- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:66.14-68.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯解释了波菲利在划分实体时为何采用垂直演进而非并列划分,并讨论了最高属和最底种所具有的单一关系。进而,他借用谱系的比喻阐明最高属、最底种和中间种,并论证范畴论中的“存在”并非单一的属,而是一个同名异义词,属于六种划分方式中基于词义多样性的划分。
p. 4,21 Ἡ οὐσία ἐστὶ μὲν καὶ αὐτὴ γένος, ὑπὸ δὲ ταύτην σῶμα καὶ ὑπὸ τὸ σῶμα. Διὰ τί, φασί, μὴ ὡς ἡμεῖς εἰς δύο διεῖλε τὴν οὐσίαν, εἰς σῶμα καὶ ἀσώματον, καὶ οὕτως ἐφεξῆς εἰς ἀντιδιῃρημένα; καὶ λέγομεν ὅτι τῆς κατὰ βάθος μόνον ἔχρηζε προόδου1 διὰ τὸ γενικώτατον καὶ εἰδικώτατον καὶ ὑπάλληλον.
“实体本身也是属,在它之下有物体,在物体之下有……”。他们说:“为什么波菲利不按我们所做的那样,把实体二分为物体与非物体,并由此依次区分为互相对立的划分呢?”我们说,这是因为为了说明最高属、最底种和从属者,他仅仅需要垂直方向上的推进。
p. 4,32 Καὶ πᾶν τὸ πρὸ τῶν ἀτόμων. Καλῶς εἶπε τὸ πρὸ τῶν ἀτόμων προσεχῶς, ἐπειδὴ καὶ τὰ ὑπάλληλα καὶ τὸ γενικώτατον πρὸ τῶν ἀτόμων, ἀλλ’ οὐ προσεχῆ.
“以及所有在不可分割者之前的东西”。他说在不可分割者之前的东西是“直接的”,这说得很好,因为从属者和最高属也都在不可分割者之前,但不是直接的。
p. 5,9 Τὰ δὲ ἄκρα μίαν ἔχει σχέσιν. Τὸ μὲν γενικώτατον τὴν πρὸς τὰ μετ’ αὐτὸ ἔχει μόνον σχέσιν (γένος γὰρ πρὸ αὐτοῦ οὐκ ἔχει· τὸ γὰρ ὂν πρὸ τοῦ γενικωτάτου, ἀλλ’ οὐ γένος), τὰ δὲ εἴδη καὶ πρὸς τὰ ἄτομα ἔχει σχέσιν ἀλλ’ οὐκ ἄλλην· καὶ τῶν ἀτόμων γὰρ εἶδος ὡς περιέχον αὐτὰ καὶ τῶν γενῶν εἶδος ὡς περιεχόμενον ἐξ αὐτῶν.
“两极只有一种关系”。最高属仅仅具有相对于其后之物的关系(因为在它之前没有属;虽然存在在最高属之前,但不是属),而种也具有相对于不可分割者的关系,但没有另一种关系;因为作为包容不可分割者之物,它是不可分割者的种,而作为被属所包容之物,它又是属的种。
p. 5,23 Τὰ δὲ πρὸ τῶν εἰδικωτάτων ἄχρι τοῦ γενικωτάτου ἀνιόντα γένη τε λέγεται καὶ εἴδη καὶ ὑπάλληλα γένη, ὡς ὁ Ἀγαμέμνων Ἀτρείδης καὶ Πελοπίδης. Ὑποσχόμενος ὁ Πορφύριος δύο παραδείγμασιν ὑποβάλλειν τὰ γενικώτατα καὶ εἰδικώτατα καὶ ὑπάλληλα, ἑνὶ μὲν ἀπὸ τῶν κατηγοριῶν ἑτέρῳ δὲ ἀπὸ τῶν γενεαλογιῶν, ἤδη μὲν τῷ ἀπὸ τῶν κατηγοριῶν ἐχρήσατο. ἔρχεται δὲ καὶ ἐπὶ τὸ δεύτερον, φημὶ τὸ ἀπὸ τῶν γενεαλογιῶν, καὶ μιᾷ κέχρηται τῇ ἀπὸ τοῦ Διὸς διὰ ταύτης καὶ τὰς λοιπὰς ἔχων διὰ τὸ πατὴρ ἀνδρῶν τε θεῶν τε.2 ἐνταῦθα οὖν ἐπὶ τῶν γενεαλογιῶν ὁ μὲν μόνως πατήρ, φέρε εἰπεῖν ὁ Ζεύς, ὁ δὲ μόνως υἱὸς ὡς Ὀρέστης, οἱ δὲ πατέρες ἅμα καὶ υἱεῖς ὡς Ἀτρεύς, Τάνταλος. καὶ ἀναλογεῖ ὁ μὲν μόνως πατὴρ τῷ γενικωτάτῳ, ὁ δὲ μόνως υἱὸς τῷ εἰδικωτάτῳ, οἱ δὲ πατέρες ἅμα καὶ υἱεῖς ὑπαλλήλοις. καὶ μὴ νομίσῃς, φησὶν ὁ Πορφύριος, ὅτι ἐπειδὴ παραδείγματι τῶν κατηγοριῶν ἐχρησάμην ταῖς γενεαλογίαις, ὅτι ὥσπερ3 ἐπὶ τῶν γενεαλογιῶν εἰς ἓν γένος τὸ ἀνωτάτω ἀνάγονται, εἰς τὸν Δία, οὕτως καὶ ἐπὶ τῶν κατηγοριῶν ἔχει· οὐδὲ γὰρ ἀνάγονται ὑπὸ ἓν γένος πᾶσαι, ἀλλὰ δέκα γενικώτατά εἰσι καὶ ἀρχαὶ δέκα πάντων τῶν ὄντων, καὶ ἔστιν ἐν ἑκάστῃ αὐτῶν καὶ γενικώτατον καὶ εἰδικώτατον καὶ ὑπάλληλον, καὶ οὐ τελεῖ τὸ ἕτερον ὑπὸ τὸ ἕτερον· οὐδὲ γὰρ τὸ ὂν γένος τῶν κατηγοριῶν· οὐδὲ γὰρ ὡς γένος εἰς εἴδη διαιρεῖται ἀλλ’ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα· ἑξαχῶς γὰρ γινομένης τῆς διαιρέσεως δειχθήσεται ὅτι κατ’ οὐδένα τῶν πέντε τρόπων δύναται διαιρεῖσθαι τὸ ὂν εἰς τὰς δέκα κατηγορίας· λείπεται οὖν κατὰ τὸν ἕκτον. ἑξαχῶς γὰρ διαιρεῖται τὰ διαιρούμενα, ἢ ὡς γένος εἰς εἴδη, ὡς τὸ ζῷον εἰς τὸ λογικὸν καὶ ἄλογον, ἢ ὡς ὅλον εἰς μέρη, καὶ τοῦτο διχῶς ἢ ὡς εἰς ὁμοιομερῆ ἢ ὡς εἰς ἀνομοιομερῆ (ὁμοιομερῆ λεγόντων ἡμῶν τὰ καὶ ὀνόματος καὶ πράγματος ἔχοντα κοινωνίαν καὶ πρὸς ἑαυτὰ καὶ πρὸς τὸ ὅλον, οὗπέρ εἰσι μέρη· τὸ γὰρ ὀστέον εἰς μέρη διῃρημένον καὶ ὀνόματος καὶ ὁρισμοῦ κοινωνίαν ἔχει, ὁμοίως καὶ νεῦρα καὶ φλέβες· ἀνομοιομερῆ δέ, ἃ οὔτε ὀνόματος οὔτε ὁρισμοῦ κοινωνίαν ἔχει πρὸς ἑαυτὰ καὶ πρὸς ὅλον, ὡς τὰ μέρη τοῦ προσώπου, ὀφθαλμοὶ ῥὶς χείλη, οὔτε λέγονται πρόσωπα οὔτε εἰσίν, οὔτε δὲ οἱ ὀφθαλμοὶ ῥὶς λέγονται ἢ εἰσὶν οὔτε ἡ ῥὶς ὀφθαλμοὶ ἢ τὰ χείλη ῥὶς ἢ ὀφθαλμοί), ἢ ὡς οὐσία εἰς συμβεβηκός, ὡς ἵνα εἴπω τῶν ἀνθρώπων οἱ μὲν λευκοὶ οἱ δὲ μέλανες καὶ τοῦ ζῴου τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ· (μεταβάλλει γὰρ κατὰ τοῦτο, ὡς ὁ Ἀριστοτέλης ἱστόρησεν ὅτι ἔστι ζῷον, ὃ πολλάκις τῆς ἡμέρας μεταβάλλει εἰς τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὃ καὶ τροχὸς καλεῖται διὰ τὸ ἐπιτρέχειν τὰ εἴδη, καὶ ἡ ὕαινα δὲ τῶν μεταβαλλόντων ἐστὶν εἰς τὸ θῆλυ καὶ ἄρρεν, εἰ καὶ δι’ ἓξ μηνῶν τοῦτο πάσχει, καὶ ὁ λαγωὸς δὲ ὁμοίως τοῦτο πάσχει καὶ μεταβάλλει), ἢ ἀνάπαλιν ὡς συμβεβηκὸς εἰς οὐσίαν, ὡς ἡνίκα εἴπωμεν ὅτι τοῦ λευκοῦ τὸ μὲν κύκνος τὸ δὲ ψιμύθιον τὸ δὲ χιών, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ἡ κύων φωνὴ εἰς χερσαῖον θαλάττιον ἀστρῷον φιλόσοφον, ἢ ὡς εἶδος εἰς ἄτομα, ὡς ὁ καθόλου ἄνθρωπος εἰς τοὺς κατὰ μέρος.
