- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:71.25-73.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯讨论了四级存在者的界限划分——最普遍的属(十个)、中间项、最特殊的种(在受本性上有限但对人类认知而言无限)以及个体(在受本性与认知上皆无限),并通过不存在比无限者更无限之物以及沙数和德尔菲神谕的例子论证了最特殊的种之有限性。随后,他阐述了波菲利所传授的三条柏拉图式区分准则:不推进至个体、不跨越中间级差,以及依关节按本质差异而非偶性差异进行区分。
p. 6,11 Δέκα μὲν οὖν τὰ γενικώτατα, τὰ δὲ εἰδικώτατα ἐν ἀριθμῷ μέν τινι, οὐ μὴν ἀπείρῳ. Ἐπειδὴ μὴ μία φύσις τῶν ὄντων πάντων ἐδείχθη (τὸ γὰρ ὂν οὐχ ὡς γένος ἀλλ’ ὡς ὁμώνυμος φωνὴ διαιρεῖται κατὰ Ἀριστοτέλην καὶ Πορφύριον), φέρε τὴν φύσιν τῶν ὄντων πάντων πολυπραγμονήσωμεν. τεσσάρων τοίνυν ὄντων, γενικωτάτων ὑπαλλήλων εἰδικωτάτων καὶ ἀτόμων, τινὰ μὲν καὶ τῇ φύσει καὶ τῇ ἡμετέρᾳ γνώσει ὥρισται, ὡς τὰ γενικώτατα (ταῦτα γὰρ ὥρισται τῇ φύσει· δέκα γὰρ ἀεὶ καὶ οὐδέποτε πλείονα οὔτε τῇ φύσει οὔτε τῇ ἡμετέρᾳ γνώσει), τινὰ δὲ οὔτε τῇ φύσει οὔτε τῇ γνώσει ἡμῶν ὥρισται, ὡς τὰ ἀεὶ γινόμενα ἄτομα (τῇ γὰρ φύσει οὐχ ὥρισται, διότι οὐκ ἀεὶ ὁ αὐτὸς ἀριθμὸς τῶν ἀτόμων, ἀλλ’ οὐδὲ τῇ γνώσει ἡμῶν ταῦτα ὥρισται, εἴ γε τὸν νῦν ἀριθμὸν τῶν ἀτόμων ἀγνοοῦμεν, οὔτι λέγω τὸν τῶν μηδέπω γενομένων), τινὰ δὲ τῇ μὲν φύσει ὥρισται, ἡμῖν δὲ ἄπειρά ἐστιν, ὡς τὰ εἰδικώτατα· ταῦτα γὰρ ἡμῖν ἄγνωστα διὰ τὸ εἶναι ζῷά τινα ἐν ἀβάτοις ἡμῖν τόποις γινόμενα· εἰ γὰρ καὶ Ἀριστοτέλης περὶ ζῴων ἔγραψεν, τὰ πλεῖστα καὶ οὐχὶ πάντα ἱστόρησεν· καὶ οἱ μετ’ αὐτὸν γάρ τινων εἰδῶν ἐμνημόνευσαν, ἅπερ παρῆκεν αὐτός· εἰκὸς γὰρ καὶ αὐτὸν ἄνθρωπον ὄντα λαθεῖν τινα εἴδη ζῴων ἐν ἀβάτοις αὐτῷ τόποις γεννηθέντα. τῇ δὲ φύσει ὥρισται τὰ εἰδικώτατα· εἰ γὰρ ἄπειρα ἦν τῇ φύσει, ἐπειδὴ ἕκαστον εἰδικώτατον κατὰ πολλῶν ἀτόμων κατηγορεῖται, ἔσται τοῦ ἀπείρου ἀπειρότερον, ὁ ἀριθμὸς τῶν ἀτόμων τοῦ ἀριθμοῦ τῶν εἰδικωτάτων,1 ὅπερ ἀδύνατον· ἀνυπέρβλητον γὰρ τὸ ἄπειρον ὡς ποσὸν ἀδιεξίτητον. διὰ τοῦτο οὖν ἐπειδὴ οὐκ ἔστι τοῦ ἀπείρου ἀπειρότερον, οὐκ ἀδύνατα ἔλεγεν ὁ ἐν Δελφοῖς οἶδα ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω, κωφὸν λέγων τὸν ἐκ γεννητῆς ἄλαλον ὡς μὴ διδαχθέντα τὰς φύσει φωνάς· οὐδὲ γὰρ ἄπειρος ὁ ἀριθμὸς τῆς ψάμμου, ἵνα μὴ ᾖ τοῦ ἀπείρου