- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:56.5-57.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯讨论了波菲利为何通过描述而非定义来陈述属,阐明了由于五个名称贯穿各范畴的同名异义性而均不可被定义的原因,并解释了定义与构成性种差如何在“是什么”中被述说的疑难。
p. 2,15 Ὃ καὶ ὑπογράφοντες ἀποδεδώκασι. Ἀπαριθμησάμενος τὰ σημαινόμενα τοῦ γένους ὁ Πορφύριος, ὅτι τρία, καὶ διορίσας περὶ ποίου ὁ λόγος, βούλεται τοῦτο ὑπογραφῆς ἢ ὁρισμοῦ ἀξιῶσαι. καὶ ἔδει μὲν αὐτὸν μέλλοντα τῶν περὶ τοιούτου γένους ἀπάρχεσθαι λόγων ἀπὸ τοῦ εἰ ἔστιν ἄρξασθαι, ἀλλ’ ἐπειδὴ τοῦτο ἔφθη παραιτησάμενος, ἡνίκα ἔλεγεν ‘τῶν μὲν βαθυτέρων ἀπέχομαι ζητημάτων καὶ εἴτε ὑφέστηκεν εἴτε μή’, ἐπὶ τὸ τί ἐστιν ἔρχεται. τὸ δὲ τί ἐστιν τοῦ ὁρισμοῦ πρόσρημα ἢ ὑπογραφῆς. διαφέρει δὲ ταῦτα ἀλλήλων, ὅτι ὁ μὲν ὁρισμὸς ἐκ τῶν κατ’ οὐσίαν λαμβάνεται, ἡ δὲ ὑπογραφὴ ἐκ τῶν κατὰ συμβεβηκός. χείρων δὲ ἡ ὑπογραφὴ τοῦ ὁρισμοῦ, ὅθεν καὶ ὑπογραφὴ λέγεται ὡς ὑπὸ τὴν γραφὴν τελοῦσα, τοῦ ὁρισμοῦ τῇ τελείᾳ μορφῇ τῆς γραφῆς ἀναλογοῦντος τῇ ἐν χρώμασι τῆς δὲ ὑπογραφῆς τῇ σκιαγραφίᾳ καὶ λευκογραφίᾳ. ἐνταῦθα οὖν τὸ τί ἐστιν ἐπὶ τῆς ὑπογραφῆς κεῖται· ὑπογράφει γὰρ τὸ γένος, οὐχ ὁρίζεται. καὶ εἰκότως, ἐπειδὴ οἱ ὁρισμοὶ ἐκ γένους καὶ διαφορῶν λαμβάνονται, τοῦ δὲ γένους οὐκ ἔστιν ὑπεραναβεβηκὸς γένος. διὰ τοῦτο οὐχ ὁρίζεται αὐτό, ἀλλ’ ὑπογράφει. ἀλλ’ ὅσον ἐπὶ τοῦτο1 ἔδει τὸ εἶδος ὁρίσασθαι (τοῦ γὰρ εἴδους ἔστι γένος), διὸ ῥητέον ἄλλην αἰτίαν, δι’ ἣν οὐδεμίαν τῶν πέντε φωνῶν ὁρίζεται. δεῖ εἰδέναι ὅτι αἱ πέντε φωναὶ ὁμώνυμοί εἰσιν ὡς διὰ πάσης χωροῦσαι κατηγορίας, τῶν δὲ ὁμωνύμων οὐκ ἔστιν ὁρισμός, εἴ γε οἱ ὁρισμοὶ κοινωνίαν πραγμάτων ζητοῦσιν, οὐχὶ ὀνομάτων (ὧν γὰρ οἱ ὅροι οἱ αὐτοί, τούτων καὶ τὰ πράγματα ταὐτά), τὰ δὲ ὁμώνυμα τοὐναντίον κοινωνίαν ὀνομάτων, οὐχὶ πραγμάτων. διὸ εὐλόγως ὑπογράφει τὸ γένος καὶ οὐχ ὁρίζεται. δεῖ εἰδέναι ὅτι