- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:75.2-76.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯梳理了波菲利在《导论》6,16以下关于种所展开的四个逻辑定理(下降与上升、述托与主体关系、个体的定义、整体与部分),并述及了更早学者关于区分与分析的术语用法。
p. 6,16 Κατιόντων μὲν οὖν εἰς τὰ εἰδικώτατα ἀνάγκη διαιροῦντας διὰ πλήθους ἰέναι, ἀνιόντων δὲ εἰς τὰ γενικώτατα ἀνάγκη συναιρεῖν τὸ πλῆθος. Ὑποσχόμενος ὁ Πορφύριος δύο παραδείγμασιν ὑποβάλλειν τὰ γενικώτατα καὶ ὑπάλληλα καὶ εἰδικώτατα, ἑνὶ μὲν ἀπὸ τῶν κατηγοριῶν ἑτέρῳ δὲ ἀπὸ τῶν γενεαλογιῶν, δείξας ὅτι οὐχ ὥσπερ ἐπὶ τῶν γενεαλογιῶν εἰς ἕνα ἀνάγεται τὸν Δία, οὕτως καὶ ἐπὶ τῶν κατηγοριῶν δυνατόν, ἐπειδὴ οὐ γένος τῶν κατηγοριῶν τὸ ὄν (διὰ δὲ τοῦ ἀπὸ τῶν κατηγοριῶν τέσσαρά τινα λογικὰ προβλήματα ἐξητάσαμεν), ἐνταῦθα οὖν ἐπὶ τῆς παρούσης θεωρίας μέχρι πέρατος τῶν περὶ τοῦ εἴδους λόγων τέσσαρά τινα λογικὰ θεωρήματα ζητεῖ·1 πρῶτον μὲν ὅτι τεσσάρων ὄντων γενικωτάτων ὑπαλλήλων εἰδικωτάτων καὶ ἀτόμων καὶ δύο ἄκρων ἐν τούτοις θεωρουμένων, γενικωτάτων καὶ ἀτόμων, δύο ἔξεστί σοι ὁδοὺς βαδίζειν, τὴν μὲν ἀπὸ τῶν γενικωτάτων ἐπὶ τὰ ἄτομα τὴν δὲ ἀπὸ τῶν ἀτόμων ἐπὶ τὰ γενικώτατα, καὶ ὄνομα τῇ μὲν τῶν ὁδῶν κάθοδος τῇ δὲ τῶν ὁδῶν ἄνοδος, καὶ ἔοικεν ἡ μὲν κάθοδος τῇ ἀπὸ μονάδος ἐπὶ δεκάδα, ἡ δὲ ἄνοδος τῇ ἀπὸ δεκάδος ἐπὶ μονάδα· ἡ μὲν γὰρ κάθοδος τὸ ἓν πολλὰ ποιεῖ, ἡ δὲ ἄνοδος τὰ πολλὰ ἓν ποιεῖ. καὶ ἄμεινον τὰ πολλὰ ἓν ποιεῖν ἢ τὸ ἓν πολλά, ἐπειδὴ καὶ τὸ συνιστᾶν τοῦ διαιρεῖν πολὺ ἄμεινον καὶ τὸ σῴζειν τοῦ φθείρειν, ὡς δηλοῦσι καὶ οἱ ἅμα σταθμιζόμενοι χρυσοῖ πλείονα ὁλκὴν εἰσάγοντες τῆς ἀπὸ ἑκάστου ἰδίας συναγομένης ὁλκῆς. τὸ μὲν τὸ πρῶτον. δεύτερον ὅτι τεσσάρων ὄντων γενικωτάτων ὑπαλλήλων εἰδικωτάτων καὶ ἀτόμων τὸ μὲν γενικώτατον μοναχῶς κατηγορεῖται, τὸ δὲ ἄτομον μοναχῶς ὑπόκειται, τὰ δὲ μέσα καὶ κατηγορεῖται καὶ ὑπόκειται. καὶ τὸ μὲν γενικώτατον τριχῶς κατηγορεῖται, ὑπαλλήλων εἰδικωτάτων καὶ ἀτόμων, τὸ δὲ ἄτομον τριχῶς ὑπόκειται, εἰδικωτάτῳ ὑπαλλήλῳ καὶ γενικωτάτῳ, τὰ δὲ μέσα κατηγορεῖται καὶ ὑπόκειται, ἀλλ’ οὐχ ὁμοίως· τὰ μὲν γὰρ ὑπάλληλα μοναχῶς ὑπόκειται (τοῖς γενικωτάτοις γὰρ μόνον), διχῶς δὲ κατηγορεῖται (εἰδικωτάτων γὰρ καὶ ἀτόμων), τὰ δὲ εἰδικώτατα πᾶν τοὐναντίον διχῶς μὲν ὑπόκειται (γενικωτάτοις γὰρ καὶ ὑπαλλήλοις), μοναχῶς δὲ κατηγορεῖται· ἀτόμων γὰρ μόνον. τοῦτο δεύτερον. τρίτον ὅτι τεσσάρων ὄντων, ὡς εἴρηται, γενικωτάτων ὑπαλλήλων εἰδικωτάτων καὶ ἀτόμων, τὸ μὲν γενικώτατον καὶ ὑπάλληλον καὶ εἰδικώτατον ὑπεγράφη, τὸ δὲ ἄτομον οὐχ ὑπεγράφη. διὸ νῦν καὶ τὸ ἄτομον ὑπογράφει λέγων οὕτως· ἄτομόν ἐστιν τὸ ἐξ ἰδιοτήτων συστάν, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου ποτὲ τὸ αὐτὸ γένοιτο, ὥσπερ καὶ αἱ ἰδιότητες τοῦ Σωκράτους τὸ Ἀθηναῖον εἶναι, τὸ Σωφρονίσκου υἱόν, τὸ φιλόσοφον, τὸ προκοίλιον, τὸ σιμόν, τὸ φαλακρόν· ταῦτα γὰρ πάντα ἅμα ἄλλῳ ὑπάρξαι οὐ δύνανται. εἰ δὲ ἐρεῖς ὅτι ‘καὶ ἄλλῳ δύνανται ταῦτα ὑπάρξαι· τί γὰρ ἄτοπον; οὐ δήπου καὶ τὸ ἐν αὐτῷ τῷ τόπῳ ἑστάναι·2 ἓν γὰρ ὂν τῶν συμβεβηκότων τῷ Σωκράτει οὐ δύναται καὶ ἄλλῳ ὑπάρξαι, ἵνα οἱ δύο ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἐν τῷ αὐτῷ τόπῳ σταῖεν, ἵνα μὴ χωρήσῃ σῶμα διὰ σώματος. τοῦτο τρίτον. τέταρτον ὅτι τεσσάρων ὄντων γενικωτάτων ὑπαλλήλων εἰδικωτάτων ἀτόμων τὸ μὲν γενικώτατον μόνως ὅλον, τὸ δὲ ἄτομον μόνως μέρος, τὰ δὲ μέσα ὅλα καὶ μέρη, ὅλα μὲν τῶν ὑποκάτω μέρη δὲ τῶν ἐπάνω, καὶ ὅτι τὸ μὲν ὅλον μερῶν ὅλον καὶ οὐ μέρους (πολλὰ γὰρ τὰ μέρη, εἴ γε τὸ διαιρούμενον τοὐλάχιστον εἰς δύο διαιρεῖται), τὰ δὲ μέρη ὅλου μέρη· ἓν γὰρ τὸ ὅλον. ταῦτα ἔχει ἡ θεωρία. δεῖ δὲ εἰδέναι ὅτι τινὲς τῶν ἀρχαιοτέρων τὴν μὲν διαίρεσιν τὴν ἐκ γένους τοῦ γενικωτάτου μέχρις ἀτόμων γινομένην διαίρεσιν συνθετικὴν ἐκάλεσαν, τὴν δὲ ἐξ ἀτόμων μέχρι τοῦ γενικωτάτου γένους χωροῦσαν συναίρεσιν ἀναλυτικὴν προσηγόρευσαν· ἀπὸ γάρ, φασίν, ἁπλοῦ κατ’ ἐνέργειαν τοῦ γένους τοῦ γενικωτάτου χωρεῖ ἡ διαιρετικὴ συνθετικὴ ἐπί τι σύνθετον κατ’ ἐνέργειαν πρᾶγμα τὸν Σωκράτη, ἀπὸ δὲ τοῦ κατ’ ἐνέργειαν συνθέτου Σωκράτους ἀνάγεται ἡ ἀναλυτικὴ ἐπί τι ἁπλοῦν κατ’ ἐνέργειαν τὸ γένος τὸ γενικώτατον.
