← 埃利亚斯

波菲利《导论》注释

§64.23-66.12

有魂物的区分与植形动物及神的定位疑难

针对有魂物三分法的质疑,注解者通过三种潜能以及感觉与运动的六种结合来为植形动物辩护,将必死与不死的划分解释为动物的追加划分,并借由天体神与第一原因超越理性的本性化解了神被置于物体之下的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.3#2

φασὶν οὖν πρὸς τοῦτο τὴν λύσιν τοιαύτην, ὅτι πᾶν ἔμψυχον τρεῖς ἔχει δυνάμεις, θρεπτικήν, αὐξητικήν, τοῦ ὁμοίου γεννητικήν· καὶ εἰ μὲν ταύτας ἔχοι μόνας, λέγεται φυτόν, διὸ καὶ ὁ φιλόσοφος Πλωτῖνος ἔλεγε περὶ τῶν ταῖς δυνάμεσι ταύταις σχολαζόντων οἷον τῷ ἐσθίειν καὶ συνουσιάζειν, καταφρονούντων δὲ λογικῆς θεωρίας, ὅτι κινδυνεύουσιν ἀποδενδρωθῆναι. εἰ δὲ πρὸς ταύταις ταῖς δυνάμεσι καὶ κίνησιν καὶ αἴσθησιν προσλάβοι, γίνεται ζῷον, εἰ δὲ αἴσθησιν μόνον προσλάβοι, κίνησιν δὲ μή, ποιεῖ τὸ ζωόφυτον, ὡς ἐπὶ τοῦ ὀστρέου καὶ τῶν τοιούτων· ταῦτα γὰρ αἰσθάνεται μέν, οὐ κινεῖται δέ· κάρφους γὰρ προσφερομένου συστέλλεται, ἁπλοῦται δὲ ἐπὶ γλυκεῖ ὕδατι, ἀλλ’ οὐ κινεῖται, ἐπειδὴ ἐρρίζωται ἐν ταῖς πέτραις· ἡ γὰρ δοκοῦσα αὐτῶν εἶναι κίνησις, τὸ ἐκτείνεσθαι αὐτὰ καὶ συστέλλεσθαι, ἀπὸ μέρους ἐστίν. ὥσπερ δὲ τὸ ὄνομα τοῦ ζωοφύτου σύνθετον, οὕτως καὶ τὸ πρᾶγμα· τοῦ μὲν γὰρ ζῴου ἔχουσι τὸ αἰσθάνεσθαι, τοῦ δὲ φυτοῦ τὸ ἀκίνητον. δεῖται δὲ προσδιορισμοῦ ὁ λόγος· τότε γὰρ πᾶν ἔμψυχον τρεῖς ἔχει δυνάμεις, ὅταν καὶ θνητὸν ᾖ καὶ ἐξ ὁμοίου ἑαυτῷ ἐγένετο, θνητὸν μὲν διὰ τὰ οὐράνια, ἐξ ὁμοίου δὲ ἑαυτῷ διὰ τὰ ἐκ σήψεως γενόμενα· ταῦτα γὰρ οὐ γεννᾶται πάντα ἐξ ὁμοίων. τούτων οὕτως ἐχόντων φέρε καὶ τὴν διαίρεσιν ἔντεχνον ποιήσωμεν καὶ διέλωμεν οὕτως· τὸ ἔμψυχον διαιρεῖται εἰς διωργανωμένον σῶμα καὶ ἀδιοργάνωτον, καὶ τὸ μὲν διωργανωμένον ποιεῖ τὸ ζῷον, τὸ δὲ ἀδιοργάνωτον εἰ μὲν μὴ ἔχει κίνησιν μηδὲ αἴσθησιν, ποιεῖ τὸ φυτόν, εἰ δὲ αἴσθησιν μὲν ἔχει κίνησιν δὲ μή, ποιεῖ τὸ ζωόφυτον· δύο γὰρ ἐνταῦθά εἰσιν ἀντιθέσεις, αἰσθητικὸν ἀναίσθητον, κινούμενον ἀκίνητον· δύο δὲ οὐσῶν ἀντιθέσεων ἓξ γίνονται συμπλοκαί, καθὰ τὸ διάγραμμα τοῦτο δηλοῖ· τούτων αἱ μὲν τρεῖς συνίστανται, αἰσθητικὸν καὶ κινούμενον, ἀναίσθητον καὶ ἀκίνητον καὶ αἰσθητικὸν καὶ ἀκίνητον, αἱ δὲ τρεῖς οὐ συνίστανται, αἰσθητικὸν ἀναίσθητον καὶ κινούμενον ἀκίνητον καὶ κινούμενον ἀναίσθητον, ὅπερ οὐκ ἂν εὕροις ποτέ, ἐπεὶ πρὸς κακὸν ἑαυτῷ κινηθήσεται μὴ αἰσθανόμενον· κατὰ κρημνοῦ γὰρ ἐνεχθήσεται. οὐδὲν δὲ μάτην ἡ φύσις ποιεῖ· τὸν γὰρ σκώληκα τυφλὸν ὄντα μαλακὸν ἡ φύσις εἰργάσατο, ἵνα κἂν κατὰ κρημνοῦ ἔλθῃ, ἀβλαβὴς μένῃ. καὶ ταῦτα μὲν περὶ τούτου. τὸ δὲ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. ἀποροῦσι καὶ πρὸς τοῦτο πῶς τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον καὶ τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον· ἐνῆν γὰρ καὶ ἀνάπαλιν τὸ θνητὸν διελεῖν εἰς λογικὸν καὶ ἄλογον· ἐπειδὴ οὖν τὸ διαιρούμενον θέλει καθολικώτερον εἶναι τῶν εἰς ἃ διαιρεῖται, ἔσται καὶ τὸ λογικὸν τοῦ θνητοῦ καθολικώτερον καὶ τὸ θνητὸν τοῦ λογικοῦ, ὅπερ ἄτοπον. πρὸς τοῦτό φαμεν ὅτι οὐκ ἔστιν ὑποδιαίρεσις ἡ τοῦ θνητοῦ καὶ ἀθανάτου, ἀλλ’ ἐπιδιαίρεσις ἤτοι δευτέρα διαίρεσις τοῦ ζῴου,1 〈ὡς〉 ἵνα εἴπωμεν τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, καὶ πάλιν τοῦ ζῴου τὸ μὲν θνητὸν τὸ δὲ ἀθάνατον, ὥσπερ καὶ εἰς ἄλλα δύναται διαιρεῖσθαι, οἷον τοῦ ζῴου τὸ μὲν πεζὸν τὸ δὲ πτηνὸν τὸ δὲ ἔνυδρον, ἢ τὸ μὲν ἄπουν ὥσπερ τὰ ἑρπετὰ τὸ δὲ ὑπόπουν ὡς τὰ ἄλλα ζῷα. τὸ λογικὸν διαιρεῖται εἰς θεὸν καὶ ἄνθρωπον. πάλιν ἀποροῦσιν ὅτι εἰ θεὸς ὑπὸ τὸ λογικόν, τὸ δὲ λογικὸν ὑπὸ τὸ ζῷον, τὸ ζῷον ὑπὸ τὸ ἔμψυχον, τὸ ἔμψυχον ὑπὸ τὸ σῶμα, εὑρεθήσεται ὁ θεὸς ὑπὸ τὸ σῶμα. καὶ λέγομεν ὅτι οὐκ ἄτοπον τὸν θεὸν σῶμα εἶναι· τὰ γὰρ οὐράνια κατὰ Ἀριστοτέλην θεοὶ διὰ τὸ θέειν ἀεὶ καὶ κινεῖσθαι. ἀλλ’ οὐδὲν ἧττον μένει ἡ ἀπορία· περὶ γὰρ τοῦ θεοῦ τί ἄν εἴποι τις τοῦ πρώτου αἰτίου;2 λογικὸν ἢ οὔ; καὶ λέγομεν ὅτι λογικὸς ὁ θεός, ἀλλὰ λογικὸν ἔχει οὐ τὸ ἀναγόμενον ὑπὸ τὸ ζῷον3 τὸ ἀτελὲς τὸ δεόμενον προτάσεων καὶ συμπερασμάτων καὶ διὰ τοῦτο σύνθετον, ἀλλὰ λογικὸν ὡς ὑπὲρ λόγον· οὕτως γὰρ καὶ ἐπὶ τῆς ψυχῆς λογικὸν λέγομεν οὐχὶ τὸ ὑπὸ τὸ ζῷον (εἰ γὰρ ὑπὸ τὸ ζῷον ἡ ψυχή, καὶ ὑπὸ τὸ ἔμψυχον, καὶ εὑρεθήσεται ἡ ψυχὴ ἔμψυχον), ἀλλ’ ὑπὲρ λόγον τὸ ἐν τῇ ψυχῇ λογικόν.

