← 埃利亚斯

波菲利《导论》注释

§68.19-69.29

作为同名异义词的存在划分与始原宙斯

埃利亚斯论证了存在区分为十个范畴不能是属区分为种、整体区分为部分、实体与偶性的互分或种区分为个体,从而确立其只能是同名异义词的多义性划分。随后他解释了波菲利在谱系归结于宙斯时加上“大多”的原因,援引了波塞冬之子哈利罗提奥斯的例子,并辨析了诗人们作品中两种不同的宙斯概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.4#2

δείξωμεν οὖν ὅτι ὡς γένος εἰς εἴδη οὐ δύναται διαιρεῖσθαι· ἐπὶ γὰρ τῶν ἀπὸ τοῦ γένους διαιρεθέντων εἰδῶν οὐκ ἔστι τὸ πρότερον καὶ ὕστερον (τοῦ γὰρ λογικοῦ καὶ ἀλόγου, εἰδῶν ὄντων τοῦ ζῴου, οὐδὲν οὐδενὸς πρότερον), ἐπὶ δὲ τῶν κατηγοριῶν ἔστι τὸ πρῶτον καὶ ὕστερον· προτέρα γὰρ ἡ οὐσία τῶν ἄλλων τῇ φύσει· συναναιρεῖ γὰρ τὰ συμβεβηκότα καὶ οὐ συναναιρεῖται αὐτοῖς·1 τῆς γὰρ οὐσίας ἀναιρουμένης συναναιρεῖται αὐτῇ τὰ συμβεβηκότα (ἐν αὐτῇ γὰρ τὸ εἶναι ἔχουσι), τῶν δὲ συμβεβηκότων ἀναιρουμένων οὐ συναναιρεῖται ἡ οὐσία ὡς αὐθυπόστατος. καὶ συνεισάγεται ἡ οὐσία τοῖς συμβεβηκόσιν, οὐ συνεισάγεται δὲ αὐτῇ τὰ συμβεβηκότα· ὄντων γὰρ τῶν συμβεβηκότων πάντως καὶ ἡ οὐσία ἔστιν (ἐν αὐτῇ γὰρ ὑφίσταται τὰ συμβεβηκότα), τῆς δὲ οὐσίας οὔσης οὐ πάντως εἰσὶ τὰ συμβεβηκότα· τῇ γὰρ θείᾳ οὐσίᾳ οὐδὲν συμβέβηκε. δεύτερον ἐπιχείρημα ἐν τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις· οὐκ ἀνάγκη ἑνὸς εἴδους ἀναιρουμένου καὶ τὰ λοιπὰ ἀναιρεῖσθαι (οὐδὲ γὰρ τοῦ λογικοῦ ἀναιρεθέντος ἀναιρεῖται τὸ ἄλογον), ἐνταῦθα δὲ ἑνὸς εἴδους ἀναιρεθέντος καὶ τὰ λοιπὰ ἀναιρεῖται· τῆς γὰρ οὐσίας ἀναιρεθείσης πᾶσαι ἀναιροῦνται αἱ κατηγορίαι. τρίτον ἐπιχείρημα ἐν τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις· * * ἢ πάντα καθ’ αὑτὸ2 ὡς τὸ λογικὸν καὶ ἄλογον, ἢ πάντα ἐν σχέσει, ὡς τοῦ πολλαπλασίου τὰ εἴδη τὸ τριπλάσιον τὸ τετραπλάσιον καὶ τὰ ἐφεξῆς· ἐπὶ δὲ τῶν κατηγοριῶν αἱ μὲν ἐννέα καθ’ αὑτό εἰσι, τὰ δὲ πρός τι ἐν σχέσει. οὕτως μὲν ὅτι οὐχ ὡς γένος εἰς εἴδη. ἀλλ’ οὐδὲ ὡς ὅλον εἰς μέρη ὁμοιομερῆ· εἰ γὰρ ὁμοιομερὲς τὸ καὶ ὀνόματος καὶ ὁρισμοῦ μετέχον κοινοῦ, αἱ κατηγορίαι ὁρισμὸν οὐκ ἔχουσι κοινόν. ἀλλ’ οὐδὲ εἰς ἀνομοιομερῆ, ἐπειδὴ ἀνομοιομερές ἐστι τὸ καὶ ὀνόματος καὶ πράγματος ἔχον διαφοράν, αἱ δὲ κατηγορίαι ὄνομα κοινὸν ἔχουσι· πᾶσαι γὰρ κατηγορίαι λέγονται. ἀλλ’ οὐδὲ ὡς οὐσία εἰς συμβεβηκός, ἐπειδὴ ἔδει πάσας συμβεβηκότα εἶναι. ἀλλ’ οὐδὲ ὡς συμβεβηκὸς εἰς οὐσίαν, ἐπεὶ ἔδει πάσας οὐσίας εἶναι. ἀλλ’ οὐδὲ ὡς εἶδος εἰς ἄτομα, ἐπειδὴ τὰ ἄτομα ἄπειρα καὶ ἀπεριόριστα καὶ μὴ ὑποπίπτοντα ἐπιστήμῃ, αἱ δὲ κατηγορίαι δέκα τὸν ἀριθμόν. λείπεται τοίνυν ὡς ὁμώνυμον φωνὴν εἰς διάφορα σημαινόμενα διαιρεῖσθαι τὸ ὂν εἰς τὰς δέκα κατηγορίας.

