← 埃利亚斯

波菲利《导论》注释

§4.34-6.22

定义的词源要件与哲学定义的完备性

埃利亚斯论述了“定义”(horismos)源自土地界标(horothesia)的词源由来,解释了因文辞与事物不相称而导致的定义缺陷及换位性要求,进而阐明一切定义皆取自承载主体、目的或二者的结合;并在指出其他技艺唯有兼取二者的定义才算完备的同时,论证了哲学因其独特的承载主体而只需取自其中之一即可完备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

Δεύτερον ζητείσθω πόθεν εἴρηται ὁρισμός. ὁρισμὸς τοίνυν εἴρηται ὡς ἐκ μεταφορᾶς τῶν ὁροθεσίων τῆς γῆς· πάλαι γὰρ τοῦ Νείλου ἀνιόντος καὶ συγχέοντος τὰς ἀρούρας μετὰ τὴν ἀπόστασιν αὐτοῦ πόλεμοι ἐγίνοντο καὶ φόνοι περὶ τὴν διανομὴν τῆς γῆς. ἐπενόησαν οὖν ὁροθέσιά τινα πρὸς δήλωσιν τῶν τόπων, καὶ ἐπαύσαντο τοῦ πολεμεῖν. διὸ καὶ ἄκαινα μέτρον κέκληται παρ’ αὐτοῖς παρὰ τὴν στέρησιν τοῦ φόνου· καίνω γὰρ τὸ φονεύω. οὕτως οὖν καὶ οἱ ἐξηγηταὶ τῶν φύσεων ὁρισμοί, τοῦ δικαίου καὶ τῆς ἀντιστροφῆς στοχαζόμενοι, οὐδὲ ἐλλείπειν θέλουσιν οὐδὲ πλεονάζειν· τότε γὰρ μόνον ἀντιστρέφουσιν, ἀντὶ τοῦ ἰσόστροφοί εἰσι τῷ πράγματι·1 τὸ γὰρ ἀντί ἐπὶ τοῦ ἴσου λαμβάνεται, ὥσπερ ἀντίθεος καὶ ἀντιάνειρα καὶ τὰ τοιαῦτα. καὶ θαυμαστὸς ὁ τῆς κακίας τῶν ὁρισμῶν τρόπος· εἴ τε γὰρ ἐλλείψωσι τῇ λέξει, τῷ πράγματι πλεονάζουσιν, εἴ τε πλεονάσωσι τῇ λέξει, τῷ πράγματι, τῷ ὁριστῷ φημι,2 ἐλλείπουσιν· οἷον ὡς ἵνα εἴπω3 ‘ὁ ἄνθρωπος ζῷον’, ἰδοὺ τῇ λέξει ἐνέλειπον, ἐπλεόνασα δὲ τῷ πράγματι συμπεριλαβὼν ἀγγέλους καὶ ἄλλα ζῷα. εἰ δὲ πάλιν εἴπω ‘ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν μηχανικόν’, ἐπλεόνασα μὲν τῇ λέξει, τῷ δὲ πράγματι ἐνέλιπον, φημὶ τῷ ὁριστῷ, διότι οὐ πᾶς ἄνθρωπος μηχανικός· εἴ τι μὲν γὰρ μηχανικόν, ἄνθρωπος, οὐκ εἴ τι δὲ ἄνθρωπος, μηχανικόν. τότε οὖν ἀντιστρέφουσιν, ὅτε μήτε ἐλλείπωσι μήτε πλεονάζωσιν. ἐν οἷς καὶ τὸ δεύτερον κεφάλαιον. Τρίτον κεφάλαιον, ἐν ᾧ ζητητέον πόθεν λαμβάνεται πᾶς ὁρισμός. καὶ λέγομεν ὅτι ἐκ τοῦ ὑποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ ἐκ τοῦ συναμφοτέρου. καὶ εἰκότως· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη καὶ ὑποκείμενον ἔχει καὶ τέλος, ὑποκείμενον μὲν περὶ ὃ καταγίνεται, τέλος δὲ ὃ προτίθεται ποιῆσαι. τῇ ἰατρικῇ ὑπόκεινται τὰ ἀνθρώπεια σώματα, τέλος δὲ ἔχει τὴν ὑγίειαν, τῇ ῥητορικῇ ὑπόκεινται τὰ ἰδιωτικὰ καὶ πολιτικὰ πράγματα (ἰδιωτικὰ δὲ λέγω τοὺς ἐπιτροπικοὺς Δημοσθένους λόγους ἢ ὅταν ἑνί τινι συνηγορῇ, πολιτικὰ δὲ τὰ δημόσια πάντα, ὅταν συμβουλεύῃ τῇ πόλει Φιλίππῳ πολεμῆσαι), τέλος δὲ ταύτης τὸ πεῖσαι, τῇ γραμματικῇ ὑπόκεινται πᾶσαι αἱ Ἑλληνίδες φωναί, τέλος δὲ αὐτῆς μηδέποτε ἁμαρτεῖν περὶ αὐτὰς μήτε περὶ μίαν μήτε περὶ πολλάς· ἡ μὲν γὰρ περὶ μίαν ἁμαρτὰς βαρβαρισμὸς εἴρηται ἡ δὲ περὶ πλείονας σολοικισμός· σολοικισμὸς δὲ εἴρηται ὡς σώου λόγου αἰκισμός. Εἰ οὖν πᾶσα τέχνη καὶ ὑποκείμενον ἔχει καὶ τέλος, εἰκότως οἱ ὁρισμοὶ ἢ ἐξ ἑνὸς τῶν δύο ἢ ἐκ τοῦ συναμφοτέρου λαμβάνονται. ἐκ τοῦ ὑποκειμένου μέν, ὡς ἵνα εἴπω ‘ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη’, ἐκ τοῦ τέλους δὲ ‘ὑγείας περιποιητική’, ἐκ δὲ τοῦ συναμφοτέρου ‘τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη ὑγείας περιποιητική’. δεῖ δὲ εἰδέναι ὅτι ἐπὶ πασῶν τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν μόνος ὁ ἐκ τοῦ συναμφοτέρου τέλειος ὁρισμός, ἐπειδὴ τὰ ὑποκείμενα αὐταῖς καὶ ἄλλαις ὑπόκεινται τέχναις, οἷον τὰ ἀνθρώπεια σώματα ὑπόκεινται κουρεῖ, παιδοτρίβῃ. ἀλλὰ καὶ τὰ πολιτικὰ ὑπόκεινται καὶ ἄλλαις ὁμοίως. καὶ τὰ τέλη οὐχ ὑπὸ μόνων τῶν εἰρημένων γίνονται, ἀλλὰ καὶ ὑπὸ τύχης καὶ ὑπὸ ἄλλων τινῶν· τὴν γὰρ ὑγείαν οὐ μόνος ἰατρὸς ποιεῖ, ἀλλὰ καὶ ἐκ τύχης γίνεται, ὡς εἴρηται ἐν τῷ Περὶ αἱρέσεων. καὶ γραῦς ἐπᾴδουσα ὑγείαν ποιεῖ καὶ περίαπτον ὁμοίως. καὶ ἡ πειθὼ οὐχ ὑπὸ μόνης ῥητορικῆς γίνεται, ἀλλὰ καὶ χρυσὸς πείθει καὶ κάλλος πείθει καὶ ἕτερα πολλά. ὁ γοῦν Ὑπερείδης ὁ ῥήτωρ συνηγορῶν Φρύνῃ τῇ πόρνῃ, αἰσθόμενος ἐν τοῖς ἑαυτοῦ ἐπιλόγοις ὅτι οὐκ ἔπεισε τοὺς δικαστάς, ἐπέτρεψε τῇ πόρνῃ διαρρῆξαι τοὺς χιτῶνας, καὶ τότε διὰ τῆς τῶν μαζῶν θέας εἷλεν αὐτούς. Κριτέον οὖν τὰς ἕξεις οὐκ ἐκ τοῦ τέλους ἀλλ’ ἐκ τῆς τοῦ τέλους παρασκευῆς·4 ἴδιον γὰρ ἰατροῦ οὐ τὸ ὑγιάσαι ἀλλὰ τὸ μηδὲν παραλιπεῖν τῶν εἰς ὑγείαν ἀγόντων, καὶ ῥήτορος τέλος οὐ τὸ πεῖσαι ἀλλὰ τὸ μηδὲν παραλιπεῖν τῶν εἰς πειθὼ ἀγόντων. εἰκότως οὖν ἐπὶ μὲν τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν μόνος ὁ ἐκ τοῦ συναμφοτέρου τέλειος ὁρισμός, ἐπὶ δὲ τῆς φιλοσοφίας καὶ ὁ ἐκ θατέρου τέλειος, διότι τὸ ὑποκείμενον τῇ φιλοσοφίᾳ ἄλλῃ τέχνῃ ἢ ἐπιστήμῃ οὐχ ὑπόκειται.

第二,应当探究“定义”因何得名。因此,定义正如借用自土地的界标的隐喻而得名。因为在古代,尼罗河上涨并淹没混淆了田野,在河水退去后,围绕土地的分配便发生了战争与杀戮。于是他们设想出某些界标来指明地点,并停止了争战。因此,在他们那里,“阿凯纳”这一度量也是由于缺乏杀戮而得名;因为卡伊诺意为“杀害”。同样,作为本性的阐释者的定义,由于追求正义与换位性,既不愿有所缺失,也不愿有所过剩;因为唯有在那时它们才发生换位,亦即与事物等同流转;因为“反”(安提)是取相等的意义,犹如“如同神祇者”、“匹敌男子之妇”之类。而定义产生缺陷的方式甚为奇妙:因为它们若在文辞上有所缺失,便在事物上有所过剩;若在文辞上有所过剩,便在事物上——我是指被定义者上——有所缺失。例如,假如我说“人是动物”:看哪,在文辞上我有所缺失,但在事物上我却过剩了,把天使和其他动物也一并包含了进去。但若反过来我说“人是理性的、有死的、能接受理智与知识的、精通机械技术的动物”,我在文辞上过剩了,但在事物上——我是指被定义者上——却缺失了,因为并非人人皆精通机械技术;因为若有精通机械技术者,则是人,但并非若有人,即精通机械技术。因此,唯有在既无缺失亦无过剩之时,定义才发生换位。第二章亦至此终了。 第三章,在其中应当探究一切定义取自何处。我们说,取自承载主体,或取自目的,或取自二者结合。这也是合乎情理的:因为一切技艺与科学皆兼有承载主体与目的,承载主体是其所从事的对象,而目的是其意图成就的事物。对医术而言,人体是承载主体,其目的是健康;对修辞学而言,私人与城邦的事务是承载主体(所谓私人事务,我是指德摩斯梯尼关于监护的演说,或当他为某一个人辩护之时;所谓城邦事务,则是指一切公务,例如当他劝告城邦同腓力作战之时),而其目的则是劝服;对文法学而言,一切希腊语词音是承载主体,而其目的则是对它们绝不出错,无论对单字还是对多数词;因为针对单字的错误被称为外邦语错用,而针对多个词的错误被称为文法违背;文法违背之所以得名,是犹如健全言说的毁损。 因此,若是一切技艺皆兼有承载主体与目的,合乎情理地,定义要么取自二者之一,要么取自二者结合。取自承载主体,例如我说“医术是从事于人体的技艺”;取自目的,如“促进健康的技艺”;取自二者结合,如“从事于人体且促进健康的技艺”。但应当知道,在所有其他技艺与科学中,唯有取自二者结合的定义才是完备的,因为它们的承载主体也作为其他技艺的承载主体,例如人体亦作为理发师、体育教师的承载主体。同样,城邦事务亦作为其他技艺的承载主体。并且目的也并非仅由上述技艺产生,亦由机运及其他某些事物产生;因为健康不仅由医者造成,亦由机运产生,正如在《论学派》中所述;念咒的老妪造成健康,护身符亦然;劝服也并非仅由修辞学产生,金钱能够劝服,美貌能够劝服,其他诸多事物亦能劝服。例如演说家绪珀里得斯在为妓女芙丽涅辩护时,在其结语中察觉到未能劝服法官,便命妓女扯开上衣,那时凭借对其胸部的瞻视征服了法官。 因此,应当不是根据目的,而是根据对目的的准备来评判各种秉赋状态;因为医者的特有职分不是医好,而是不遗漏任何导向健康之事;修辞学家的目的不是劝服,而是不遗漏任何导向劝服之事。因此合乎情理地,在其他技艺与科学中唯有取自二者结合的定义才是完备的,但在哲学中,即使取自其中之一的定义亦是完备的,因为哲学的承载主体并不作为任何其他技艺或科学的承载主体。

