- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:59.13-60.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯注解了波菲利《导论》2,15–3,18的诸句,阐明了使用指示代词及动词作为例子的原因,区分了普遍偶性与个别偶性,并论述了种差与偶性在述说方式上的差异。
p. 2,15 Ὃ καὶ ὑπογράφοντες ἀποδεδώκασι. Καλῶς εἶπεν ἀποδεδώκασι· τῶν γὰρ πρὸ αὐτοῦ ἐστιν αὕτη ἡ ὑπογραφή· ἰστέον γὰρ ὅτι ἡ παροῦσα πραγματεία συναγωγή ἐστι τῶν ἐν τῇ Τοπικῇ πραγματείᾳ σποράδην εἰρημένων τῷ Ἀριστοτέλει.
“这正是作出描述者也已给出的”。他说“已给出”是恰当的;因为这一描述属于他之前的人;须知当前的著作乃是对亚里士多德在《论题篇》著作中零散所述之事的汇集。
p. 2,18 Οἷον Σωκράτης καὶ τὸ οὗτος καὶ τὸ τοῦτο. Ἵνα μὴ τοῖς κατὰ μέρος ἐνδιατρίβων μηκύνῃ τὸν λόγον, κέχρηται δεικτικαῖς ἀντωνυμίαις· τὸ γὰρ τοῖς κατὰ μέρος πᾶσιν ἐπεξιέναι ἀφιλόσοφον.
“例如苏格拉底,以及‘此人’和‘此物’”。为了不因沉溺于个别事物而拉长篇幅,他使用了指示代词;因为遍历所有的个别事物是非哲学的。
p. 2,19 Καὶ τὰ συμβεβηκότα κοινῶς ἀλλὰ μὴ ἰδίως. Καλῶς εἶπεν κοινῶς ἀλλὰ μὴ ἰδίως τινὶ τὸ συμβεβηκὸς κατὰ πλειόνων κατηγορεῖσθαι·1 μόνον γὰρ τὸ συμβεβηκὸς δύναται καθόλου εἶναι καὶ μερικόν, καθόλου μὲν ὡς τὸ λευκὸν κατὰ πλειόνων φερόμενον, μερικὸν δὲ ὡς ἡ οὐλὴ τοῦ Ὀδυσσέως, ἀφ’ ἧς ἐπέγνω αὐτὸν ἡ Εὐρύκλεια.
“以及共同地而非个别地具有的偶性”。他恰当地说偶性是对多数共同地、而非对某一个别地被述说;因为唯独偶性能够既是普遍的又是个别的——普遍的如述及多数的“白”,个别的如奥德修斯的伤疤,欧律克勒亚由此认出了他。
p. 2,21 Συμβεβηκὸς δὲ οἷον τὸ λευκόν, τὸ μέλαν, τὸ καθέζεσθαι. Διὰ τί ἐπὶ μόνου τοῦ συμβεβηκότος καὶ ὀνόμασι καὶ ῥήμασιν ἐχρήσατο εἰς παράδειγμα, ἐπὶ δὲ τῶν ἄλλων μόνοις ὀνόμασιν ἐχρήσατο; καὶ λέγομεν ὅτι εὐλόγως· τὰ γὰρ γένη καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ καὶ τὰ ἴδια ἀεὶ ὡσαύτως ἔχουσι μὴ μεταβάλλοντα τὰ δὲ συμβεβηκότα μεταβάλλουσί ποτε. εἰκότως οὖν ἐπὶ μὲν τῶν ἄλλων τὸ ὄνομα ἔλαβεν εἰς παράδειγμα ὡς ἐν ταῖς κλίσεσι κατὰ χρόνον2 μὴ μεταβάλλον, ἐπὶ δὲ τοῦ συμβεβηκότος ἐχρήσατο καὶ τῷ ῥήματι ὡς μεταβάλλοντι κατὰ χρόνον· ἁρμόδιον ἄρα ἦν τὸ μεταβάλλον κατὰ χρόνον τῷ μεταβάλλοντι κατὰ φύσιν εἰς τὸ ἐναντίον.
