- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:62.28-64.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯注记了波菲利关于“形态”、“在各范畴下”及举例说明的词句,展示了从实体到人的划分阶梯(最普遍的属、从属属、最下种),并讨论了关于划分属的无规定性、整体与部分的关系以及三分法的诸疑难及其解答。
p. 3,22 Τὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς. Τῷ συνδέσμῳ τῷ καί ἐχρήσατο, ἢ ὅτι ἐμνήσθη τοῦ ἄλλου σημαινομένου τοῦ εἴδους ἐν τῷ γένει ἢ ὅτι ὁ καί σύνδεσμος εὕρηται καὶ ἐν ἀρχῇ τοῦ λόγου.
“种也用于各事物的形态”。他使用了连接词“也”,或是因为他在属中提及了种的另一层含义,或是因为连接词“也”甚至被发现在论述的开端。
p. 4,15 Καθ’ ἑκάστην κατηγορίαν. Πῶς καθ’ ἑκάστην κατηγορίαν λέγεται γενικώτατα; ἐν γὰρ ἑκάστῃ κατηγορία ἕν ἐστι τὸ γενικώτατον. μήποτε οὖν1 τὸ καθ’ ἑκάστην ἀντὶ τοῦ ἐν πάσαις, ὡς καὶ ὁ ποιητὴς ὣς φάτο, οἱ δ’ ἄρ’ ἕκαστοι ἕλον δέπας ἀμφικύπελλον ἀντὶ τοῦ ‘πάντες’.
“在每一个范畴之下”。如何说在每一个范畴之下都有最普遍的属[复数]?因为在每一个范畴中,最普遍的属只有一个。那么,也许“在每一个之下”是代替“在所有之中”,正如诗人也说“他如此说,而他们各自拿起了双耳酒杯”,以此代替“所有人”。
p. 4,21 Γινέσθω δὲ ἐπὶ μιᾶς κατηγορίας σαφὲς τὸ λεγόμενον. Ἐπειδὴ τὰ παραδείγματα φωστῆρές εἰσι τῶν λεγομένων (αἰσθήσεις γάρ εἰσι λογικαὶ δακτύλῳ ἡμῖν δεικνῦσαι τὰ πράγματα καὶ τοῦτό ἐστιν ὃ καθ’ Ὅμηρον μὲν ‘χρυσοῦς λύχνος’, κατὰ δὲ Ἀπολλώνιον τὸν τῶν Ἀργοναυτικῶν συγγραφέα ἡ Ἀνάφη νῆσος), βούλεται ὁ Πορφύριος διὰ πραγμάτων φωτίσαι τὰ λεγόμενα καὶ κέχρηται δυσὶ παραδείγμασιν, ἑνὶ μὲν ἀπὸ τῆς φιλοσοφίας, τοῦτ’ ἔστιν ἐκ τῶν κατηγοριῶν, ἑτέρῳ δὲ ἀπὸ τῶν γενεαλογιῶν, ἄμφω μὲν γένεσιν οὖσιν,2 ἀλλὰ τῷ μὲν ἀπὸ τῆς φιλοσοφίας τῷ δὲ ἀπὸ τῆς συνηθείας. πολλῶν δὲ οὐσῶν κατηγοριῶν μιᾷ κέχρηται, φημὶ τῇ οὐσίᾳ μόνῃ, ἐκ τῶν δέκα τῶν γενικωτάτων δι’ αὐτῆς καὶ τὰς λοιπὰς ἔχων κατηγορίας (ἐνδύματα γὰρ τῆς οὐσίας αἱ λοιπαὶ κατηγορίαι), καὶ πολλῶν οὐσῶν γενεαλογιῶν μιᾷ μόνῃ κέχρηται τῇ τοῦ Διὸς δι’ αὐτῆς καὶ τὰς λοιπὰς ἔχων διὰ τὸ πατὴρ ἀνδρῶν τε θεῶν τε. φέρε δὲ ἡμεῖς πρὸ τούτων σαφεστέρῳ χρησώμεθα παραδείγματι. ὑποκείσθωσαν τρεῖς τινες ἐπ’ εὐθείας ἑστῶτες· ἐν τούτοις ὁ μέν ἐστι δεξιός, ὃν εἴποις ἂν δεξιώτατον βιαζόμενος τὴν συνήθειαν, καὶ ἀναλογεῖ τῷ γενικωτάτῳ, ὁ δὲ ἀριστερός, ὃν εἴποις ἂν ἀριστερώτατον, καὶ ἀναλογεῖ τῷ εἰδικωτάτῳ, ὁ δὲ μέσος δεξιὸς ἅμα καὶ ἀριστερός, ὅτι