- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:48.7-50.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯论证了普遍者是非物体而非物体,借助比喻与实存诸例阐明了普遍者的三重区分(在多数事物之先、之中、之后),阐释了波菲利所采取的逻辑性入门进路(主词与谓词关系),并对随后的各段引文(Bekker 1,9–1,14)逐条作了注解。
διὰ ταύτας οὖν τὰς μεγαληγορίας ἠξιώθησαν τοῦ τῆς φιλοσοφίας ὀνόματος. ‘ἀλλ’, ὦ Στωϊκοί’, ἔστι πρὸς αὐτοὺς εἰπεῖν, ‘οὐ δύναται τὸ αὐτὸ σῶμα μικρῷ καὶ μεγάλῳ ὁμοίως ὑπάρχειν, ἐπεὶ διασπασθήσεται αὐτὸ ἑαυτοῦ, τὸ δὲ ἀσώματον οἷον τὸ καθόλου ζῷον ὁμοίως ὑπάρχει καὶ διπήχει καὶ τριπήχει· ἀσώματον ἄρα τὸ καθόλου. ἔτι οὐδέποτε τὸ αὐτὸ σῶμα ἐν διαφόροις κατὰ τὸν αὐτὸν χρόνον θεωρεῖται ἀδιασπάστως, τὰ δὲ γένη καὶ τὰ εἴδη ἀδιασπάστως ἐν διαφόροις θεωρεῖται· οὐκ ἄρα εἰσὶ σώματα ἀλλ’ ἀσώματα’. Ἀλλὰ καὶ τούτου ἀποδειχθέντος οὐδὲ τότε πέρας ἐποιούμην τῶν ζητήσεων, ἀλλὰ τότε ὁ κολοφών με τῶν ζητημάτων ἐξεδέχετο· τοῦ γὰρ καθόλου τριττοῦ ὄντος, ἢ πρὸ τῶν πολλῶν ἢ ἐν τοῖς πολλοῖς ἢ ἐπὶ τοῖς πολλοῖς, ὑπὸ ποῖον τούτων τὸ γένος καὶ τὸ εἶδος τελεῖ; οἷον ὡς ἐπὶ παραδείγματος ὑποκείσθω δακτύλιος ἔχων σφενδόνην καὶ ἐν αὐτῇ ἐκτύπωμα ἑνὸς τῶν ἀριστέων, Ἀχιλλέως ἢ Αἴαντος ἢ Ἕκτορος, καὶ διάφοροι κηροὶ ἀποματτόμενοι τὸ ἐκτύπωμα τοῦ δακτυλίου καί τις ἑστὼς καὶ θεώμενος τὰ ἐν τοῖς κηροῖς, ὃς καὶ ἀναχωρείτω λέγων ‘εἶδον πολλοὺς κηροὺς τὸ αὐτὸ ἐκτύπωμα ἔχοντας’· ἔστιν οὖν τὸ ἐν τῷ δακτυλίῳ τὸ πρὸ τῶν πολλῶν, τὸ ἐν τοῖς κηροῖς τὸ ἐν τοῖς πολλοῖς, ὁ ἑστὼς καὶ θεασάμενος τοὺς τύπους τὸ ἐπὶ τοῖς πολλοῖς.1 καὶ οὕτως μὲν ἐπὶ τοῦ παραδείγματος. ἐπὶ δὲ τῶν πραγμάτων αὐτῶν τὰ πρὸ τῶν πολλῶν ἐστιν ἐν τῷ δημιουργῷ, τοῦτ’ ἔστιν οἱ λόγοι καθ’ οὓς τὰ ὄντα δημιουργεῖ (καὶ τούτους τοὺς δημιουργικοὺς λόγους ὁ Πλάτων ἰδέας καλεῖ), τὰ ἐν τοῖς πολλοῖς ἐν τῇ ὕλῃ, ἐπειδὴ ἀχώριστά εἰσι τῆς ὕλης (ἐν ταύτῃ γὰρ θεωροῦνται), καὶ τὸ εἶναι ἔχουσι τὰ ἐπὶ τοῖς πολλοῖς ἐν ταῖς ψυχαῖς τῶν ἐπιστημόνων· ἐν γὰρ τῇ τούτων φαντασίᾳ τὸ εἶναι ἔχουσι τὰ γένη καὶ τὰ εἴδη ἤτοι τὰ καθόλου. Ταῦτα πάντα δυνάμενος ζητῆσαι οὐ ζητήσω, ἀλλ’ ὥσπερ ἐπὶ εἰσαγωγικῇ διδασκαλίᾳ διαλεκτικώτερον τὰ περὶ αὐτῶν διδάξω, τοῦτ’ ἔστι τί τίνι ὑπόκειται καὶ τί τίνος κατηγορεῖται. ὑποκείμενον τυχόν