语法注4 条
  1. 4.1ἀντὶ τοῦ ἰσόστροφοί εἰσι τῷ πράγματι

    介词短语 ἀντὶ τοῦ 在此处并不表示替代或相反,而是起到解释性的同位语作用,意为“也就是说”或“即”。它将前面的动词 ἀντιστρέφουσιν(换位)拆解,说明前缀 ἀντί 取 ἴσον(相等)之意,从而表明定义与事物外延对等流通。

  2. 4.1τῷ πράγματι, τῷ ὁριστῷ φημι

    τῷ ὁριστῷ φημι(我是指被定义者)是对前面的与格补足语 τῷ πράγματι(在事物上)的同位解释性插入语,明确指出此处所谓“事物”即指被定义项本身的外延。

  3. 4.1ὡς ἵνα εἴπω

    连词 ὡς 与 ἵνα 带虚拟语气(εἴπω)的组合是后期希腊语中引出举例的习用结构,相当于“例如假定我说”或“好比我说”,在此并非表示目的从句。

  4. 4.1Κριτέον οὖν τὰς ἕξεις οὐκ ἐκ τοῦ τέλους ἀλλ’ ἐκ τῆς τοῦ τέλους παρασκευῆς

    动形容词 κριτέον 作非人称句,支配宾格宾语 τὰς ἕξεις(应当判断秉赋状态)。在句法上,它确立了实际目的成果(ἐκ τοῦ τέλους)与达成目的的完备准备(ἐκ τῆς τοῦ τέλους παρασκευῆς)之间的对比,这是关于推测性技艺的标准论辩结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:4.34-6.22