因此,他们对此提出的解答是这样的:凡有魂之物皆具三种潜能——滋养的、生长的、生成同类的。如果它仅具有这些潜能,就被称为植物;是以哲学家普罗提诺针对那些沉溺于这些潜能(例如贪食与交媾)而轻蔑理性观照的人也常说,“他们冒着变成树木的危险”。但如果除这些潜能外它还兼具运动与感觉,便成为动物;而如果它仅兼具感觉而不具运动,便构成植形动物,如牡蛎及此类事物的情形。因为它们虽有感觉,却不运动;事实上一旦有草屑凑近,它便收缩,而在淡水中则舒展,但它并不运动,因其生根于岩石之中;被认为属于它们的那种运动——即伸展与收缩——只是局部的。正如植形动物这个名称是复合的一样,其实际事物亦是如此:因为它们从动物取来了感觉,从植物取来了不动性。但这一论述尚需附加限定:因为唯有当有魂之物既是必死的又是从与其自身同类者生成而来时,它才具有这三种潜能;说“必死的”是因天体的缘故,说“从与其自身同类者”是因从腐烂中生成之物的缘故;因为这些腐生之物并非全是从同类生成的。在这些情形如此时,且让我们也使这一划分合乎规矩,并如此划分:有魂物被划分为具器官的物体与不具器官的物体;具器官者构成动物,而不具器官者若既无运动亦无感觉,则构成植物;若有感觉而无运动,则构成植形动物。因为在此有两组对立:有感觉与无感觉,运动与不动。在存在两组对立时,便产生六种结合,正如这一图示所表明的那样:在这些结合中,有三种成立——有感觉且运动、无感觉且不动、有感觉且不动;而有三种不成立——有感觉且无感觉、运动且不动、运动且无感觉,这最后一种你绝不可能找到,因为它若没有感觉而运动,就会向着自身的祸害运动,掉落悬崖。但自然绝不做徒劳之事:因为自然将蚯蚓造得虽瞎却是柔软的,以便即便它跌落悬崖,亦能安然无恙。关于这点就谈这些。动物被划分为理性的与非理性的。针对这点他们亦提出疑难:动物如何被划分为理性的与非理性的,而理性的又划分为必死的与不死的?因为原本亦可反过来将必死的划分为理性的与非理性的。既然被划分者应当比它所被划分成的诸项更为普遍,那么理性的就会比必死的更为普遍,且必死的亦比理性的更为普遍,而这是荒谬的。对此我们说,关于必死的与不死的[划分]并非从属细分,而是对动物的追加划分,亦即第二种划分,以便我们能说动物的一部分是理性的而另一部分是非理性的,并且动物的一部分是必死的而另一部分是不死的,正如动物亦可划分为其他项一样,例如动物的一部分是陆生的,一部分是飞行的,一部分是水生的,或一部分如爬行动物是无足的,另一部分如其他动物是有足的。理性的被划分为神与人。他们再次提出疑难:如果神在理性的之下,理性的在动物之下,动物在有魂物之下,有魂物在物体之下,那么神就会被发现处于物体之下。对此我们说,神是物体并非荒谬之事;因为按照亚里士多德,天体因其永远疾驰并运动而乃是诸神。然而疑难依然存在:关于作为第一原因的神,人们会说什么呢?是理性的还是不是?对此我们说,神是理性的,但他具有理性并非是归在动物之下、因需要前提与结论从而复合的不完全理性,而是作为超越理性的理性;因为我们在谈及灵魂时亦同样将理性说成不是处于动物之下的(因为如果灵魂处于动物之下,亦会在有魂物之下,而灵魂就会被发现是一个有魂物了),而是灵魂中的理性乃是超越理性的。