ἐστι τὸ περὶ οὗ ὁ λόγος, κατηγορούμενον δὲ τὸ περὶ ἐκείνου λεγόμενον· οἷον ‘ἄνθρωπος νικᾷ’· τὸ ἄνθρωπος ὑπόκειται, κατηγορεῖται δὲ τὸ νικᾷ. ἢ καὶ ἄλλως· ὑποκείμενόν ἐστι τὸ τῷ ἄρθρῳ συνταττόμενον, κατηγορούμενον δὲ τὸ μὴ συνταττόμενον ἄρθρῳ, οἷον ‘ὁ ἄνθρωπος περιπατεῖ’. καὶ ἄλλως δέ, ὅτι τὸ μὲν κατηγορούμενον ἢ μεῖζόν ἐστι τοῦ ὑποκειμένου ἢ ἴσον αὐτῷ, ἔλαττον δὲ οὐδέποτε, τὸ δὲ ὑποκείμενον πᾶν τοὐναντίον ἢ ἴσον ἢ ἔλαττον, οὐδέποτε δὲ μεῖζον· εἰ γὰρ εἴπω ‘ὁ ἄνθρωπος ζῷον’, τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου καθολικώτερον αὐτοῦ ὄν, ἐὰν δὲ εἴπω ‘ὁ ἄνθρωπος γελαστικόν’, τὸ γελαστικὸν κατηγορεῖται ἴσον ὂν τῷ ἀνθρώπῳ· εἴ τι γὰρ ἄνθρωπος, γελαστικόν, καὶ εἴ τι γελαστικόν, ἄνθρωπος. τὸ δὲ ὑποκείμενον οἷον ὁ ἄνθρωπος ἢ ἴσον ἐστὶ τῷ κατηγορουμένῳ οἷον τῷ γελαστικῷ, ὡς εἴρηται, ἢ ἔλαττον τοῦ κατηγορουμένου οἷον τοῦ ζῴου, οὐδέποτε δὲ μεῖζον.
因此,正是由于这些豪言壮语,他们才被认为配得上哲学之名。“但是,斯多亚派啊”,人们可以对他们说,“同一物体不可能同样属于较小者与较大者,因为若不然它自身就会四分五裂;但非物体之物,例如普遍的动物,同样属于两肘长者与三肘长者;因此普遍者是非物体。再者,同一物体绝不可能在同一时间内未被撕裂地在不同事物中被考察,而属与种却未被撕裂地在不同事物中被考察;因此它们不是物体,而是非物体”。 然而,即便这一点得到了证明,我当时也并未将此当作探讨的终点,而是那时探讨的顶峰在等待着我;因为既然普遍者有三重,要么在诸多事物之先,要么在诸多事物之中,要么在诸多事物之后,那么属与种究竟归属于这之中的哪一种?例如,假定作为示例有一枚带有戒面的戒指,戒面上刻有英雄之一(阿喀琉斯、埃阿斯或赫克托耳)的印模,有各种各样的蜡拓印着戒指的印模,又有某人站在一旁观看着蜡中的印迹,此人走开时说道:“我看到了许多带有相同印模的蜡”;因此,戒指中的印模是在诸多事物之先者,蜡中的印模是在诸多事物之中者,而站在一旁观看了模子的人则是在诸多事物之后者。在示例上情况即是如此。但在事实本身上,在诸多事物之先者存在于造物主之中,即他依之创造存在物的诸原理(柏拉图将这些创造性的原理称为理念);在诸多事物之中者存在于质料之中,因为它们与质料不可分离(它们是在质料中被考察的);而在诸多事物之后者,其存在则在学者们的灵魂之中;因为在这些人的表象之中,属与种即普遍者拥有它们的存在。 我虽能探讨所有这些问题,但我将不予探讨,而是如同在导论性的教学中那样,以更为辩证的方式教授有关它们的内容,即何者作为何者的主体,何者对何者进行述谓。比如说,主体是言说围绕它展开的事物,而述词则是关于那一事物被言说的事物;例如“人获胜”:“人”是主体,而“获胜”被述谓。或者换一种方式:主体是与冠词连用者,而述词是不与冠词连用者,例如“那个人散步”。再换一种方式:因为述词要么大于主体,要么等于主体,绝不小于主体;而主体则完全相反,要么等于述词,要么小于述词,绝不大于述词。因为假若我说“那个人是动物”,“动物”作为比人更为普遍者述谓“人”;但如果我说“那个人具有笑的能力”,“具有笑的能力”作为与人等同者被述谓;因为若是人,便具有笑的能力,若是具有笑的能力,便是人。而主体(例如“那个人”)如前所述,要么等于述词(例如“具有笑的能力”),要么小于述词(例如“动物”),绝不大于述词。
p. 1,9 Αὐτίκα περὶ τῶν γενῶν τε καὶ εἰδῶν. Εἰπὼν ὅτι τῶν βαθυτέρων ἀπέχομαι ζητημάτων προσφόρως ἐπήγαγε τὸ αὐτίκα περὶ τῶν γενῶν τε καὶ εἰδῶν, ὅτι περὶ τούτων ἠδυνάμην πολλὰ ζητῆσαι.