ἀπειρότερον· μείζων γὰρ ὁ ἀριθμὸς τῆς ψάμμου προσλαβὼν τὸν ἀριθμὸν τὸν τῶν ἀνθρώπων μόνου τοῦ ἀριθμοῦ τῆς ψάμμου. * * * κἂν μέχρι τῆς ἀπλανοῦς γένηται ἡ ψάμμος, οὐκ ἄπειρος. Ἐπειδὴ δὲ ἀτόμων ἐμνήσθη, ἵνα μὴ νομίσῃ τις ὅτι μέχρι τῶν ἀτόμων δεῖ προάγειν τὰς διαιρέσεις, εἴργει τοῦτο ὁ Πορφύριος διά τινος Πλατωνικοῦ διαιρετικοῦ παραγγέλματος. διὰ δὲ τοῦτο καὶ ἄλλα δύο διαιρετικὰ παραγγέλματα παραδίδωσιν ἡμῖν· πρῶτον μὲν οὖν τοῦτο ὅτι δεῖ τὰς διαιρέσεις ἀπὸ τῶν γενικωτάτων προάγειν μέχρι τῶν εἰδικωτάτων καὶ μηδὲ προαφίστασθαι τῶν εἰδικωτάτων, ἵνα μὴ κολοβὸς γένηται ἡ διαίρεσις (οὐκ ἔστι γὰρ δίκτυον ἄφυκτον ἡ διαίρεσις), μηδὲ μὴν ἅπτεσθαι τῶν ἀτόμων· ἀμέθοδον γὰρ τοῦτο καὶ ἐπιστήμῃ οὐχ ὑποβέβληται· ἐπιστήμη γὰρ εἴρηται ὡς εἰς ἐπίστασιν ἄγουσα τὸν νοῦν, ὡς ἐν Κρατύλῳ ἐτυμολογεῖ. τοῦτο οὖν πρῶτον. δεύτερον οὐ δεῖ ὑπερβάθμιον πόδα τείνειν καὶ ἀπὸ τῶν γενικωτάτων ἔρχεσθαι ἐπὶ τὰ εἰδικώτατα ὑπερβαίνοντα τὰ μέσα, τοῦτ’ ἔστι μὴ διέλῃς τὴν οὐσίαν εἰς ἄνθρωπον καὶ ἵππον καὶ ἁπλῶς εἰς τὰ εἰδικώτατα, ἐπεὶ ψεῦδος τὸ τὴν διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται φυγόν,2 ἀλλὰ δεῖ τὴν οὐσίαν διελεῖν εἰς σῶμα καὶ ἀσώματον, ὡς καὶ ἀνωτέρω εἴρηται, καὶ οὕτως ἐφεξῆς. διὸ καὶ ὁ Πλάτων κακίζει τοὺς ὁριζομένους τὸν ἄνθρωπον οὕτως ‘ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν’ καὶ τὰ ἄλλα ἐάσαντας καὶ μόνης φροντίσαντας τῆς ἀντιστροφῆς (οὐδὲ γὰρ τοῦτο ἴδιον ὁρισμοῦ, ἀλλὰ οἱ ὁρισμοὶ τῆς ἀνατομῆς καὶ ἀναπτύξεως χάριν τῶν φύσεων ἐπενοήθησαν), καὶ δέον αὐτοὺς πάντα καταλέγειν3 τὰ οὐσιώδη καὶ συστατικὰ τοῦ πράγματος. τοῦτο δεύτερον. τρίτον ὅτι οὐ δεῖ κακοῦ μαγείρου δίκην παρ’ ἄρθρα τὰς τομὰς ποιεῖσθαι ἤτοι τὰς διαιρέσεις, τοῦτ’ ἔστιν οὐ δεῖ συμβεβηκυίαις διαφοραῖς τέμνειν τὰ καθόλου, ἀλλ’ οὐσιώδεσι. μὴ διέλῃς οὖν τὸ ζῷον εἰς λευκὸν καὶ μέλαν ἢ ἄρρεν καὶ θῆλυ, ἐπεὶ ἄπειροι αἱ διαιρέσεις, ὡς καὶ τὰ συμβεβηκότα ἄπειρα, ἀλλὰ δίελε τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον καὶ οὕτως κατὰ τάξιν πρόελθε, καὶ οὐκ ἔσονται ἄπειροι αἱ διαιρέσεις. τοῦτο καὶ τὸ τρίτον.
