- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:57.22-59.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯解释了波菲利对属的描述如何将属与其余六种表达(个别事物、无意义词、固有属性、种、种差、偶性)区分开来,提出了该表述是描述而非定义的三个理由,并论证了只要混入一个偶性要素,该说明就必须被归为描述。
ὁμοίως καὶ ἡ ὑπογραφή· ἐὰν γὰρ εἴπω ὅτι Σωκράτης Ἀθηναῖος, ἐχώρισα τῶν ξένων, υἱὸς Σωφρονίσκου, ἐχώρισα τῶν πολιτῶν, φιλόσοφος, ἐχώρισα τῶν ἀδελφῶν· φέρε οὖν καὶ τὴν παροῦσαν ὑπογραφὴν τοῦ γένους δείξωμεν τὰ πυρὸς καὶ ὁρισμοῦ ποιήσασαν·1 ἑπτὰ γὰρ οὐσῶν τῶν φωνῶν, οὔτι λέγω φιλοσόφων μόνον ἀλλὰ καὶ ἀφιλοσόφων, τοῦτ’ ἔστι μερικῶν 〈καὶ〉 ἀσήμων, καὶ τῶν παρὰ φιλοσόφοις πέντε, ἡ παροῦσα ὑπογραφὴ τῶν ἓξ ἐχώρισεν τὸ γένος· διὰ μὲν γὰρ τοῦ εἰπεῖν κατὰ πλειόνων ἐχώρισε τῶν καθ’ ἑνὸς μόνου κατηγορουμένων, τοῦτ’ ἔστι μερικῶν, διὰ δὲ τοῦ εἰπεῖν διαφερόντων τῷ εἴδει ἐχώρισεν αὐτὸ ἀπὸ τοῦ ἰδίου καὶ εἴδους (ταῦτα γὰρ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ κατηγοροῦνται), διὰ δὲ τοῦ εἰπεῖν ἐν τῷ τί ἐστιν ἐχώρισεν αὐτὸ διαφορᾶς καὶ συμβεβηκότος (ταῦτα γὰρ ἐν τῷ ποιόν τι κατηγοροῦνται· ἐρωτηθέντες γὰρ τί ἐστιν ἄνθρωπος, ζῷον ἀποκρινόμεθα, ἐρωτηθέντες δὲ ποῖόν τί ἐστιν ἄνθρωπος, λογικόν, καὶ ποῖόν τί ἐστι κόραξ, μέλαν ἀποκρινόμεθα)· διὰ δὲ τοῦ εἰπεῖν κατηγορούμενον ἐχώρισε τῶν ἀσήμων· αἱ γὰρ ἄσημοι ὕπαρξιν μὴ δηλοῦσαι ὅλως οὐδὲ κατηγοροῦνται. Ἀποροῦσι δέ τινες ὅτι ‘πόθεν λέγομεν τὸν ἀποδοθέντα τοῦ γένους λόγον, τὸν λέγοντα γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, ὑπογραφὴν εἶναι καὶ οὐχὶ ὅρον;’ λεκτέον οὖν τούτου αἰτίας τρεῖς· πρώτην μὲν ὅτι ἐκ τοῦ εἰπεῖν πλειόνων δῆλόν ἐστιν ὅτι ὑπογραφή ἐστι καὶ ἐκ τῶν κατὰ συμβεβηκὸς ἐνυπαρχόντων τῷ ὑποκειμένῳ τὸν λόγον ἐποιήσατο· οὐδὲ γὰρ τῷ ζῴῳ οὐσιωδῶς ὑπάρχει τὸ κατὰ πλειόνων κατηγορεῖσθαι· ἐνεδέχετο γὰρ αὐτὸ ὑφεστάναι ὡς εἰ καὶ μὴ πλειόνων κατηγορεῖτο τοσοῦτον, ὅτι2 ἐν τῷ οἰκείῳ ὁρισμῷ τὸ ζῷον οὐκ ἔχει τὸ κατὰ πλειόνων κατηγορεῖσθαι· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. τὸ οὖν κατὰ πλειόνων κατηγορεῖσθαι ἐπισυμβέβηκεν αὐτῷ καὶ οὐκ ἔστιν αὐτῷ οὐσιῶδες. εἰ οὖν οἱ ὁρισμοὶ ἐκ τῶν οὐσιωδῶς ἐνυπαρχόντων λαμβάνονται, αἱ δὲ ὑπογραφαὶ ἐκ τῶν ἐπεισοδιωδῶν, οὐκ ἔστι δὲ τὸ γένος οὐσιῶδες τῷ ζῴῳ, ἀλλ’ ἐπισυμβέβηκεν αὐτῷ καὶ ἐπεισοδιῶδες αὐτῷ ἐστι, καλῶς φαμεν ὅτι ὑπογραφή ἐστιν ὁ ἀποδοθεὶς λόγος, οἷα μὴ ἐκ τῶν οὐσιωδῶν λαμβανόμενος, καὶ οὐχ ὁρισμός. αὕτη πρώτη αἰτία. δευτέρα δὲ ὅτι ὁ ἀποδοθεὶς λόγος ὑπογραφὴ καὶ οὐχ ὁρισμός ἐστι· οὐδέποτε γὰρ ἐν ἀποδόσει ὁρισμοῦ κέχρηται τῇ ὑπαλλήλῳ ἤτοι διαλλήλῳ δείξει· εἰ οὖν κέχρηται ἐνταῦθα τῇ διαλλήλῳ δείξει, ὡς μικρὸν ὕστερον μαθησόμεθα, φάσκων ἐν μὲν τῷ λόγῳ τοῦ γένους ‘γένος ἐστὶ τὸ διαιρούμενον εἰς εἴδη’ ἐν δὲ τῷ λόγῳ τοῦ εἴδους ‘εἶδός ἐστι τὸ ὑποκείμενον τῷ γένει’, αὕτη δὲ διάλληλός ἐστι δεῖξις, οὐ δύναται ὁ ἀποδοθεὶς λόγος εἶναι ὁρισμός· οὐδὲ γάρ, ὡς εἴρηται, ἐν ὁρισμῷ εἰώθασιν οἱ φιλόσοφοι τῇ διαλλήλῳ δείξει κεχρῆσθαι. λείπεται οὖν τὸν ἀποδοθέντα τοῦ γένους λόγον ὑπογραφὴν εἶναι. τρίτη πάλιν ἐστὶν ἀπόδειξις αὕτη· αἱ ὑπογραφαὶ ἀεὶ ἐκ τῶν κάτω λαμβάνονται, οἱ δὲ ὁρισμοὶ ἐκ τῶν ἄνω· ὁριζόμενοι μὲν γὰρ τὸν ἄνθρωπόν φαμεν ‘ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν’ ἀπὸ τῶν ἄνω κειμένων ἀρξάμενοι, λέγω δὴ τοῦ ζῴου, ὑπογραφόμενοι δὲ ἐκ τῶν κάτω· οὕτως καὶ αὐτὸ τὸ γένος ὑπογράφομεν καί φαμεν τὸ κατὰ πλειόνων ἐκ τῶν κάτω λαβόντες τὴν ὑπογραφήν· τὰ γὰρ πλείονα κάτω εἰσί. ζητοῦσιν οὖν τινες ὅτι ‘ἐὰν εὑρεθῇ ἐν τῷ ὁρισμῷ μία φωνὴ ἐπεισοδιώδης, πᾶσαι δὲ αἱ λοιπαὶ οὐσιώδεις ὦσι, τί δέον καλεῖν τοῦτον τὸν λόγον, ὁρισμὸν ἢ ὑπογραφήν; ὁρισμὸν μὲν γὰρ οὐ δυνατόν, ἐπειδὴ ὁ ὁρισμὸς ἐκ τῶν οὐσιωδῶν φωνῶν θέλει συνίστασθαι, ἀλλ’ οὐδὲ ὑπογραφήν, ἐπειδὴ ἡ ὑπογραφὴ οὐδεμίαν φωνὴν οὐσιώδη βούλεται ἔχειν’. πρὸς ὃ φαμεν ὅτι ἀνάγκη πᾶσα ὑπογραφὴν καλέσαι τοῦτον· ὥσπερ γὰρ ἐπὶ τῆς λύρας ὑγιῶς μὲν διακειμένων τῶν χορδῶν πασῶν ἁρμονία τις καὶ ῥυθμός ἐστι, μιᾶς δὲ δὲ ῥηγνυμένης καὶ οὐ πασῶν3 εὐθὺς ἀναρμοστία γίνεται, οὕτως καὶ ἐν τῷ ἀποδοθέντι λόγῳ ἐπειδὴ μὴ πᾶσαι αἱ φωναὶ οὐσιώδεις εἰσὶν ἀλλ’ εὑρέθη μία ἐπεισοδιώδης, ἔστιν εἰπεῖν ὅτι ἡ ἁρμονία τοῦ ὁρισμοῦ ἐλύθη καὶ τὴν ἀναρμοστίαν τῆς ὑπογραφῆς ἐδέξατο.