ἕκαστον ὄν, καθὸ μὲν λέγεται ἕν, δηλοῦται δι’ ὀνόματος, καθὸ δὲ ἐκ πλειόνων σύγκειται, ταῦτα τὰ πλείονα ἢ οὐσιώδη ἐστὶν ἢ ἐπεισοδιώδη, καὶ εἰ μὲν οὐσιώδη, ποιεῖ τὸν ὁρισμόν, εἰ δὲ ἐπεισοδιώδη, ποιεῖ τὴν ὑπογραφήν. ἀποροῦσι δέ τινες ὅτι οἱ ὁρισμοὶ ἐκ γένους καὶ συστατικῶν διαφορῶν συνίστανται, καὶ τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται ἡ δὲ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι, καὶ τὸ μὲν γένος ἓν ἐν τοῖς ὁρισμοῖς, πολλαὶ δὲ αἱ διαφοραί· τί δήποτε; μὴ καὶ οἱ ὁρισμοὶ ἐν τῷ ποιόν τί ἐστι κατηγοροῦνται2 ἀκολουθοῦντες οὐ τῷ γένει τῷ ἑνὶ ἀλλὰ ταῖς διαφοραῖς ταῖς πολλαῖς ταῖς καὶ τὸ κῦρος ἐν αὐταῖς ἐπεχούσαις, αἵτινες καὶ εἰδοποιοῦσι τὸν ὁρισμὸν τοῦ γένους ὕλῃ ἐοικότος ἀμόρφῳ; καὶ λέγομεν πρὸς τοῦτο ὅτι οὐκ ἔμειναν αἱ διαφοραὶ ἐν τοῖς ὁρισμοῖς διαφοραί, ἀλλ’ ὡς συλληφθεῖσαι τῷ γένει εἴδη ἐγένοντο, ζῷον λογικόν, ζῷον θνητόν, ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἅπερ ἐστὶν εἴδη, ὡς μαθησόμεθα· τὸ δὲ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, διὸ καὶ οἱ ὁρισμοὶ ἐν τῷ τί ἐστι κατηγοροῦνται. Ἐφ’ οἷς ὑπογράφει τὸ γένος οὕτως· γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον τὸ ζῷον· τοῦτο γὰρ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται, οἷον ἵππου καὶ ἀνθρώπου, οἳ τῷ εἴδει διαφέρουσιν. ἀλλ’ ἐπειδὴ ὃ πῦρ ἐν χρυσῷ, τοῦτο ὁρισμὸς ἐν ὁριστῷ καὶ ὑπογραφὴ ἐν ὑπογραφομένῳ·3 τὸ γὰρ πῦρ ἀποχωρίζει τὸν χρυσὸν ἀπὸ πάντων τῶν ἀλλοτρίων, καὶ πρῶτον μὲν τῶν ἀλλοτριωτάτων οἷον ῥύπου καὶ μολύβδου, εἶτα ἀπὸ τοῦ σύνεγγυς οἷον χαλκοῦ (συγγενὴς γὰρ ὁ χαλκὸς τῷ χρυσῷ διὰ τὸ ὁμόχροον)· οὕτως καὶ ὁ ὁρισμὸς ἀποχωρίζει τὸ ὁριστὸν ἀπὸ τῶν λοιπῶν· ἐὰν γὰρ εἴπω ζῷον, ἐχώρισα τῶν ἀψύχων, εἰ δὲ λογικόν, ἐχώρισα τῶν ἀλόγων, εἰ δὲ θνητόν, ἐχώρισα τῶν ἀθανάτων λογικῶν.
