- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:61.27-62.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯论述了种的三种描述中前两种对应于相对于属的上行与下行关系,而仅有第三种对应于最下种与个体的关系。在梳理了属与种的中间从属位阶之后,他辩护了二者定义中的相互依赖(循环论证),指出这是基于相对概念在存在上的内在互赖性的必然结果。
αἱ μὲν οὖν πρῶται δύο ὑπογραφαὶ τῇ σχέσει μόνῃ διαφέρουσιν ἀλλήλων καὶ ᾧ διαφέρει ἀνάβασις καταβάσεως καὶ κατάβασις ἀναβάσεως καὶ ἡ ἀπὸ Ἀθηνῶν εἰς Θήβας ὁδὸς καὶ ἀπὸ Θηβῶν εἰς Ἀθήνας (αὗται γὰρ τῇ σχέσει μόνῃ διαφέρουσι, τῷ ἢ ἔνθεν ἄρξασθαι ἢ ἔνθεν)· οὕτως καὶ αὗται αἱ ὑπογραφαὶ ἀνόδῳ ἐοίκασι καὶ καθόδῳ· ἡ γὰρ πρώτη ἡ λέγουσα τὸ ἀναγόμενον ὑπὸ τὸ ἀποδοθὲν γένος ἀνόδῳ ἔοικεν, ἡ λέγουσα οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται καθόδῳ ἔοικεν. αὗται δὲ αἱ δύο ὑπογραφαὶ παντὶ εἴδει ἁρμόζουσι (πᾶν γὰρ εἶδος ἔχει γένος), ἡ δὲ τρίτη οὐ παντὶ ἀλλὰ τῷ εἰδικωτάτῳ. δεῖ δὲ εἰδέναι ὅτι οὐ μόνον τὸ ἁπλῶς γένος πολλαχῶς λέγεται, ἀλλὰ καὶ τὸ περὶ οὗ οἱ φιλόσοφοι διαλέγονται πολλαχῶς λέγεται, ὁμοίως καὶ τὸ εἶδος· ἔστι γὰρ γένος περὶ οὗ οἱ φιλόσοφοι διαλέγονται, ὃ μόνον γένος εἶδος [δὲ] οὐδέποτε δυνάμενον γενέσθαι, ὅ ἐστι γενικώτατον ὡς λευκότατον καὶ μελάντατον. ὁμοίως ἔστι καὶ εἶδος, ὃ μόνον εἶδος γένος μὴ δυνάμενον γενέσθαι, ὃ καλεῖται εἰδικώτατον. μεταξὺ δὲ τούτων ἔστι γένος ἄλλο, ὃ γένος ἅμα καὶ εἶδος λέγεται καὶ ὑπάλληλον γένος ὑφειμένῃ φωνῇ, καὶ εἶδος πάλιν ἄλλο, ὃ εἶδος ἅμα καὶ γένος λέγεται, πανταχοῦ τὰ οἰκεῖα τῶν ἀλλοτρίων προταττόντων ἡμῶν καὶ τὸ πρὸς ὃ λέγεται ἕκαστον ποτὲ μὲν γένος ἅμα καὶ εἶδος ποτὲ δὲ εἶδος ἅμα καὶ γένος πρὸς τὴν διάφορον σχέσιν.1 ἀλλὰ λελήθαμεν ἑαυτούς, φασίν, τῇ διαλλήλῳ δείξει περιπεσόντες2 φευκτέᾳ οὔσῃ παρὰ φιλοσόφοις· καὶ τὸ γένος γὰρ ὑπογράφοντες τοῦ εἴδους ἐμνημονεύσαμεν καὶ τὸ εἶδος ὑπογράφοντες τοῦ γένους. καὶ λέγομεν ὅτι οὐκ ἀεὶ φευκτέα ἡ διάλληλος δεῖξις· εἰ μὲν γὰρ τὰ πράγματα τὰ περὶ ὧν οἱ λόγοι μηδὲν δέονται ἀλλήλων πρὸς ὑπόστασιν ὡς ἐπὶ βοὸς καὶ ἵππου καὶ τῶν τοιούτων, παντὶ σθένει φευκτέον τὴν διάλληλον δεῖξιν, εἰ δὲ τὰ πράγματα δέονται ἀλλήλων πρὸς ὕπαρξιν, οὐδὲ ἄλλως αὐτὰ ἔστι διδάξαι, εἰ μὴ διὰ τῆς διαλλήλου δείξεως· ὥσπερ γὰρ ἀδύνατον ἠρεμεῖν τὴν σκιὰν τοῦ ποιοῦντος τὴν σκιὰν μὴ ἠρεμοῦντος, οὕτως ἀδύνατον τοὺς λόγους μὴ δεῖσθαι ἀλλήλων3 τῶν πραγμάτων τῶν περὶ ὧν εἰσιν οἱ λόγοι δεομένων ἀλλήλων. ἀλλ’ εἰ ταῦτα οὕτως ἔχει, ἑτέρα ἡμᾶς ἀπορία διαδέχεται· διὰ τί γὰρ ἐν τῇ μιᾷ ὑπογραφῇ τοῦ εἴδους οὐκ ἐμνήσθη τοῦ γένους; καὶ εἰς τοὐναντίον μετέπεσεν ἡ τύχη τοῦ λόγου· πάλαι μὲν γὰρ ἐζητοῦμεν διὰ τί ἐχρησάμεθα τῇ διαλλήλῳ δείξει, νῦν δὲ ζητοῦμεν διὰ τί οὐκ ἐχρησάμεθα. λύσις δὲ τούτου πρόχειρος, ὅτι τοῦ εἴδους δύο σχέσεις ἔχοντος, μίαν τὴν πρὸς τὸ γένος καὶ μίαν τὴν πρὸς τὰ ἄτομα, ἐμερίσαντο αἱ τρεῖς ὑπογραφαὶ τὰς δύο αὐτοῦ σχέσεις, αἱ μὲν πρῶται δύο τὴν σχέσιν αὐτοῦ τὴν πρὸς τὸ γένος, ἡ δὲ μία ἡ ἐσχάτη τὴν πρὸς τὰ ἄτομα.
