← 埃利亚斯

波菲利《导论》注释

§53.17-56.3

属的多重涵义与基于类比的哲学属

埃利亚斯分析了波尔菲里文本中“似乎”(ἔοικε)与“单纯地”(ἁπλῶς)的多重涵义,梳理了属的第一种涵义所蕴含的三种关系(多对一、多对多、一对多)。随后,他对比了习惯上在先的人群与本性上在先的生成始源,阐明了人类认识/实践与本性秩序的对倒,并论证了第三种哲学上的属是如何依照与前两种属的相似性而得以确立的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

p. 1,18 Ἔοικε δὲ μήτε τὸ γένος. Τὸ ἔοικε τρία σημαίνει· τὸ ὅμοιον, ᾗ φαμεν βασιλῆι γὰρ ἀνδρὶ ἔοικε, καὶ τὸ πρέπει, καθό φαμεν οὐκ ἔστ’ οὐδ’ ἐπέοικε τεὸν ἔπος ἀρνήσασθαι, καὶ τὸ φαίνεται, ᾗ φαμεν ‘οὑτοσὶ ὁ προσιὼν ἔοικε Σωκράτης εἶναι’. ἐνταῦθα οὖν τὸ ἔοικε τὸ φαίνεται δηλοῖ· φαίνεται γὰρ τὸ γένος καὶ τὸ εἶδος μὴ ἁπλῶς λεγόμενα.1 διὰ τί δέ, φασί, γένους μνησθεὶς καὶ εἴδους ἐμνημόνευσε; καὶ λέγομεν ὅτι ἐπειδὴ τῶν πρός τί εἰσι τὸ γένος καὶ τὸ εἶδος, τὰ δὲ πρός τι χωρὶς ἀλλήλων οὔτε ἔστιν οὔτε γινώσκεται.

“属似乎也不…” “似乎(ἔοικε)”具有三种涵义:相像,如我们说“因为他看起来像个王者”;相称,正如我们说“拒绝你的话是不对的,也是不相称的”;以及显现(看来),如我们说“这走近来的人看来是苏格拉底”。因此,在这里“似乎”表示“显现(看来)”;因为显然,属和种并不是单纯单义地被言说的。他们说,为什么他在提及属之后,又想起了种?我们便说,这是因为属和种属于相对者,而相对者离开彼此既不存在,也不被认知。

§20.2

p. 1,18 Ἁπλῶς λέγεσθαι. Τὸ ἁπλῶς τρία σημαίνει, κυρίως, καθόλου καὶ μοναχῶς· κυρίως μέν, ὡς ὅταν φαμὲν ὅτι ‘ἄνθρωπος ὁ γεγραμμένος, ἁπλῶς δὲ ἄνθρωπος ὁ Σωκράτης ὁ καὶ διαλεγόμενος’, τοῦτ’ ἔστιν οὗτός ἐστι κυρίως ἄνθρωπος. καθόλου δέ, ὡς ὅταν φαμὲν ὅτι ‘καὶ Σωκράτης ἄνθρωπος καὶ Ἀλκιβιάδης, ἁπλῶς δὲ ἄνθρωπος ζῷον λογικὸν θνητόν’ ἀντὶ τοῦ καθόλου. μοναχῶς δέ, ὡς ὅταν λέγηται ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ ἀντὶ τοῦ μοναχῶς. ἐνταῦθα οὖν τὸ ἁπλῶς μοναχῶς δηλοῖ, ὅτι οὐ μονοειδὴς ὁ τοῦ γένους λόγος, ἀλλ’ ὁμώνυμον τὸ γένος καὶ πολλὰ σημαίνει, ὡς ἤδη εἴρηται ἀνωτέρω.

“被单纯地言说。” “单纯地(ἁπλῶς)”具有三种涵义:本义地、普遍地、以及单一地。本义地,就像当我们说“画中人是人,但正在对话的苏格拉底才是单纯的人”,这就是说,这一个才是本义上的人。普遍地,就像当我们说“苏格拉底也是人,阿尔基比亚德也是人,但单纯的人是有理性的必死动物”,用来代替普遍地。单一地,就像当人们说“真理的言说是单纯生就的”,用来代替单一地。因此,在这里“单纯地”表示“单一地”,因为关于属的定义并非单一种类的,而是属乃是同名异义的,具有多种涵义,如前文已经说明的那样。

§20.3

p. 1,18 Γένος γὰρ λέγεται καὶ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι καὶ ἡ πρὸς ἀλλήλους ἄθροισις, καθ’ ὃ σημαινόμενον τὸ Ἡρακλειδῶν λέγεται γένος ἐκ τῆς ἀφ’ ἑνὸς σχέσεως. Ἐνταῦθα τὰς σχέσεις δηλοῖ τοῦ πρώτου σημαινομένου· τὸ γὰρ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι δηλοῖ τὴν τῶν πολλῶν πρὸς ἕνα σχέσιν, τὸ δὲ καὶ ἡ πρὸς ἀλλήλους ἄθροισις δηλοῖ τὴν τῶν πολλῶν πρὸς πολλούς, ἐπειδὴ οὐ πάντες οὗτοι ὁμοίως ἔχουσι πρὸς ἀλλήλους (οἱ μὲν γὰρ ἀδελφοί, οἱ δὲ ἀνεψιοί, οἱ δὲ ἐπιγαμβρεύσαντες), τὸ δὲ καθ’ ὃ σημαινόμενον τὸ Ἡρακλειδῶν λέγεται γένος δηλοῖ τὴν ἀφ’ ἑνὸς πρὸς πολλοὺς σχέσιν.

