- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:70.2-71.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯讨论了亚里士多德将存在作为同名异义词区分为十个范畴与柏拉图将存在视为属之间的表面对立,指出存在的区分实际上是介于二者之间的第七种方式即“源于一且趋于一”,并通过借用两极之名命名中介的概念调和了两位哲学家的分歧。
p. 5,23 Τὰ δὴ πρὸ τῶν εἰδικωτάτων ἄχρι τοῦ γενικωτάτου ἀνιόντα γένη λέγονται καὶ εἴδη καὶ ὑπάλληλα γένη, οἷον Ἀγαμέμνων Ἀτρείδης Πελοπίδης Τανταλίδης. Δείξαντος τοῦ Πορφυρίου ὅτι ὡς ὁμώνυμος φωνὴ διαιρεῖται τὸ ὂν εἰς τὰς δέκα κατηγορίας, ὁ Πλάτων ὡς γένος τὸ ὂν βούλεται διαιρεῖσθαι κατασκευάζων οὕτως· ὅτι ‘ἃ λέγετε ὑμεῖς ἐπὶ τῶν γενῶν ὅτι οὐκ ἔστι τὸ πρότερον καὶ ὕστερον, τὰ αὐτὰ λέγω κἀγὼ ἐπὶ τῶν ὁμωνύμων ὅτι οὐκ ἔστιν οὐδὲ ἐπὶ τούτων τάξις· οὐδὲ γὰρ πρότερος ὁ ἔνυδρος κύων τοῦ χερσαίου.1 εἶτα πάλιν λέγετε ἐπὶ τῶν γενῶν ὅτι οὐκ ἀνάγκη ἑνὸς εἴδους ἀναιρουμένου καὶ τὰ λοιπὰ ἀναιρεῖσθαι· τὰ αὐτὰ δὲ κἀγὼ λέγω καὶ ἐπὶ τῶν ὁμωνύμων ὅτι οὐκ ἀνάγκη τοῦ χερσαίου ἀναιρεθέντος καὶ τὸν ἔνυδρον συναναιρεῖσθαι. πάλιν δὲ λεγόντων ὑμῶν ὅτι ἐπὶ τῶν γενῶν ἢ πάντα καθ’ αὑτὸ ἢ πάντα ἐν σχέσει, ὁμοίως καὶ ἐπὶ τῶν ὁμωνύμων τὸ αὐτό ἐστιν· ὁ χερσαῖος γὰρ καὶ ὁ ἔνυδρος καθ’ αὑτό’. ἀλλ’ ἐπειδὴ καὶ ὁ Πλάτων ἐν τῷ Παρμενίδῃ ὡς γένος τὸ ὂν διαιρεῖ καὶ ὁ Ἀριστοτέλης δὲ ἐν ταῖς Κατηγορίαις ὡς ὁμώνυμον2 φωνὴν διαιρεῖ τὸ ὄν, φέρε μὴ περιίδωμεν τὴν ἀλήθειαν μηδὲ τηλικούτους ἄνδρας διαφωνοῦντας ἐάσωμεν. διαιρεῖται τοίνυν τὸ ὂν οὐχ ὡς ὁμώνυμος φωνή (ὥσπερ ἐν Κατηγορίαις Ἀριστοτέλης καὶ νῦν ὁ Πορφύριος εἴρηκεν), οὐδὲ ὡς γένος εἰς εἴδη (ὥσπερ ὁ Πλάτων εἶπεν), ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. οὗτός ἐστιν ἕβδομος τρόπος τῆς διαιρέσεως. ἀφ’ ἑνὸς δὲ λέγω τὰ ἀπό τινος ποιητικοῦ αἰτίου παρωνομασμένα, οἷον ἰατρικὰ βιβλία, ἰατρικὰ ὄργανα (ἀπὸ γὰρ τῆς ἰατρικῆς), πρὸς ἓν δὲ τὰ πρὸς ἓν τέλος ἀφορῶντα, οἷον ὑγιεινὸν οὖρον καὶ ὑγιεινὸν σιτίον· ταῦτα γὰρ πρὸς ἓν τέλος ὁρᾷ, τὴν ὑγείαν. ταῦτα δὲ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν μέσα ἐστὶν ὁμωνύμων καὶ γενῶν· τῶν γὰρ ὁμωνύμων ὄνομα κοινὸν μόνον ἐχόντων ὁρισμὸν δὲ οὐδὲ ὅλως κοινόν, τῶν δὲ γενῶν καὶ ὀνόματος καὶ ὁρισμοῦ κοινοῦ μεταδιδόντων τοῖς εἴδεσι καὶ τούτου ἐξ ἴσου μετεχομένου (τοῦ γὰρ ὁρισμοῦ τοῦ ζῴου πάντες ὁμοτίμως μετέχομεν), ταῦτα τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὄνομα μὲν κοινὸν ἔχουσι καὶ πρᾶγμα κοινόν, ἀλλ’ ἀνομοίως μετεχόμενα· ὑγιεινὸν γὰρ λέγεται καὶ τὸ οὖρον καὶ τὸ σιτίον καὶ τὸν ὁρισμὸν τοῦ ὑγιεινοῦ ἐπιδέχονται, τὸ συμμέτρως ἔχειν πρὸς ὑγείαν, μᾶλλον δὲ ὑγιεινόν ἐστι τὸ σιτίον ἤπερ τὸ οὖρον· τὸ μὲν γὰρ σιτίον ποιεῖ τὴν ὑγείαν, τὸ δὲ οὖρον σημαίνει μόνον. οὕτως οὖν καὶ τὸ ὂν εἰς τὰς κατηγορίας διαιρεῖται· αἱ γὰρ κατηγορίαι καὶ ὀνόματος καὶ ὁρισμοῦ τοῦ αὐτοῦ μετέχουσι (πᾶσαι γὰρ κατηγορίαι λέγονται), ἀλλ’ ἀνομοίως· μᾶλλον γὰρ ὂν ἡ οὐσία, ἐπειδὴ διὰ τὴν οὐσίαν καὶ τὰ λοιπά· ὥσπερ γὰρ τὸν παιδαγωγὸν φιλοῦντες διὰ τὸν παῖδα μᾶλλον τὸν παῖδα φιλοῦμεν καὶ ὥσπερ τὸν ἄκρατον οἶνον μᾶλλον λέγομεν μεθύσκειν, ἐπειδὴ διὰ τὸν ἄκρατον καὶ ὁ κεκερασμένος μεθύσκει, οὕτω καὶ ἡ οὐσία μᾶλλον ὄν ἐστιν, ἐπειδὴ δι’ αὐτὴν καὶ αἱ ἄλλαι κατηγορίαι. εἰ οὖν μέσα τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὡς ἐδείξαμεν, τὰ δὲ μέσα ἔξεστι τοῖς τῶν ἄκρων ὀνόμασιν ὀνομάζειν, ὡς εἴ τις τὸ φαιὸν ποτὲ μὲν λευκὸν ποτὲ δὲ μέλαν ὀνομάζοι καὶ τὸ χλιαρὸν ποτὲ μὲν θερμὸν ποτὲ δὲ ψυχρὸν καλοίη, οὐδεμία διαφωνία παρὰ τοῖς φιλοσόφοις εὑρίσκεται, τοῦ μὲν λέγοντος ὡς γένος διαιρεῖσθαι τὸ ὄν, τοῦ δὲ ὡς φωνὴν ὁμώνυμον.
“于是,在最特殊的种之前、一直上升到最普遍的属的那些,被称为属,也被称为种以及从属属,例如阿伽门农、阿特柔斯之子、珀罗普斯之子、坦塔罗斯之子”。 波菲利指出了存在是作为同名异义词被区分为十个范畴,而柏拉图则希望存在作为属被区分,并这样立论道:“你们关于属所说的不存在在先者与在后者,这同一件事我也关于同名异义者这样说,即在它们之中也没有先后次序;因为水生的[犬]并不先于陆生的。其次,你们关于属又说,当一个种被消灭时并没有必然性使其余的也被消灭;而我也关于同名异义者说完全一样的话,即当陆生的被消灭时并没有必然性使水生的也一同被消灭。再者,当你们说在属中要么全部是自在的、要么全部是在关系之中的,同样在同名异义者中也是一样;因为陆生的和水生的都是自在的”。 但是,既然柏拉图在《巴曼尼得斯篇》中把存在作为属来区分,而亚里士多德在《范畴篇》中把存在作为同名异义词来区分,那么来吧,让我们不要忽视真理,也不要任凭如此伟大的人物彼此分歧。因此,存在既不是(如亚里士多德在《范畴篇》中以及现在的波菲利所说的那样)作为同名异义词被区分,也不是(如柏拉图所说的那样)作为属区分为种,而是作为源于一和趋于一之物被区分。这是区分的第七种方式。 我所说的“源于一”,是指从某种有效原因派生命名之物,例如医学书籍、医学仪器(因为它们源于医术);而“趋于一”是指指向一个目的之物,例如健康的尿液和健康的食物;因为这些指向一个目的,即健康。这些源于一和趋于一之物处于同名异义者与属之间;因为同名异义者仅具有共同的名称,完全没有共同的定义,而属把共同的名称和共同的定义都赋予诸种,且这是被均等分有的(因为我们所有人都同等地分有动物的定义),而这些源于一和趋于一之物虽然具有共同的名称和共同的实质,却是被不均等地分有的;因为尿液和食物都被称为健康的,并且接受健康的定义,即对健康具有适度的关联,但食物比尿液更是健康的;因为食物产生健康,而尿液仅仅标示〔健康〕。因此,存在也是这样被区分为诸范畴的;因为诸范畴分有相同的名称和定义(因为它们全都被称为范畴),但却是不均等的;因为实体更加是存在,因为其余的都是由于实体才存在的;正如我们由于孩子而喜爱家庭教师时更喜爱孩子,又正如我们说纯酒更能使人醉,因为掺水酒也是由于纯酒才使人醉一样,实体也同样更加是存在,因为其他范畴都是由于它才存在的。 因此,如果像我们所表明的那样,源于一和趋于一之物是中介,而中介是可以用两极的名称来命名的(就像有人有时把灰色命名为白色、有时命名为黑色,有时把温热称为热、有时称为冷一样),那么在哲学家们之间就没有发现任何分歧,一人说存在是作为属被区分,另一人则说是作为同名异义词。
- 25.1ὁ ἔνυδρος κύων τοῦ χερσαίου
阳性单数的 ὁ ἔνυδρος κύων 与 τοῦ χερσαίου(承前省略 κυνός)指代同名异义词的典型例子 κύων(“犬”);语法上,τοῦ χερσαίου 是直接受前文比较级 πρότερος 支配的比较属格,意为“水生的犬并不先于陆生的[犬]”。
- 25.1τοῦ μὲν λέγοντος ὡς γένος διαιρεῖσθαι τὸ ὄν, τοῦ δὲ ὡς φωνὴν ὁμώνυμον
此处为独立属格结构(genitive absolute),进一步具体展开修饰前述主句中的 παρὰ τοῖς φιλοσόφοις。分词配合 τοῦ μὲν ... τοῦ δὲ 构成部分同位语关系,分别对应并对比柏拉图与亚里士多德两者的主张。