“因此,当向着最特殊的种下降时,必须在区分的同时穿过多数,而向着最普遍的属上升时,必须汇聚多数”。 波菲利曾许诺用两个例子来阐明最普遍的属、中间从属者和最特殊的种——一个取自范畴,另一个取自谱系——,在指明并非像在谱系中还原为宙斯这单一者那样在范畴中也同样可能(因为存在不是诸范畴的属)之后(并且通过取自范畴的例子,我们考察了四个逻辑问题),于是,在当下的考察中,直到关于种的论述结束为止,他探讨了四个逻辑定理。第一个是:既然存在最普遍的属、中间从属者、最特殊的种和个体这四者,并且在其中观察到两个极端,即最普遍的属与个体,你就可以走两条道路:一条是从最普遍的属到个体,另一条是从个体到最普遍的属;诸道路中的一条名称为下降,另一条为上升;下降类似于从一到十,而上升类似于从十到一;因为下降使一成为多,而上升使多成为一。使多成为一胜于使一成为多,因为结合也远胜于区分,保全胜于毁损,正如一起称重的金币所表明的那样,它们所带来的重量大于从每一枚分别收集到的重量。这是第一点。第二个是:既然存在最普遍的属、中间从属者、最特殊的种和个体这四者,那么最普遍的属仅仅被述托,个体仅仅充当主体,而中间者则既被述托又充当主体。并且,最普遍的属以三种方式被述托(述托中间从属者、最特殊的种和个体),个体以三种方式充当主体(充当最特殊的种、中间从属者和最普遍的属的主体),中间者则既被述托又充当主体,但方式并不相同;因为中间从属者仅以单一方式充当主体(仅对最普遍的属而言),却以两种方式被述托(述托最特殊的种和个体);而最特殊的种完全相反,以两种方式充当主体(对最普遍的属和中间从属者而言),却仅以单一方式被述托;因为仅述托个体。这是第二点。第三个是:既然如前所述存在最普遍的属、中间从属者、最特殊的种和个体这四者,那么最普遍的属、中间从属者和最特殊的种已被描述,但个体未被描述。因此,他现在也描述了个体,如此说道:“个体是由诸固有特性构成的,这些特性的聚合绝不可能在另一个事物上成为同一的”,正如苏格拉底的诸固有特性是身为雅典人、是索弗罗尼斯科之子、是哲学家、有大肚腩、塌鼻子、秃顶一样;因为所有这些不可能同时属于另一个人。如果你说“这些也可以属于另一个人;因为有什么荒谬之处呢?”——总不至于连站在完全同一地点也是如此吧!因为这作为属于苏格拉底的诸偶性之一,绝不可能也属于另一个人,以致两人在同一时间站在同一地点,免得身体穿过身体。这是第三点。第四个是:既然存在最普遍的属、中间从属者、最特殊的种、个体这四者,那么最普遍的属仅仅是整体,个体仅仅是部分,而中间者既是整体又是部分——对于其下的事物是整体,对于其上的事物则是部分;并且,整体是诸部分的整体而非一个部分的[整体](因为如果被区分者确实至少被区分为二,部分就是多数),而部分是整体的部分;因为整体是一。这就是本次考察所包含的内容。不过应当知道的是,古代人中有一些人把从最普遍的属直到个体所发生的区分称为综合的区分,而把从个体进行到最普遍的属的汇聚称为分析的;因为他们说,区分性的综合[方法]是从在现实性上单纯的最普遍的属,走向在现实性上复合的事物苏格拉底,而分析[方法]则是从在现实性上复合的苏格拉底,上溯到在现实性上单纯的某种事物,即最普遍的属。
- 28.1Ὑποσχόμενος ὁ Πορφύριος ... ἐνταῦθα οὖν ... ζητεῖ
句首的主格分词 Ὑποσχόμενος 与 δείξας 在经历较长的插入语(关系从句、原因从句及括号内的补充说明)后,借助复述小词 οὖν 与主句的主语 ὁ Πορφύριος 及其限定动词 ζητεῖ 重新衔接,构成句法上的复述照应结构。
- 28.1οὐ δήπου καὶ τὸ ἐν αὐτῷ τῷ τόπῳ ἑστάναι
这是针对设想的反对意见(εἰ δὲ ἐρεῖς...)所作的省略修辞性驳斥。冠词定语式不定词短语 τὸ ... ἑστάναι 充当主语,谓语省略了前文中的 [δύναται ἄλλῳ ὑπάρξαι]。小词 οὐ δήπου 表达具有强烈质疑与驳斥意味的否定(“总不至于……”)。
