσίᾳ διαφέροντα τῇ ἰδιαίτατα διαφορᾷ διαφέρουσιν, ὡς τὸ λογικὸν καὶ ἄλογον. ἐφ’ οἷς τούτων οὕτως ἐχόντων1 εἴπωμεν δι’ ἣν αἰτίαν τοιούτων ἔτυχον ὀνομάτων καὶ ἡ μὲν λέγεται κοινῶς, ἡ δὲ ἰδίως, ἡ δὲ ἰδιαίτατα. καὶ λέγομεν ὅτι ἡ κοινῶς διαφορὰ εἴρηται διὰ τοιαύτην αἰτίαν, ἐπειδὴ ἐνδέχεται τὰ ἀντικείμενα ἐνεργείᾳ τῷ αὐτῷ ὑποκειμένῳ ὑπάρξαι, ὡς τὸ καθέζεσθαι καὶ τὸ ἑστάναι τῷ Σωκράτει, εἰ καὶ μὴ κατὰ τὸν αὐτὸν χρόνον. ἰδίως δὲ διαφορὰ εἴρηται διὰ τὸ μὴ δύνασθαι ἐνεργείᾳ ὑπάρξαι τῷ αὐτῷ τὰ ἀντικείμενα κατὰ τὸν αὐτὸν χρόνον μήτε ἐν ἄλλῳ χρόνῳ, ὡς τὸ σιμὸν καὶ τὸ γρυπόν· οὔτε γὰρ ὁ γρυπὸς σιμὸς ποτε γίνεται οὔτε ὁ σιμὸς γρυπὸς χωρὶς φθορᾶς τοῦ ὑποκειμένου. καλῶς δὲ εἴρηται καὶ τὸ ἐνεργείᾳ· ἐπινοίᾳ γὰρ ἐνδέχεται τὰ ἀντικείμενα ὑπάρξαι τινί, καθά φησι καὶ αὐτὸς ὁ Πορφύριος ὅτι ‘δύναται ἐπινοηθῆναι κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβάλλοντες τὴν χροιὰν2 χωρὶς φθορᾶς τοῦ ὑποκειμένου’ διὰ τὸ μηδὲν εἰς τὴν οὐσίαν τοῦ πράγματος συντείνειν τὸ χρῶμα. ἰδιαίτατα δὲ εἴρηται διαφορὰ διὰ τὸ μηδὲ ἐπινοίᾳ μηδὲ ἐνεργείᾳ δύνασθαι συστῆναι τὰ ἀντικείμενα ἐν ἑνὶ ὑποκειμένῳ· τὸ γὰρ λογικὸν οὐκ ἐπινοεῖται ἄλογον ἢ τὸ ἄλογον λογικόν. ἰδιαίτατα δέ ἐστι τὸ ἐπιτεταμένον ἰδίως. αὕτη πρώτη αἰτία τοῦ τριττοῦ εἴδους τῆς διαφορᾶς.
“种差当在共同的意义上、〈在固有的意义上〉以及在最固有的意义上被言说”。 在被述托于“是什么”的事物之后,让我们也进而探讨被述托于“具有何种性质”的事物,也就是说,在属与种之后,让我们也进而探讨种差、固有属性和偶性。或者换一种方式[说]:在两极——我指的是属与种——之后,让我们也进而探讨介于它们中间的种差;因为种差介于它们中间,是一方面划分属,另一方面完满种的。通过第一种[说明],我们得到了五者的序列,即属、种、种差、固有属性和偶性(因为“是什么”总是先于“具有何种性质”);而通过另一种[说明],我们得到了三者的序列,即种、属以及介于它们中间的种差。然而,既然种差也是一个同名异义的词(因为它在十个范畴中都被观察到),让我们在此也运用上述规则,首先说明诸含义,其次说明讨论针对哪一种含义,第三使这一含义配得上一个描述[即给出描述]。于是,种差有三种含义。我们说这是合情合理的,因为所有存在者要么是实体要么是偶性,而偶性是双重的,要么是不可分离的要么是可分离的;因此,凭借可分离的偶性而相异的事物被称为以“共同的种差”相异(如坐着之于站立),凭借不可分离的偶性而相异的事物被称为以“固有的种差”相异(如塌鼻子之于鹰钩鼻),而凭借实体相异的事物则以“最固有的种差”相异(如有理性的与无理性的)。在这些情况如此的基础上,让我们说明究竟由于何种原因它们获得了这样的名称,并且一种被称为共同的,另一种被称为固有的,另一种被称为最固有的。我们说,共同的种差是由于这样的原因而被言说的,即对立的事物有可能在现实性上属于同一主体,即使并非在同一时间,正如坐着与站立属于苏格拉底一样。而固有的种差是由于对立的事物不可能在现实性上于同一时间、也不可能于另一时间属于同一主体而被言说的,正如塌鼻子与鹰钩鼻;因为鹰钩鼻者绝不可能变成塌鼻子,塌鼻者也不可能变成鹰钩鼻,除非主体被毁损。并且说“在现实性上”也是恰当的;因为在概念中对立者有可能属于某个事物,正如波菲利本人也说的那样,“白乌鸦与埃塞俄比亚人褪去颜色可以在不毁损主体的情况下被构想”,这是因为颜色对事物的实体毫无影响。最固有的种差则是由于无论在概念中还是在现实性上,对立者都绝不可能在单一主体中共存而被言说的;因为有理性的事物不可能被构想为无理性的,无理性的事物也不可能被构想为有理性的。“最固有的”是强化的“固有的”。这是种差的三重形式的第一种原因。
- 29.1ἐφ’ οἷς τούτων οὕτως ἐχόντων
此处是由介词短语 ἐφ’ οἷς(“在这些之上/除此之外”)与独立属格结构 τούτων οὕτως ἐχόντων(“这些情况既是如此”)叠合而成的构文。关系代词 οἷς 连接性地指代前文所述的种差之三分法。
- 29.1ἀποβάλλοντες τὴν χροιὰν
此处为按意相合(constructio ad sensum)构文:分词为阳性主格复数 ἀποβάλλοντες,在意义上统摄由 καί 连接的两个单数主语(κόραξ λευκὸς 与 Αἰθίοψ)。