“于是,最普遍的属有十个,而最特殊的种在某种数目之中,决非无限”。 既然已经表明所有存在者的本性并非同一(因为按照亚里士多德和波菲利,存在不是作为属而是作为同名异义词被区分的),那么来吧,让我们探究所有存在者的本性。于是,在存在着四种东西——最普遍的属、从属属、最特殊的种和个体——之中,有些对于本性和我们的认知而言都是受限定的,如最普遍的属(因为这些受本性限定;因为无论对于本性还是对于我们的认知,它们始终是十个,决不会更多);有些对于本性和我们的认知而言都不受限定,如不断生成的个体(因为由于个体的数目并不始终相同,它们在本性上是不受限定的,而且对我们的认知而言它们也同样不受限定,如果我们甚至连个体目前的数目都不知道,更不用说那些尚未出生的个体的数目了);有些对于本性而言是受限定的,但对我们而言是无限的,如最特殊的种;因为这些对我们来说是未知的,因为有些动物是在我们无法涉足的地方生成的;因为即使亚里士多德写了关于动物的著作,他也只是考察了绝大多数而非全部;因为在他之后的人们也提及了他所遗漏的某些种;因为他自己作为人,忽略在对他来说无法涉足的地方生成的某些动物的种,也是合乎情理的。而最特殊的种在本性上是受限定的;因为如果它们在本性上是无限的,既然每个最特殊的种都在许多个体上被述说,那么就会出现比无限者更无限的东西,即个体的数目相对于最特殊的种的数目而言,而这是不可能的;因为无限者作为不可穷尽的量是不可逾越的。因此,既然没有比无限者更无限的东西,德尔菲的神谕所说的话并不是不可能的:“我知晓沙之数与海之量,我理解哑者,听闻无言之声”,这里把天生失音者称为“哑者”,因为他没有受过自然声音的教育;因为沙的数目并非无限,以免出现比无限者更无限的东西;因为沙的数目加上人的数目,要大于单纯沙的数目。[…]即使沙子堆到恒星天,它也不是无限的。 由于他提到了个体,为了不让人认为必须把区分一直推展到个体,波菲利通过某个柏拉图式的区分准则阻止了这一点。为此他也传授给我们另外两个区分准则:首先是这一条,即必须把区分从最普遍的属一直推展到最特殊的种,既不要在最特殊的种之前停步,以免区分变得残缺(因为区分不是无可逃脱的网),也决不要触及个体;因为这是没有方法的,也不属于科学知识的范围;因为正如他在《克拉底鲁篇》中所作的词源解释那样,科学知识之所以如此得名,是因为它使理智趋于停驻。这是第一点。第二,不可跨大步而行,跳过中间项直接从最普遍的属到达最特殊的种;也就是说,不要把实体区分为人和马、简言之区分为最特殊的种,否则“没有任何东西能夸口逃脱了区分法”这一断言就会成为虚妄;而是必须如上文所说的那样,把实体区分为物体和非物体,并如此按次序进行。因此柏拉图也责难那些把人定义为“能接受理智和科学知识的动物”的人,他们舍弃了其他东西而只顾及可逆性(因为这也并非定义的特有性质,定义是为了本性的剖析和展开而设立的),而他们本应当列举该事物的所有本质性和构成性要素。这是第二点。第三,不可像蹩脚的屠夫那样违背关节去进行切割即区分;也就是说,不可用偶性差异去切割普遍者,而要用本质差异。因此,不要把动物区分为白与黑,或雄与雌,否则区分就会是无限的,正如偶性也是无限的一样;而是要把动物区分为有理性的和无理性的,并这样依序推进,区分就不会是无限的。这也是第三点。
- 26.1ἔσται τοῦ ἀπείρου ἀπειρότερον, ὁ ἀριθμὸς τῶν ἀτόμων τοῦ ἀριθμοῦ τῶν εἰδικωτάτων
ὁ ἀριθμὸς τῶν ἀτόμων 为主语,τοῦ ἀριθμοῦ τῶν εἰδικωτάτων 为比较属格,它与前置的表语补足成分 τοῦ ἀπείρου ἀπειρότερον(“比无限者更无限的东西”)构成同位或阐释性对应。句子的基本骨架是:“个体的数目相对于最特殊的种的数目,将成为比无限者更无限的东西”。
- 26.1ψεῦδος τὸ τὴν διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται φυγόν
带有冠词的整个短语 τὸ ... φυγόν 作为省略了系词 ἐστί 的主语(意为“……这一说法/言论”),ψεῦδος 为表语。在被引用的名言内部,οὐδέν 是主语,分词 φυγόν 充当 καυχήσεται 的补充成分(“没有任何东西能夸口逃脱了……”)。
- 26.1καὶ δέον αὐτοὺς πάντα καταλέγειν
δέον 是源自无人称动词 δεῖ 的绝对宾格,构成表示让步或对比情态的分词短语(“而他们本应当列举……”)。不定式 καταλέγειν 的逻辑主语为宾格 αὐτούς。