“而偶性例如白、黑、坐着”。为什么唯独在偶性上他既用名词又用动词作为例子,而在其他各项上仅用名词?对此我们说:这是合乎情理的;因为属、种、种差与固有属性始终保持同样而不变化,而偶性有时会变化。因此很自然地,在其他各项上他取名词作为例子,因其在词尾屈折中不随时间变化,而在偶性上他也使用了动词,因其随时间变化;可见,随时间变化者正适宜于在本性上向相反者变化者。
p. 2,28 Οἳ διαφέρουσι καὶ τῷ εἴδει ἀλλήλων ἀλλ’ οὐχί.3 Καλῶς εἶπε τῷ ἀριθμῷ μόνον· τὰ γὰρ τῷ εἴδει διαφέροντα καὶ τῷ ἀριθμῷ πάντως διαφέρουσιν, τὰ δὲ τῷ ἀριθμῷ διαφέροντα οὐ πάντως τῷ εἴδει διαφέρουσιν.
“他们在种上也彼此有差异,而并非”。他恰当地说了“仅在数上”;因为在种上有差异者必然在数上也存在差异,但在数上有差异者并不必然在种上有差异。
p. 3,18 Ἃ οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται. Ἡ μὲν διαφορὰ ἐν τῷ ποιόν τί ἐστι κατηγορεῖται μόνον, τὸ δὲ συμβεβηκὸς ἢ ἐν τῷ ποιόν τί ἐστιν ἢ ἐν τῷ πῶς ἔχον κατηγορεῖται. καὶ εὐλόγως, ὅτι ἡ μὲν διαφορὰ ἡ κυρίως οὐδέποτε μεταβάλλει ἢ χωρίζεται, τὸ δὲ συμβεβηκὸς διττόν, ἢ χωριστὸν ἢ ἀχώριστον, καὶ τῷ μὲν ἀχωρίστῳ οἰκεῖον τὸ ἐν τῷ ποιόν τί ἐστι κατηγορηθῆναι, τῷ δὲ χωριστῷ οἰκεῖον τὸ ἐν τῷ πῶς ἔχον κατηγορεῖσθαι· οἷον πῶς ἔχει Σωκράτης; ὑγιαίνει ἢ νοσεῖ, ἅ ἐστι χωριστὰ συμβεβηκότα.
“它们并非在‘是什么’中被述说”。种差仅在“是何种性质”中被述说,而偶性要么在“是何种性质”中、要么在“处于何种状态”中被述说。这确实合乎情理,因为严格意义上的种差绝不变化或分离,而偶性则是双重的,或可分离或不可分离,对不可分离者而言,固有的是在“是何种性质”中被述说,而对可分离者而言,固有的是在“处于何种状态”中被述说;例如“苏格拉底处于何种状态?”“他健康或他患病”,这些乃是可分离的偶性。
- 21.4Καλῶς εἶπεν κοινῶς ἀλλὰ μὴ ἰδίως τινὶ τὸ συμβεβηκὸς κατὰ πλειόνων κατηγορεῖσθαι
紧随 εἶπεν 之后的带宾格的不定式结构(τὸ συμβεβηκὸς ... κατηγορεῖσθαι),作间接引语。副词短语 κοινῶς ἀλλὰ μὴ ἰδίως τινί 修饰不定式 κατηγορεῖσθαι,而 τὸ συμβεβηκός 是不定式的逻辑主语。
- 21.5κατὰ χρόνον
在动词变位(屈折)的语法语境中,该短语意指“按时态”,而在事物存在的本体论变化语境中,它意指“随时间”。埃利亚斯在此将语法形式(名词与动词)与实在的恒常性及可变性相对照,因此该短语兼具双重意涵。
- 21.6Οἳ διαφέρουσι καὶ τῷ εἴδει ἀλλήλων ἀλλ’ οὐχί
引文在 ἀλλ’ οὐχί 处截断,但从埃利亚斯紧随其后的按语“Καλῶς εἶπε τῷ ἀριθμῷ μόνον”可知,波菲利《导论》原文(2,28)中的 τῷ ἀριθμῷ μόνον 在引文中被省略了。