“他们通过描述也给出了它”波菲利在列举了属的三种涵义,并限定了所讨论的是哪一种涵义之后,意图使之获得一个描述或定义。而当他准备开始关于这种属的论述时,本应当从“它是否存在”开始,但他既然在说“我回避更深奥的探究,无论它们是实在自存还是并非如此”时,就已经预先推辞了这一点,于是他便进而探究“它是什么”。而“它是什么”乃是定义或描述的题头。二者彼此不同,因为定义取自本质属性,而描述则取自偶性属性。描述劣于定义,因此它也被称为“下画”(描述),犹如从属于绘画,定义比拟于敷以色彩的完满绘画形式,而描述则比拟于素描与白描。因此,在这里“它是什么”乃是针对描述而言的;因为他是对属进行描述,而不是给它下定义。这也是理所当然的,因为定义取自属和种差,但对于属而言,并不存在更高级的属。由于这一缘故,他并不给它下定义,而是予以描述。但仅就这一点而言,他本应当给种下定义(因为种是有属的);因此必须说明另一个原因,即他为何对这五个名称中的任何一个都不下定义。应当知晓,这五个名称是同名异义的,因为它们贯穿于每一个范畴,而同名异义的事物是没有定义的,既然定义寻求的是事物的共通性而非名称的共通性(因为定义相同者,其事物亦相同),而同名异义的事物相反寻求的是名称的共通性而非事物的共通性。因此,他理所当然地是对属予以描述而非下定义。应当知晓,每一个存在者,就其被称为一而言,是通过名称来指明的;而就其由多数要素构成而言,这些多数要素要么是本质的,要么是外加附随的,若是本质的,便构成定义;若是外加附随的,便构成描述。但有些人提出了疑难:定义由属和构成性种差组成,属在“是什么”中被述说,而种差在“是何种性质”中被述说,并且在定义中属只有一个,而种差却有多个;究竟是为什么?难道定义不也正是因为并不追随单一的属,而是追随众多的种差(它们在自身中也掌握着主导权,并且使定义成种,而属则如同无定形质料),从而在“是何种性质”中被述说吗?针对这一点我们说,种差在定义中并没有停留为种差,而是由于与属共同被把握而成为了种,如理性动物、必死动物、能接受理智与知识的动物,正如我们将会学到的,这些就是种;而种是在“是什么”中被述说的,因此定义也同样是在“是什么”中被述说的。在此之后,他这样描述属:“属乃是在‘是什么’中对多数且在种上有差异者被述说之物,例如动物”;因为这是对多数且在种上有差异者被述说的,例如马和人,它们在种上有差异。但是,既然正如火之于黄金,定义之于被定义项、描述之于被描述项也是如此;因为火将黄金与一切相异之物分离,首先与最为相异之物(如尘垢和铅)分离,然后与邻近之物(如铜,因为铜由于同色而与黄金相近)分离;同样,定义也将被定义项与其他事物分离开来。因为如果我说“动物”,我就把它与无灵魂之物分开了;如果说“理性的”,我就把它与非理性之物分开了;如果说“必死的”,我就把它与不死的理性之物分开了。
- 21.1ἀλλ’ ὅσον ἐπὶ τοῦτο
由宾格 ὅσον 与介词短语 ἐπὶ τοῦτο 构成的副词性短语,意为“仅就这一点而言”或“在这方面”。它在此引出一个反驳性的转折:若仅凭没有更高级的属这一理由,那么拥有属的“种”原本就应当被定义。
- 21.1τί δήποτε; μὴ καὶ οἱ ὁρισμοὶ ἐν τῷ ποιόν τί ἐστι κατηγοροῦνται
在疑问副词 τί δήποτε(“究竟是为什么?”)之后,否定词 μή 与现在时直说语气(κατηγοροῦνται)连用,构成表达疑虑与质疑的修辞性疑问句(“难道……不也是……?”),用以提出反诘性疑难:定义是否会因追随起主导作用的多数种差而变成了在“是何种性质”中被述说。
- 21.1ἀλλ’ ἐπειδὴ ὃ πῦρ ἐν χρυσῷ, τοῦτο ὁρισμὸς ἐν ὁριστῷ καὶ ὑπογραφὴ ἐν ὑπογραφομένῳ
由关系代词 ὅ 与指示代词 τοῦτο 相应构成的省略了系词 ἐστί 的比例比较结构(“火在黄金中所是的,这正是定义在被定义项中所是的”)。连词 ἐπειδή 统领整个比喻性因果陈述,随后通过 τὸ γὰρ πῦρ... οὕτως καὶ ὁ ὁρισμός 展开说明,构成一个带有轻微破格特征的比例句结构。
