← 埃利亚斯

波菲利《导论》注释

§60.21-61.27

种的多义性与论述顺序及三种描述

埃利亚斯对“种”这一章的开篇进行注解,从相对概念的关联角度辩护了波菲利为何先论述种而后论述种差,辨析了“种”作为多义词的含义,并引介了关于种的三种描述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.0

Περὶ εἴδους.

论种。

§22.1#1

p. 3,21 Τὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς, καθὸ εἴρηται. Οὔπω πέπαυται ὁ περὶ τοῦ γένους λόγος· ἐκκρεμὴς γάρ ἐστι καὶ κατὰ γνῶσιν καὶ καθ’ ὕπαρξιν, ἀναμένων τὸ εἶδος, καὶ ἵνα γνωσθῇ καὶ ἵνα ὑποστῇ. καὶ μὴ λεγέτωσαν οἱ ἐξηγηταὶ διὰ τί προέταξε τὸ εἶδος τῆς διαφορᾶς· οὐδὲν γὰρ ἕτερον ζητοῦσιν ἢ διὰ τί προέταξε τὸ γένος τῆς διαφορᾶς. τὸ δὲ ζητεῖν τοῦτο εὔηθες· τὸ γὰρ γένος ἐν ἑαυτῷ ἔχει τὸ εἶδος. καὶ πῶς, φασίν, ἀνωτέρω τὴν διαφορὰν προέταξε; καὶ λέγομεν ὅτι ὅπου ψιλῆς ἀπαριθμήσεως ἤγουν προόδου καιρὸς ἦν,1 τῆς γινομένης ἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα, προέταξε τὴν διαφορὰν τοῦ εἴδους ὡς καθολικωτέραν μερικωτέρου2 (καθολικωτέρα γὰρ ἡ διαφορὰ τοῦ εἴδους, εἴπερ τὸ λογικὸν οὐ μόνῳ ἀνθρώπῳ ἀλλὰ καὶ ἀγγέλῳ ὑπάρχει, τὸ δὲ εἶδος μερικώτερον, εἴπερ ἄνθρωπος εἶδος ὢν μερικώτερος τῆς τοῦ θνητοῦ διαφορᾶς), ὅπου δὲ ὑποστάσεως καὶ ὑπογραφῆς καιρὸς ἦν, προέταξε τὸ εἶδος· τὸ γὰρ γένος χωρὶς τοῦ εἴδους οὔτε ὑφίσταται οὔτε γινώσκεται, ἐπειδὴ πρός τι ταῦτα, τὰ δὲ πρός τι χωρὶς ἀλλήλων οὔτε ἔστιν οὔτε γινώσκεται. Ἀλλ’ ὥσπερ τὸ γένος ὁμώνυμον, οὕτως καὶ τὸ εἶδος ὁμώνυμον· φέρε οὖν κἀνταῦθα τῷ αὐτῷ κανόνι χρησώμεθα καὶ πρότερον διαστείλωμεν τὴν ὁμωνυμίαν καὶ οὕτως τὸ ἀφορισθὲν ὑπογραφῆς ἀξιώσωμεν. δύο τοίνυν σημαίνει τὸ εἶδος· λέγεται γὰρ εἶδος καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς, καθὸ φαμεν τὸ πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος· οὐκ ἂν γὰρ τὸ εὐειδὲς καὶ δυσειδὲς μορφῆς διάφορον ἐδήλου, εἰ μὴ τὸ εἶδος μορφὴν ἐδήλου. λέγεται δὲ εἶδος καὶ τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, περὶ οὗ διαλέγονται οἱ φιλόσοφοι· ὥσπερ γὰρ οὐ περὶ παντὸς γένους διελέγοντο ἀλλὰ περὶ τοῦ εἰς εἴδη διαιρουμένου, οὕτως οὐδὲ περὶ παντὸς εἴδους διαλέγονται ἀλλὰ περὶ τοῦ ἀναγομένου ὑπὸ τὸ γένος. ἀλλ’ οὐ μέχρι τούτων τὰ σημαινόμενα τοῦ εἴδους, ὦ Πορφύριε· ποῦ γὰρ τὸ παρὰ Ἀριστοτέλει ἐν τῇ Φυσικῇ ἔνυλον εἶδος, οὗ ἀποπεράτωσις ἡ μορφή; καὶ λέγομεν ὅτι τοῦτο παρῆκεν, ἐπεὶ μὴ φυσιολογῆσαι καιρός. τοῦ δὲ νῦν προκειμένου εἴδους λέγει ὑπογραφὰς τρεῖς· πρώτην μέν, ὅτι εἶδός ἐστι τὸ ἀναγόμενον ὑπὸ τὸ ἀποδοθὲν γένος, ταὐτὸν εἰπεῖν ὑπογραφέν, δευτέραν δὲ εἶδός ἐστιν οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται,3 καὶ τρίτην εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον.

“种也用于指称每个事物的形状,正如所说的那样”。 关于属的论述尚未结束;因为它在认识上和在存在上都处于悬置状态,等待着种,既为了被认识,也为了得以存在。诠释家们切莫发问他为何把种置于种差之前;因为他们所追问的无非是他为何把属置于种差之前。而追问这一点是愚蠢的;因为属自身包含着种。“那么,”他们说,“此前他又是如何把种差置于前面的呢?”对此我们说:在属于纯粹列举即从较普遍者向较个别者推进的时机之处,他把种差置于种之前,因其相对于较个别者而言是较普遍的(因为种差确实比种更具普遍性,只要理性不仅属于人而且属于天使,而种则是较个别的,只要人作为一个种比起会死这一种差而言是较个别的);但在属于存在与描述的时机之处,他把种置于前;因为脱离了种,属既不能存在也不能被认识,既然它们是相对者,而相对者脱离了彼此既不存在也不被认识。然而,正如属是同名异义的,种同样也是同名异义的;来吧,我们在此时此地也采用同一准则,先区分其同名异义性,由此使被界定者配得上获得描述。因此,种意指两件事:因为种也用于指称每个事物的形状,正如我们所说的“首先,容貌配得上僭主统治”;因为若非种表示形状,“相貌姣好的”与“相貌丑陋的”就不会表示形状的差异。种也用于指称归于所给出的属之下的事物,哲学家们所探讨的正是关于此;因为正如他们并非探讨一切属,而是探讨被划分为种的属,他们同样也不是探讨一切种,而是探讨归属于属之下的种。“但是,种的含义并不止于这些,波菲利啊;亚里士多德在《物理学》中所说的质料中形式——形状正是其完满状态——究竟在何处呢?”对此我们说:他略去了这一点,因为现在并非探讨自然的时机。而关于当前摆在我们面前的种,他给出了三种描述:第一,种是归属于所给出的——这等同于说所描述的——属之下的事物;第二,种是属在‘是什么’中被述说于其上的事物;第三,种是对多数且在数上有差异者在‘是什么’中被述说的事物。

语法注3 条
  1. 22.1ὅπου ψιλῆς ἀπαριθμήσεως ἤγουν προόδου καιρὸς ἦν ... ὅπου δὲ ὑποστάσεως καὶ ὑπογραφῆς καιρὸς ἦν

    由 ὅπου ... ἦν 引导的两个形成对照的副词性从句限定了主要动词 προέταξε(置于前)的语境与条件。前者指开篇处的简略列举,后者指当前的描述性阐述,将前一分句的 προέταξε τὴν διαφορὰν τοῦ εἴδους 与后一分句的 προέταξε τὸ εἶδος 严整对立起来。

  2. 22.1ὡς καθολικωτέραν μερικωτέρου

    καθολικωτέραν 为阴性单数宾格,表语性地修饰 τὴν διαφορὰν;μερικωτέρου 为中性单数属格(或指代 τοῦ εἴδους),充当比较属格,意为“比起较个别者(即种)而言”。

  3. 22.1οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται

    关系代词 οὗ 在关系节中依附于 κατηγορεῖται,表示被述说对象的主体(即“属在‘是什么’中被述说于其上的那个事物”),其先行词为 εἶδος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:60.21-61.27