“因为某些相对于单一事物具有某种关系的人的汇集,以及彼此相对的汇集,也被称为属,根据这种涵义,从源于一者的关系出发,赫拉克勒斯后裔的属得以被言说。” 在这里他指明了第一种涵义的诸种关系。因为“某些相对于单一事物具有某种关系的人的”表示多对一的关系;而“以及彼此相对的汇集”表示多对多的关系,因为这些人彼此之间的关系并不全都是相同的(因为有些人是兄弟,有些人是表亲,有些人是通过通婚加入的);而“根据这种涵义,赫拉克勒斯后裔的属得以被言说”则表示从一对多的关系。

§20.4

p. 1,22 Κατὰ ἀποτομὴν τῶν ἄλλων γενῶν. Ἀποτομὰς καλεῖ τὰ ὀνόματα οἷον Ἡρακλειδῶν, Πελοπιδῶν, Αἰακιδῶν, ἐπειδὴ τὰ ὀνόματα ἀποτέμνουσι καὶ ἀποχωρίζουσι τὰ διάφορα πράγματα ἀπ’ ἀλλήλων· τὸ γὰρ Ἡρακλειδῶν ὄνομα ἀποτέμνει ἀφ’ ἑαυτοῦ καὶ ἀποχωρίζει τοὺς Πελοπίδας καὶ Αἰακίδας καὶ Κεκροπίδας.

“依据与其他属的切分。” 他把诸如“赫拉克勒斯后裔”、“珀罗普斯后裔”、“埃阿科斯后裔”这样的名称称为“切分”,因为名称将不同的事物彼此切分并分离;因为“赫拉克勒斯后裔”这一名称将珀罗普斯后裔、埃阿科斯后裔和刻克洛普斯后裔从自身切分并分离出去。

§20.5

p. 2,5 Καὶ ἔοικε πρόχειρον. Πρὶν εἰπεῖν τὸ τρίτον σημαινόμενον τοῦ γένους συγκρίνει τὰ δύο πρῶτα καὶ ἕκαστον αὐτῶν πρῶτον λέγει. καὶ πῶς πρῶτον δευτέρου μὴ ὄντος λέγει; καὶ λέγομεν ὅτι ἐνδέχεται ἑκάτερον αὐτῶν πρῶτον εἶναι κατὰ ἄλλο καὶ ἄλλο· τὸ μὲν γὰρ τῇ συνηθείᾳ πρῶτον τὸ πλῆθος τῶν ἀνθρώπων· ἀκούσαντες γὰρ γένους εἰς ἔννοιαν πολλῶν ἀνθρώπων ἐρχόμεθα, διὸ καὶ πρόχειρον αὐτὸ εἶπεν, οὐχ ἁπλῶς πρῶτον· πρῶτον γάρ ἐστι τὸ τῇ φύσει πρῶτον, τοῦτ’ ἔστιν ἡ ἑκάστου τῆς γενέσεως ἀρχή, ὅ τε πατὴρ καὶ ἡ πατρίς· πρῶτον γὰρ γίνεται εἷς ἐξ ἑνός, καὶ εἶθ’ οὕτως πολλοὶ ἐξ ἑνός. καὶ θαυμαστὸν ὅτι τὰ τῇ φύσει πρῶτα δεύτερα ἡμῖν φαίνεται καὶ τὰ δεύτερα τῇ φύσει πρῶτα ἡμῖν φαίνεται, οἷον ὁ Σωκράτης ἡμῖν πρῶτός ἐστι, τῇ δὲ φύσει δεύτερος· σκοπὸν γὰρ ἔχει ἡ φύσις οὐ Σωκράτην ποιῆσαι ἀλλ’ ἁπλῶς ἄνθρωπον, οὗτος δὲ ἔκ τινος περιστάσεως γενόμενος φαλακρὸς ἢ προγάστωρ γέγονε Σωκράτης· ὁ δὲ καθόλου ἄνθρωπος ἔμπαλιν τῇ φύσει πρῶτος ὢν ἡμῖν δεύτερός ἐστι. καὶ οὐ μόνον ἡμεῖς ἀντιπεπόνθαμεν τῇ φύσει, ἀλλὰ καὶ ἡ θεωρία τῇ πράξει·2 τὸ γὰρ τέλος τῆς θεωρίας ἀρχὴ τῆς πράξεως γίνεται· οἷον βουλόμεθα σῶσαι τὸ ζῷον ἀπὸ θάλπους καὶ κρύους καὶ ὄμβρου καὶ ἀνέμων, οὐκοῦν δεῖ ποιῆσαι αὐτῷ ὀροφήν· ἀλλ’ ἐπειδὴ αὕτη μένειν χωρὶς τοίχων οὐ δύναται, δεῖ ἀναστῆσαι τοίχους τοὺς συνέχοντας· ἐπεὶ δὲ οὗτοι στῆναι οὐ δύνανται μὴ θεμελίων καταβληθέντων, δεῖ καὶ θεμελίους καταβαλέσθαι, καὶ ἐπειδὴ οὗτοι γενέσθαι οὐ δύνανται μὴ ὀρυσσομένης τῆς γῆς, δεῖ ὀρύξαι τὴν γῆν· καὶ λήγει μὲν ἡ θεωρία εἰς τοῦτο, ἄρχεται δὲ ἡ πρᾶξις ἀπὸ τῆς ὀρύξεως τῆς γῆς.