“例如关于属与种”。 说了“避开较为幽深的探讨”之后,他适切地接续道“例如关于属与种”,因为关于这些问题我本能探讨许多。
p. 1,10 Τὸ μὲν εἴτε ὑφέστηκεν. Διαφέρει ἐπίνοια ψιλῆς ἐπινοίας, ὅτι ἡ ἐπίνοια τὸ ὂν ἄλλως ποιεῖ νοεῖσθαι, οἷον ἐκ τοῦ χαλκοῦ τριγώνου χωρίζουσα τὸ σχῆμα καὶ αὐτὸ καθ’ αὑτὸ ἐπινοοῦσα τὸ τρίγωνον, ψιλὴ δὲ ἐπίνοια ἡ τὰ ἀδύνατα τῇ φύσει ἀναπλαττομένη ὡς τραγέλαφον καὶ τὰ τοιαῦτα.
“一方面它们究竟是自立存在”。 思念不同于纯粹思念:思念使得存在物以别样方式被构想,例如将形状从青铜三角形中分离出来,并且构想三角形自身;而纯粹思念则是虚构在自然中不可能存在的事物,如鹿角山羊等等。
p. 1,11 Καὶ πότερον χωριστά. Χωριστὰ τὰ πρὸ τῶν πολλῶν νοητέον, ἐν τοῖς αἰσθητοῖς τὰ ἐν τοῖς πολλοῖς, περὶ ταῦτα ὑφεστῶτα τὰ ἐπὶ τοῖς πολλοῖς, ὡς καὶ ἀνωτέρω εἴρηται.
“以及它们究竟是分离的”。 分离之物应当被理解为在诸多事物之先者,在感觉事物之中者应当被理解为在诸多事物之中者,围绕这些事物而自立存在者应当被理解为在诸多事物之后者,正如上文所言。
p. 1,12 Παραιτήσομαι λέγειν βαθυτάτης. Μηδεὶς ἐγκαλείτω τῷ Πορφυρίῳ, ὃ καὶ τοῖς ῥήτορσιν ἐγκαλοῦσιν ὑπισχνουμένοις μὲν σιωπᾶν, λέγουσι δὲ τὰ ὀφείλοντα σιωπηθῆναι·2 οὐδὲ γὰρ τοῦτο ἐποίησεν, ἀλλὰ λέγει μὲν τὰ προβλήματα, σιωπᾷ δὲ τὰ ἐπιχειρήματα.
“我将谢绝讨论,这是最幽深的”。 任何人都不应以人们也用来指责那些承诺保持沉默、却又说出本应默不作声之事的修辞学家的事,去指责波菲利;因为他并未做这种事,而是说出了问题,却对论证保持沉默。
p. 1,14 Τὸ δὲ ὅπως περὶ αὐτῶν καὶ τῶν προκειμένων. Μηδεὶς νομίσῃ διττολογεῖν τὸν Πορφύριον εἰπόντα αὐτῶν καὶ τῶν προκειμένων· αὐτῶν μὲν γὰρ νοητέον γενῶν τε καὶ εἰδῶν (τούτων γὰρ καὶ προσεχῶς ἐμνήσθη), τῶν δὲ προκειμένων ἀντὶ τοῦ ὑφὲν ὅλων ὁμοῦ τῶν πέντε φωνῶν.3
“然而关于它们以及提起的主题如何”。 任何人都不应认为波菲利说“关于它们以及提起的主题”是同义反复;因为由“它们”应当理解为属与种(因为他刚提及了这些),而“提起的主题”则是用来统括全部五种普遍声音合而为一的代称。
- 18.12ὁ ἑστὼς καὶ θεασάμενος τοὺς τύπους τὸ ἐπὶ τοῖς πολλοῖς
系词 ἐστίν 被省略。紧接着前文关于印模与蜡的表述,站在一旁观看印迹的观察者自身(或其获得的认知)对应于第三种形态,即“在诸多事物之后者”。
- 18.16ὃ καὶ τοῖς ῥήτορσιν ἐγκαλοῦσιν ὑπισχνουμένοις μὲν σιωπᾶν, λέγουσι δὲ τὰ ὀφείλοντα σιωπηθῆναι
关系代名词 ὃ 作为内制宾格预先指称后文所抱怨的具体行为(承诺沉默却又说出),与格分词 ὑπισχνουμένοις... λέγουσι... 则充当动词 ἐγκαλοῦσιν 的间接补足语,构成“指责那些……之人”的句式。
- 18.17ἀντὶ τοῦ ὑφὲν ὅλων ὁμοῦ τῶν πέντε φωνῶν
介词 ἀντί 支配属格短语,其中副词性短语 ὑφ’ ἕν(统括为一、合而为一)嵌入其中,意为“用来代替把全部五种声音统括为一个整体”。