那么,让我们表明存在不能像属区分为种那样被区分;因为在从属区分出的诸种之中并不存在在先者与在后者(作为动物之种的有理性的与无理性的,没有一个在另一个之先),但在诸范畴之中却存在第一者与在后者;因为实体在自然本性上先于其他者;因为实体连带消灭诸偶性,而自身并不随它们一同消灭;因为当实体被消灭时,诸偶性随它一同消灭(因为它们的存在就在于实体之中),但当诸偶性被消灭时,作为自立存在者的实体并不随它们一同消灭。而且实体随着诸偶性而被引入,但诸偶性并不随着实体而被引入;因为诸偶性若存在,实体必然也存在(因为诸偶性在实体中立足),但实体若存在,诸偶性却不必然存在;因为对神圣实体而言没有任何偶性。在按属区分为种之物中的第二个论据:并没有必然性使得一个种被消灭时其余的也被消灭(因为当有理性的被消灭时,无理性的并不被消灭),而在这里一个种被消灭时其余的也被消灭;因为当实体被消灭时,所有的范畴都被消灭了。在按属区分为种之物中的第三个论据:[……]要么全部是自在的,如有理性的与无理性的,要么全部是在关系之中的,如倍数的诸种即三倍、四倍等等;而在诸范畴中,九个是自在的,而关系者是在关系之中的。这样就表明了它不是作为属区分为种。但它也不是作为整体区分为同质部分;因为如果同质部分是指分有共同的名称和定义者,那么诸范畴并没有共同的定义。但它也不是区分为异质部分,因为异质部分是指在名称和实质上都有差异者,而诸范畴具有共同的名称;因为它们全都被称为范畴。但它也不是作为实体区分为偶性,因为若是那样所有的就必须都是偶性了。但它也不是作为偶性区分为实体,因为若是那样所有的就必须都是实体了。但它也不是作为种区分为不可分割者,因为不可分割者是无限的、无限定的且不能落入科学之中,而诸范畴在数量上是十个。因此剩下的只能是:存在区分为十个范畴,乃是像同名异义词区分为不同的含义。

§24.5

p. 6,3 Ἀλλ’ ἐπὶ μὲν τῶν γενεαλογιῶν εἰς ἕνα ἀναφέρουσι, φέρε εἰπεῖν τὸν Δία’, 〈τὴν ἀρχὴν〉 ὡς ἐπὶ τὸ πλεῖστον. Καλῶς εἶπεν ὡς ἐπὶ τὸ πλεῖστον· ἰδοὺ γὰρ Ἁλιρρόθιος ὑπὸ Ποσειδῶνα τελῶν κατὰ τοὺς τῶν ποιητῶν ληρώδεις μύθους οὐκ ἀνάγεται ὑπὸ τὸν Δία διὰ τὸ τριχθὰ δὲ πάντα δέδασται.3 διὸ καὶ ἀποροῦσιν ὅτι εἰ τριχθὰ πάντα δέδασται, πῶς ὁ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε ὑπ’ ἐκείνων εἴρηται. καὶ λέγομεν ὅτι διττὸς ὁ Ζεὺς παρὰ τοῖς ποιηταῖς, ὁ μὲν εἷς τῶν τριῶν, ὡς ὅταν λέγωσιν ἐνάλιος Ζεύς, χθόνιος Ζεύς, αἰθέριος Ζεύς, ὁ δὲ πρὸ τῶν τριῶν, ὡς ὅταν λέγηται πατὴρ ἀνδρῶν τε θεῶν τε.

“但是在谱系中,大多将本原归结到一个,比如宙斯”。他说“大多”说得很好;因为看哪,按照诗人们愚蠢的神话归属于波塞冬之下的哈利罗提奥斯,就由于“万物被三分”而不能归结到宙斯之下。因此他们也感到困惑:如果万物被三分,为什么宙斯被那些诗人们称为“诸神与人类之父”呢?于是我们说,在诗人们那里宙斯是双重的:一个是三者之中的一个,正如当他们说海上的宙斯、地下的宙斯、以太的宙斯时那样;另一个则在三者之先,正如当他被称为“诸神与人类之父”时那样。

语法注3 条
  1. 24.4συναναιρεῖ γὰρ τὰ συμβεβηκότα καὶ οὐ συναναιρεῖται αὐτοῖς

    动词 συναναιρέω(连带消灭)的主动语态与被动语态的对照。主动式 συναναιρεῖ 以实体(ἡ οὐσία)为主语,以 τὰ συμβεβηκότα 为宾语(“连带消灭偶性”)。被动式 οὐ συναναιρεῖται 同样以 ἡ οὐσία 为主语,与格 αὐτοῖς 指代偶性,作伴随与格(“不随它们一同被消灭”)。

  2. 24.4τρίτον ἐπιχείρημα ἐν τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις· * * ἢ πάντα καθ’ αὑτὸ

    文本存在脱文标记(星号),遗失了引导规则的主句部分(如“在属区分为种的划分中,被区分的诸种必须……”)。其后的 ἢ πάντα καθ’ αὑτὸ ... ἢ πάντα ἐν σχέσει 构成表述语性的二者择一结构,介词短语 καθ’ αὑτό(自在的)与 ἐν σχέσει(在关系中的)形成对照。

  3. 24.5διὰ τὸ τριχθὰ δὲ πάντα δέδασται

    介词 διά 连同中性单数宾格定冠词 τό,将引文 τριχθὰ δὲ πάντα δέδασται(荷马《伊利亚特》15.189“万物被三分”)整体作为名词性从句(原因宾语)来统辖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:68.19-69.29