描述同样也是如此;因为如果我说苏格拉底是“雅典人”,我就把他与异邦人分开了;“索弗洛尼斯科斯之子”,我就把他与城邦公民分开了;“哲学家”,我就把他与兄弟们分开了。那么,让我们来表明,属的这一描述也同样起到了火与定义的作用;因为既然名词有七种——我指的不仅是哲学家的名词,而且也包括非哲学的名词,即个别的与无意义的,以及哲学家那里的五种——当前的描述就将属与其余六种分离开来。因为通过说“对多数”,它将其与仅对单一事物被述说者,即个别事物分离开来;通过说“在种上有差异”,它将其与固有属性和种分离开来(因为这些是对多数且在数上有差异者被述说的);通过说“在‘是什么’中”,它将其与种差和偶性分离开来(因为这些是在“是何种性质”中被述说的;因为当被问及人是什么时,我们回答“动物”,而被问及人是何种性质时,我们回答“理性的”,被问及乌鸦是何种性质时,回答“黑色的”);通过说“被述说之物”,它将其与无意义的名词分离开来(因为无意义的名词全然不指明实在存在,甚至根本不被述说)。 然而有些人提出了疑难:“我们凭什么说给出的关于属的说明——即主张‘属乃是在“是什么”中对多数且在种上有差异者被述说之物’者——是描述而非定义?”因此必须就此说明三个原因。首先,从说“多数”这一点显然可知它是一个描述,并且他是从偶然内在属于主词的诸属性中作出这则说明的;因为即使对动物而言,对多数被述说也并非本质地属于它;因为即使它不对多数被述说,它也可能实在自存,以至于在动物自身的本性定义中并不包含对多数被述说;因为动物乃是有灵魂的感觉实体。因此,对多数被述说乃是附随于它的,而非其本质之物。既然定义取自本质内在属于的诸属性,而描述取自外加附随的诸属性,而属对于动物并非本质的,而是附随于它且对它是外加附随的,那么我们理所当然地说给出的说明乃是描述而非定义,因为它并非取自本质属性。这是第一个原因。第二个原因在于,给出的说明是描述而非定义,因为在提出定义时绝不使用相互的即循环的证明;因此,正如我们不久之后将要学到的,如果他在这里使用了循环证明——在属的说明中声称“属乃是被分割为种者”,而在种的说明中声称“种乃是从属于属者” ——而这正是循环证明,那么给出的说明就不可能是定义;因为正如所说,哲学家们不习惯在定义中使用循环证明。因此剩下的结论就是,给出的属的说明是描述。第三个证明又如下:描述总是取自下位事物,而定义取自上位事物。因为在给人下定义时,我们从位于上位者即动物开始,说“理性的、必死的、能接受理智与知识的动物”,而当给出描述时则取自下位事物;同样,我们在描述属本身时,也是从下位事物中取得描述而说“对多数”,因为多数处于下位。 因此有些人探究:“如果在定义中发现了一个外加附随的词,而其余所有词都是本质的,那么应当称这个说明为什么,是定义还是描述?因为称为定义是不可能的,既然定义要求由本质的名词构成;但也不能称为描述,既然描述要求不含有任何本质的名词。”对此我们说,完全必然将此称为描述;因为正如在里拉琴上,当所有琴弦都处于良好状态时便有一种和谐与节奏,但当断了一根弦——哪怕并非全断——时,立刻就会产生不协调,在给出的说明中也是如此,既然并非所有的词都是本质的,而是发现了一个外加附随的词,便可以说定义的和谐已经被瓦解,并且接纳了描述的不协调。
- 21.1τὰ πυρὸς καὶ ὁρισμοῦ ποιήσασαν
分词 ποιήσασαν 与宾格名词短语 τὴν παροῦσαν ὑπογραφήν 一致,作为 δείξωμεν(由语气词 φέρε 引导的劝勉式,“让我们表明……”)支配的宾语成分中的谓词性分词。τὰ πυρὸς καὶ ὁρισμοῦ 为中性复数冠词短语,意为“火与定义的作用/功能”。
- 21.1ἐνεδέχετο γὰρ αὐτὸ ὑφεστάναι ὡς εἰ καὶ μὴ πλειόνων κατηγορεῖτο τοσοῦτον, ὅτι
无人称未完成式动词 ἐνεδέχετο 支配带宾格的不定式 αὐτὸ ὑφεστάναι(“它能够自存”)。ὡς εἰ καί 引导让步条件句(“即使它并不……”)。τοσοῦτον, ὅτι 为副词性用法,表程度(“以至于……”或“在……程度上如此显著”)。
- 21.1μιᾶς δὲ δὲ ῥηγνυμένης καὶ οὐ πασῶν
虽然底本存在文本印刷错误(重复的 δὲ δὲ),但在句法上这是一个独立属格结构(μιᾶς ῥηγνυμένης,“当一根弦断裂时”)。καὶ οὐ πασῶν(“即便并非全部”)是起强调和限定作用的插入短语。