τοῦ μὲν δεξιοῦ ἐστιν ἀριστερὸς τοῦ δὲ ἀριστεροῦ δεξιὸς ἀναλογῶν τῷ ὑπαλλήλῳ. τούτων οὕτως ἐχόντων πρόεισιν ἡ διαίρεσις τὸν τρόπον τοῦτον· ἡ οὐσία διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον εἰς ζῷον, ζωόφυτον καὶ φυτόν, τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θεόν, ἄγγελον καὶ ἄνθρωπον· ἐν τούτοις τὸ μὲν ὅθεν ἠρξάμην, φημὶ τὴν οὐσίαν, ἐστὶ γενικώτατον ὡς μὴ ἔχον ἕτερον πρὸ αὐτοῦ ὑπεραναβεβηκὸς γένος, τὸ δὲ εἰς ὃ κατέληξα, φημὶ τὸν ἄνθρωπον, ἐστὶν εἰδικώτατον ὡς μὴ ἔχον ἕτερον μετ’ αὐτὸ ὑποβεβηκὸς εἶδος (τὰ γὰρ ἄτομα εἰ καὶ ὑποβεβήκασιν, ἀλλ’ οὔκ εἰσιν εἴδη· οὐ γὰρ κατηγοροῦνται καὶ αὐτὰ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἀλλὰ τὰ εἴδη μόνον), τὰ δὲ μέσα τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου, δι’ ὧν ὡδεύσαμεν, εἰσὶν ὑπάλληλα. Ἀποροῦσι δέ τινες ὅτι ‘πῶς διαιρεῖται ἡ οὐσία εἰς σῶμα καὶ ἀσώματον; τί οὖσα; εἰ μὲν γὰρ σῶμα, πῶς εἰς ἀσώματον; εἰ δὲ ἀσώματον, πῶς εἰς σῶμα;’ καὶ λέγομεν ὅτι οὐδέτερον τούτων ἡ οὐσία, ἵνα εὐλόγως ἀμφότερα ᾖ, δίκην ἀδωροδοκήτου δικαστοῦ3 ἐξ ἴσου δικάζοντος διὰ τὸ μὴ προκατειλῆφθαι δώροις, δίκην τοῦ ἀέρος ἀχρωματίστου ὄντος, ἵνα πᾶν χρῶμα διακομίσῃ, δίκην λευκῶν ἐρίων ἅπερ ἐν χρώμασιν ἀχρωμάτιστά ἐστι καὶ διὰ τοῦτο πᾶσαν βαφὴν ἐπιδέχονται. αὕτη ἡ λύσις ἁρμόζει οὐ μόνῃ τῇ οὐσίᾳ, ἀλλὰ καὶ τοῖς ἄλλοις γένεσιν, οἷον τῷ ζῴῳ· εἴποι γὰρ ἄν τις ‘τί ὂν τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον; εἰ μὲν γὰρ λογικόν, πῶς εἰς ἄλογον; εἰ δὲ ἄλογον, πῶς εἰς λογικόν;’ καὶ λέγομεν ὅτι οὐδέτερον τούτων, ἵνα ἀμφότερα ᾖ. ἑτέραν ἀπορίαν ἀποροῦσιν ὅτι ‘πῶς τὸ σῶμα εἰς τὸ ὅλον διαιρεῖς, εἰς ἔμψυχον καὶ ἄψυχον; τὸ γὰρ μέρος, τοῦτ’ ἔστι τὸ σῶμα, εἰς τὸ ὅλον διαιρεῖς, τοῦτ’ ἔστιν εἰς τὸ ἔμψυχον’. πρὸς ὅ φαμεν ὅτι οὐ τὸ μέρος εἰς τὸ ὅλον διαιροῦμεν, ἀλλὰ τὸ ὅλον εἰς τὰ μέρη αὐτοῦ διῃρέθη· τὸ γὰρ ἁπλῶς σῶμα εἰς τοιόνδε καὶ τοιόνδε διῃρέθη, τοῦτ’ ἔστιν εἰς τὸ πεφυκὸς δέχεσθαι ψυχὴν καὶ εἰς τὸ μὴ πεφυκός· οὐδὲ γὰρ ὅλου τοῦ ἐμψύχου κατηγορεῖται τὸ σῶμα, ἐπεὶ καὶ τὴν ψυχὴν εἴποις ἂν σῶμα, ὅπερ ἄτοπον. τούτων οὕτως ἐχόντων ἑτέραν ἀπορίαν