“并且看来是现成的。” 在陈述属的第三种涵义之前,他对比了前两种涵义,并将它们各自称为第一。在没有第二的情况下,他怎么能称之为第一呢?我们便说,这是因为它们各自依据不同的方面可能是第一。因为在日常习惯中,人类的群体是第一的;因为听到了“属”,我们就想到了许多人,因此他也称之为“现成的”,而非“单纯的第一”。因为本性上第一的才是真正的第一,这就是每个人生成的始源,即父亲和祖国。因为首先是从一产生一,然后才这样从一产生多。奇妙的是,本性上第一的事物对我们显现为第二,而本性上第二的事物对我们显现为第一;例如,苏格拉底对我们而言是第一,但在本性上是第二;因为本性的目的不是创造苏格拉底,而是单纯地创造人,而这一个人因某种情势成了秃头或大腹便便,才成为了苏格拉底;相反,普遍的人在本性上是第一,对我们而言却是第二。不仅我们与本性处于相反对转的关系,沉思也与实践处于相反对转的关系;因为沉思的终点变成了实践的起点。例如,我们想要保护动物免受酷暑、严寒、暴雨和狂风的侵害,因此必须为它造一个屋顶;但既然屋顶离开墙壁就无法立足,就必须建造支撑的墙壁;而既然墙壁在没有奠定地基的情况下无法立起,就必须奠定地基;而既然地基在没有挖掘地面的情况下无法产生,就必须挖掘地面。于是,沉思止于此,而实践则从挖掘地面开始。

§20.6

p. 2,10 Ἄλλως δὲ πάλιν γένος λέγεται, ᾧ ὑποτάσσεται τὸ εἶδος, καθ’ ὁμοιότητα ἴσως τούτων εἰρημένον. Τὸ τρίτον σημαινόμενον τοῦ γένους, περὶ οὗ παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, καθ’ ὁμοιότητα ἴσως τῶν πρώτων γενῶν εἴρηται· ὥσπερ γὰρ τὸ πρῶτον γένος πολλῶν περιεκτικόν ἐστιν, οὕτως καὶ τὸ εἰς εἴδη διαιρούμενον πολλῶν ἐστι περιεκτικόν, καὶ ὥσπερ τὸ δεύτερον γένος, τοῦτ’ ἔστιν ἡ ἑκάστου τῆς γενέσεως ἀρχή, ὁ πατὴρ καὶ ἡ πατρίς, ὅλα ἑαυτὰ παρέσχον τοῖς ἐξ αὐτῶν (οὐδὲ γάρ ἐστι μᾶλλον τοῦδε πατὴρ ἢ πατρὶς καὶ ἧττον τοῦδε), οὕτως καὶ τοῦτο τὸ γένος ὅλον ἑαυτὸ ἑκάστῳ τῷ εἴδει παρέσχεν· οὐδὲ γάρ ἐστι μᾶλλον ζῷον καὶ ἧττον ζῷον.

“在另一种方式下,种从属于它的东西又被称为属,这或许是依据与这些的相似性而言说的。” 在哲学家那里被论说的属的第三种涵义,或许是依据与前几种属的相似性而言说的。因为正如第一种属包容许多,同样,被划分为种的属也包容许多;正如第二种属(即每个人生成的始源,父亲和祖国)将自身的全部赋予了从它们产生的人(因为并不存在对这个人而言更算父亲或祖国,而对那个人而言更不算的情况),同样,这个属也把自身的全部赋予了每一个种;因为并不存在更多是动物或更少是动物的情况。

语法注2 条
  1. 20.1φαίνεται γὰρ τὸ γένος καὶ τὸ εἶδος μὴ ἁπλῶς λεγόμενα

    动词 φαίνεται 与主语 τὸ γένος καὶ τὸ εἶδος 以及中性复数分词 λεγόμενα 连用(φαίνομαι+分词结构),表示明确的事实判断(“显而易见属与种并不是……”),而非表示推测的不定式结构。

  2. 20.5οὐ μόνον ἡμεῖς ἀντιπεπόνθαμεν τῇ φύσει, ἀλλὰ καὶ ἡ θεωρία τῇ πράξει

    动词 ἀντιπέπονθα 支配与格补足语(τῇ φύσει、τῇ πράξει),源于数学和逻辑学术语,意为“与……处于相反对转的关系/成反比”。后半句的主语 ἡ θεωρία 同样承前省略并补充该动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:53.17-56.3