“而在最底种之前、上升至最高属的东西,既被称为属,也被称为种,还被称为从属的属,正如阿伽门农既是阿特柔斯之子也是珀罗普斯之后代”。波菲利曾许诺用两个例子来阐明最高属、最底种和从属者,一个来自范畴,另一个来自谱系,他已经使用了来自范畴的例子。现在他又进至第二个,我指的是来自谱系的例子,并且使用了一个来自宙斯的单一谱系,通过这一个谱系也囊括了其余的谱系,这是因为宙斯是“诸神与人类之父”。因此在这里,在谱系中,有单纯作为父亲者,比如宙斯;有单纯作为儿子者,如俄瑞斯忒斯;也有同时既是父亲又是儿子者,如阿特柔斯和坦塔罗斯。单纯作为父亲者对应于最高属,单纯作为儿子者对应于最底种,而同时既是父亲又是儿子者则对应于从属者。波菲利说,不要以为既然我用谱系作为范畴的例子,正如在谱系中它们被归结到一个最高属即宙斯那样,在范畴中也是如此;因为并非所有的范畴都被归结在一个单一属之下,而是有十个最高属以及一切存在者的十个本原,在它们各自之中都有最高属、最底种和从属者,并且一个并不从属于另一个;因为存在并不是范畴的属;它不是像属区分为种那样被区分,而是像同名异义词区分为不同的含义那样被区分;因为划分按六种方式进行,将表明存在不能按五种方式中的任何一种区分为十个范畴;因此剩下的只能是按照第六种方式。因为被划分之物按六种方式划分:或者作为属区分为种,如动物区分为有理性的和无理性的;或者作为整体区分为部分,这有两种方式,要么区分为同质部分,要么区分为异质部分(我们所说的同质部分,是指与彼此以及与它们所属的整体都共享名称和实质者;因为一根骨头被分割为各部分,仍共享名称和定义,神经和静脉也是如此;而异质部分,是指与彼此以及与整体既不共享名称也不共享定义者,例如脸的各部分,眼睛、鼻子、嘴唇,既不被称为脸也不是脸,眼睛既不被称为鼻子也不是鼻子,鼻子既不是眼睛,嘴唇也不是鼻子或眼睛);或者作为实体区分为偶性,例如我说在人之中有些人是白的有些人是黑的,在动物之中有些是雄性有些是雌性(因为动物在这方面会变化,正如亚里士多德所记载的,有一种动物一天之中多次变为雄性和雌性,由于它遍历这些形式因而也被称为轮子,鬣狗也是变为雌性和雄性的动物之一,即便它是每隔六个月才经历这种变化,野兔也同样经历这种变化);或者反过来作为偶性区分为实体,例如我们说在白的东西之中有的是天鹅,有的是铅白,有的是雪;或者作为同名异义词区分为不同的含义,例如“狗”这个词区分为陆上的狗、海里的狗、天上的星宿和哲学家;或者作为种区分为不可分割者,如普遍的人区分为个别的人。
- 24.1τῆς κατὰ βάθος μόνον ἔχρηζε προόδου
ἔχρηζε 支配属格宾语 τῆς ... προόδου。介词短语 κατὰ βάθος 意为“在深度上”或“垂直方向的”,与前句中横向的对立并列划分(ἀντιδιῃρημένα,即 κατὰ πλάτος)相对立。
- 24.4διὰ ταύτης καὶ τὰς λοιπὰς ἔχων διὰ τὸ πατὴρ ἀνδρῶν τε θεῶν τε
分词 ἔχων 的主语是上下文中的波菲利。通过采用宙斯的一条谱系(ταύτης),由于宙斯是“诸神与人类之父”,他从而包含并概括了(ἔχων)其余的所有谱系。
- 24.4ὅτι ἐπειδὴ παραδείγματι τῶν κατηγοριῶν ἐχρησάμην ταῖς γενεαλογίαις, ὅτι ὥσπερ
在 μὴ νομίσῃς 之后引导宾语从句的连词 ὅτι 由于插入了原因从句(ἐπειδὴ...)而重复出现(重复 ὅτι)。在句法上,后面的 ὅτι ὥσπερ... 恢复并承接了真正的内容从句。