那么,前两种描述仅在关系上有别于彼此,正如上行有别于下行、下行有别于上行,以及从雅典到底比斯的路有别于从底比斯到雅典的路一样(因为这些仅在关系上有所差异,在于究竟是从这里还是从那里起始)。同样,这两种描述也类似于上行与下行;因为第一种描述说“归属于所给出的属之下的事物”,类似于上行,而说“属在‘是什么’中被述说于其上的事物”则类似于下行。这两种描述适合于每一个种(因为每一个种都有一个属),但第三种描述并不适合于每一个种,而是适合于最下种。然而应当知道,不仅一般的属是按多种方式说的,而且哲学家们所探讨的属也是按多种方式说的,种同样也是如此;因为存在一种哲学家们所探讨的属,它只是属而绝不可能成为种,这就是最普遍的属,如最白与最黑一样。同样,也存在一种只是种而不可能成为属的种,这被称为最下种。但在这些之间存在着另一种属,它同时被称为属和种,并且在一种较低微的称呼中被称为从属属;又存在着另一种种,它同时被称为种和属,在任何地方我们都把属于自身的置于属于他者的之前,并且根据各自所相关于的对象,按照不同的关系,有时被称为既是属又是种,有时被称为既是种又是属。“然而我们不知不觉地,”他们说,“陷入了相互证明之中,而这在哲学家看来是应当避免的;因为我们在描述属时提及了种,而在描述种时又提及了属。”对此我们说:相互证明并非总是应当避免的;因为如果论述所关涉的事物为了其实存并不需要彼此,正如牛和马以及诸如此类的事物那样,那么就应当竭尽全力避免相互证明;但如果事物为了其存在确实需要彼此,那么除了通过相互证明之外,便不可能把它们讲清楚。因为正如投下阴影者若不静止,阴影便不可能静止一样,论述所关涉的事物如果需要彼此,那么论述不可能不需要彼此。但如果情形是这样,另一个疑难又向我们接踵而来:为什么在种的其中一种描述中没有提及属呢?论述的处境陷入了相反的一面:从前我们探究为什么使用了相互证明,现在我们却在探究为什么没有使用它。而对此的解答是显而易见的:因为种具有两种关系,一种是对属的关系,另一种是对个体的关系,这三种描述分担了它的这两种关系,前两种分担了它对属的关系,而最后的这一种则分担了对个体的关系。
- 22.1πανταχοῦ τὰ οἰκεῖα τῶν ἀλλοτρίων προταττόντων ἡμῶν καὶ τὸ πρὸς ὃ λέγεται ἕκαστον ποτὲ μὲν γένος ἅμα καὶ εἶδος ποτὲ δὲ εἶδος ἅμα καὶ γένος πρὸς τὴν διάφορον σχέσιν
该句由独立属格 προταττόντων ἡμῶν 引导。短语 τὰ οἰκεῖα τῶν ἀλλοτρίων 带比较属格作宾语(“把自身的置于他者的之前”)。随后的 καὶ τὸ πρὸς ὃ λέγεται ἕκαστον 作为限定性结构(“根据各自所相关于的对象”),解释了为何依不同的视角或关系,中介概念的称呼有时是“属且种”有时是“种且属”。
- 22.1λελήθαμεν ἑαυτούς, φασίν, τῇ διαλλήλῳ δείξει περιπεσόντες
此处理解为动词 λανθάνω 与反身代词 ἑαυτούς 以及补充助分词 περιπεσόντες 结合的惯用句式,意为“不知不觉地/未曾察觉地陷入了……”。διάλληλος δεῖξις 是古代逻辑学中指称互为前提、相互论证的循环论证(相互证明)。
- 22.1ὥσπερ γὰρ ἀδύνατον ἠρεμεῖν τὴν σκιὰν τοῦ ποιοῦντος τὴν σκιὰν μὴ ἠρεμοῦντος, οὕτως ἀδύνατον τοὺς λόγους μὴ δεῖσθαι ἀλλήλων τῶν πραγμάτων τῶν περὶ ὧν εἰσιν οἱ λόγοι δεομένων ἀλλήλων
这是由 ὥσπερ 与 οὕτως 构成的平行比喻结构。两个分句的核心均为非人称谓语 ἀδύνατον 搭配不定式(ἠρεμεῖν / μὴ δεῖσθαι),并各自对称地由表示条件或原因的独立属格(前分句为 τοῦ ποιοῦντος τὴν σκιὰν μὴ ἠρεμοῦντος,后分句为 τῶν πραγμάτων ... δεομένων ἀλλήλων)作补充。后半分句中的双重否定(ἀδύνατον ... μὴ δεῖσθαι)表达了强烈的必然性(“不可能不需要=必然需要”)。