语法注3 条
  1. 23.3οὐκ ἔστιν ὑποδιαίρεσις ἡ τοῦ θνητοῦ καὶ ἀθανάτου, ἀλλ’ ἐπιδιαίρεσις ἤτοι δευτέρα διαίρεσις τοῦ ζῴου

    在 ἡ τοῦ θνητοῦ καὶ ἀθανάτου 之后根据上下文需补出 διαίρεσις。此处区分了对前一划分从属项做进一步划分的“从属细分(ὑποδιαίρεσις)”与对上位属动物从另一基准进行的并列“追加划分(ἐπιδιαίρεσις)”。

  2. 23.3περὶ γὰρ τοῦ θεοῦ τί ἄν εἴποι τις τοῦ πρώτου αἰτίου;

    倒装隔置结构(hyperbaton):属格短语 τοῦ πρώτου αἰτίου 作为受 περί 支配的 τοῦ θεοῦ 的同位语,被疑问句核心成分 τί ἄν εἴποι τις 隔开而置于句末。

  3. 23.3ἀλλὰ λογικὸν ἔχει οὐ τὸ ἀναγόμενον ὑπὸ τὸ ζῷον

    λογικόν 在此作为 ἔχει 的直接宾语(实质上指理性的性质),后接带冠词分词短语 τὸ ἀναγόμενον... 作其同位修饰语,意为“他所拥有的理性并非归在动物之下的那种”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:64.23-66.12