ἀποροῦσι· τὸ γὰρ ἔμψυχον διείλομεν εἰς ζῷον, ζωόφυτον καὶ φυτόν· ἐνταῦθα δὲ οὐχὶ κατὰ τάξιν ἡ διαίρεσις προῆλθεν * * εἰς δύο ἀντιδιῃρημένα, ἵνα ἄφυκτος ᾖ, ἀλλ’ εἰς τρία· εἰ δὲ ὅλως δοθῇ ἐξουσία εἰς τρία διαιρεῖν, τί ἄτοπον καὶ εἰς τέσσαρα καὶ εἰς πέντε τὰς διαιρέσεις ποιεῖσθαι, καὶ εἰς ὅσα δ’ ἄν τις θελήσοι;
“让所说的内容在一个范畴上变得清楚”。既然例子是所说内容的照明之物(因为它们是理性的感觉,用手指为我们指明事物,而这就是荷马所说的‘金灯’,以及《阿尔戈英雄纪》的作者阿波罗尼奥斯所说的阿纳菲岛),波菲利便希望通过具体事物来照亮所说之理,并使用了两个例子:一个来自哲学,即来自各范畴;另一个来自谱系(两者都是属,但一个来自哲学,另一个来自日常习惯)。在有许多范畴存在时,他在十个最普遍的范畴中只使用了一个,即实体本身,并通过它也包罗了其余的范畴(因为其余的范畴是实体的衣裳);在有许多谱系存在时,他只使用了宙斯这一个谱系,因其是“凡人与诸神之父”而通过它包罗了其余的谱系。且让我们在这些之前使用一个更清晰的例子。假定有三个人站成一条直线:在这些人中,一个是右边的,违反习惯地说你或可称之为‘最右者’,他相应于最普遍的属;另一个是左边的,你或可称之为‘最左者’,他相应于最下种;中间者同时既是右又是左,因为相对于右边者他是左,相对于左边者他是右,相应于从属属。在这些情形如此时,划分按这种方式进行:实体被划分为物体与非物体;物体被划分为有魂物与无魂物;有魂物被划分为动物、植形动物与植物;动物被划分为理性的与非理性的;理性的被划分为神、天使与人。在这些之中,我由此开始者,即实体,作为在其之前没有另一个更高的属者,乃是最普遍的属;而我最终归结者,即人,作为在其之后没有另一个更低的种者,乃是最下种(因为个体即便在后,但并非是种;因为它们自身并不被述说于数量上不同的多数事物之上,而只有种才是如此);至于介于最普遍的属与最下种之间、我们一路经过者,乃是从属属。有些人提出疑难说:“实体如何、作为什么而被划分为物体与非物体?因为如果是物体,如何被划分为非物体?如果是非物体,又如何被划分为物体?”对此我们说,实体两者都不是,以便合情合理地两者都是,正如廉洁的法官因未被礼物预先收买而平公正断一样,正如空气无色以便传递一切颜色一样,正如白羊毛在各色之中是无色的并因此接纳一切染色一样。这个解答不仅适用于实体,也适用于其他属,例如动物;因为有人或会说:“动物作为什么而被划分为理性的与非理性的?因为如果是理性的,如何划入非理性?如果是非理性的,如何划入理性?”对此我们说,它两者都不是,以便两者都是。他们又提出另一个疑难说:“你如何把物体划分为整体,划分为有魂物与无魂物?因为你是在把部分,即物体,划分为整体,即有魂物。”对此我们说,我们并非把部分划分为整体,而是整体被划分成了它的部分;因为一般的物体被划分成了此类与彼类,即能够接纳灵魂的与不能接纳灵魂的;因为物体甚至并非被述说于整个有魂物之上,否则你也会说灵魂是物体,而这是荒谬的。在这些情形如此时,他们又提出另一个疑难:因为我们把有魂物划分成了动物、植形动物与植物;但在这里划分并未按秩序进行 * * 划分为两个对立项以便不可逃避,而是划分成了三个;“如果完全被赋予划分为三的权力,那么将划分做成四个、五个以及某人所愿的任意多数,又有什么荒谬呢?”
- 23.2μήποτε οὖν
在后世注解家中,μήποτε 常用作疑问形式来引出一种审慎的断定或解释性提议(“难道不是……”、“或许……”)。此处它引入了将波菲利的短语 καθ’ ἑκάστην(“在各……之下”)理解为替代 ἐν πάσαις(“在所有之中”)的建议,并援引荷马史诗中 ἕκαστοι(“各自”)用作“所有人”的用例作为佐证。
- 23.3ἄμφω μὲν γένεσιν οὖσιν
虽然 ἄμφω 原本是双数主格/宾格形式,但在后世希腊语中常作为不变化词使用。此处它与前文的与格短语 δυσὶ παραδείγμασιν 构成代词性同位语,带有与格复数分词 οὖσιν 和名词 γένεσιν。
- 23.3δίκην ἀδωροδοκήτου δικαστοῦ
δίκην 是名词 δίκη(正义、判决)的副词性宾格用法,支配随后的属格(ἀδωροδοκήτου δικαστοῦ),习惯上表示“如同……”、“以……的方式”。后文平行的 δίκην τοῦ ἀέρος... 和 δίκην λευκῶν ἐρίων... 延续了完全相同的结构。
