- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:73.26-74.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯逐句注解了波菲利《导论》6,11–16,讨论了关于最普遍的属、最特殊的种和个体的限定性陈述、柏拉图的三条区分准则以及“不可分者/个体”的四种涵义。
p. 6,11 Δέκα μὲν οὖν τὰ γενικώτατα. Διὰ τοῦ εἰπεῖν οὕτως ἁπλῶς καὶ ἀπροσδιορίστως δέκα μὲν οὖν τὰ γενικώτατα, ἐπειδὴ τὸ ἀπροσδιόριστον τῷ καθόλου ἰσοδυναμεῖ, διὰ τούτων ἐδήλωσεν ὅτι καὶ τῇ φύσει καὶ τῇ γνώσει ἡμῶν ὥρισται τὰ γενικώτατα, ἐπειδὴ δέκα μόνον.
“于是,最普遍的属有十个”。通过如此简单且无限定地说“于是,最普遍的属有十个”——既然无限定者等同于全称者——,通过这些话,[波菲利]表明最普遍的属对于本性和我们的认知而言都是受限定的,既然它们仅仅是十个。
p. 6,12 Τὰ δὲ εἰδικώτατα ἐν ἀριθμῷ μέν τινι, οὐ μὴν ἀπείρῳ. Καὶ ἐνταῦθα διὰ τοῦ εἰπεῖν ἐν ἀριθμῷ μέν τινι ἐδήλωσεν ὅτι τῇ φύσει ἔγνωσται, διὰ δὲ τοῦ εἰπεῖν οὐ μὴν ἀπείρῳ ὅτι ἡμῖν ἄγνωστα.
“而最特殊的种在某种数目之中,决非无限”。在这里,也通过说“在某种数目之中”,他表明它们为本性所知;而通过说“决非无限”,[他表明]它们为我们所不知。
p. 6,12 Τὰ δὲ ἄτομα, ἅπερ ἐστὶ μετὰ τὰ εἰδικώτατα. Καὶ ἐνταῦθα διὰ τούτου ἐδήλωσεν ὅτι οὔτε τῇ φύσει οὔτε τῇ γνώσει ἡμῶν ὥρισται τὰ ἄτομα.
“而在最特殊的种之后的个体”。在这里,也通过这[句话,他]表明个体无论对于本性还是对于我们的认知而言都是不受限定的。
p. 6,13 Διὸ ἄχρι τῶν εἰδικωτάτων ἀπὸ τῶν γενικωτάτων κατιόντας παρεκελεύετο ὁ Πλάτων παύεσθαι. Ἐνταῦθα δηλοῖ τὸ πρῶτον διαιρετικὸν παράγγελμα τὸ λέγον δεῖν τὰς διαιρέσεις ἀπὸ τῶν γενικωτάτων μέχρι τῶν εἰδικωτάτων προάγειν καὶ μὴ ἅπτεσθαι τῶν ἀτόμων. ἡ μέντοι σύνταξις καθ’ ὑπέρβατόν ἐστιν.1
“因此柏拉图曾告诫人们,从最普遍的属下降时,要停在最特殊的种为止”。在这里,[波菲利]指明了第一条区分准则,即主张必须把区分从最普遍的属一直推进到最特殊的种,而不去触及个体。然而,其句法是依倒置法构成的。
p. 6,15 Κατιέναι δὲ διὰ τῶν διὰ μέσου. Πάλιν τὸ δεύτερον δηλοῖ διαιρετικὸν παράγγελμα τὸ λέγον ὅτι οὐ δεῖ ὑπερβάθμιον πόδα τείνειν καὶ ἀπὸ τῶν γενικωτάτων ἔρχεσθαι ἐπὶ τὰ εἰδικώτατα ὑπερβαίνοντα τὰ μέσα.
“并且要通过中间项下降”。[波菲利]再次指明了第二条区分准则,即主张不可跨大步而行,跳过中间项直接从最普遍的属到达最特殊的种。
p. 6,15 Διαιροῦντας ταῖς εἰδοποιοῖς διαφοραῖς. Ἐνταῦθα τὴν τρίτην ἐσήμανε διαιρετικὴν μέθοδον τὴν λέγουσαν συμβεβηκυίαις διαφοραῖς μὴ τέμνειν τὰ καθόλου, ἀλλ’ οὐσιώδεσιν.
“用种差来进行区分”。在这里,他指出了第三种区分方法,即主张不可用偶性差异去切割普遍者,而要用本质差异。
p. 6,16 Τὰ δὲ ἄτομά φησιν ἐᾶν. Τὸ ἄτομον πολλὰ σημαίνει· ἄτομον γὰρ ἢ τὸ δυσδιαίρετον, ὡς ἀδάμας, ἢ τὸ μὴ ἐπιδεχόμενον διαίρεσιν, ὡς τὸ σημεῖον, ἢ τὸ μικρότατον, ὡς ὁ κόκκος τῆς ψάμμου, ἢ τὸ μὴ σωζόμενον ἐν τῇ διαιρέσει ἀλλὰ φθειρόμενον, ὡς εἴ τις τὸν Σωκράτην διέλοι ἐνεργείᾳ εἰς χεῖρας καὶ πόδας, καθ’ ὃ σημαινόμενον νῦν δεῖ ἀκοῦσαι τὸ ἄτομον.
“而个体,他说,则应当放任不管”。个体[不可分者]具有多种含义:因为个体要么是指难以分割之物,如金刚石;要么是指不容许分割之物,如点;要么是指最小之物,如沙粒;要么是指在分割中不能保全反而毁损之物,正如有人若把苏格拉底实际分割为手和足一样;而现在应当按照这[第四种]含义来理解个体。
- 27.4ἡ μέντοι σύνταξις καθ’ ὑπέρβατόν ἐστιν.
该注指明了引文中的倒置(hyperbaton)现象,即“直到最特殊的种为止、从最普遍的属下降时”(ἄχρι τῶν εἰδικωτάτων ἀπὸ τῶν γενικωτάτων κατιόντας)这一词序把介词短语的自然逻辑顺序(“从最普遍的属……直到最特殊的种”)颠倒了。
