← 埃利亚斯

波菲利《导论》注释

§45.24-48.7

关于普遍者存在方式与自立存在的难题

埃利亚斯讨论了波菲利所提出的关于普遍者的难题背景(普遍者究竟是自立存在还是仅存于思念中,以及是物体还是非物体),并评注了柏拉图与安提斯泰尼的争论以及斯多亚派的物体论与实践哲学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.12#1

p. 1,9 Αὐτίκα περὶ τῶν γενῶν τε καὶ εἰδῶν τὸ μὲν εἴτε ὑφέστηκεν καὶ τὰ ἑξῆς. Εἰπὼν ὁ Πορφύριος ὅτι τῶν μὲν βαθυτέρων ἀπέχομαι ζητημάτων, τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχάζομαι, ὥς τινος δῆθεν εἰπόντος πρὸς αὐτὸν ‘μάτην καλλωπίζῃ, ὦ Πορφύριε· τί γὰρ καὶ εἰ ἠθέλησας ἀσαφές τι εἰπεῖν περὶ αὐτῶν, εἶχες φύσει σαφῶν ὄντων,1 ὥσπερ καὶ ἄλλα φύσει εἰσὶ σαφῆ ὡς τὸ δὶς δύο, ὅπερ οὐ δύναται ἀσαφές ποτε γενέσθαι;’, κατάλογον ποιεῖται ὁ Πορφύριος πολλῶν ζητημάτων, ὅσα ἐνῆν ζητεῖν, εἰ μὴ φειδοῖ τῆς νεολαίας φιλάνθρωπον εἶδος μετῄει συγγραφῆς·2 τῶν γὰρ ὄντων πάντων ἢ ὑφεστώτων ἢ ἐν ψιλαῖς ἐπινοίαις θεωρουμένων καὶ ὑφεστάναι μὲν ἐκείνων λεγομένων, ὅσα μήτε ἐπειδὴ γινώσκεται ἔστι μήτε ἐπειδὴ ἀγνοεῖται οὐκ ἔστι, ὡς θεός, νοῦς, ψυχή (ταῦτα γὰρ κἄν τε γινώσκηται ἐξ ἡμῶν κἄν τε ἀγνοῆται οὐδὲν ἧττον ἔστιν), ἐν ψιλαῖς δὲ ἐπινοίαις λεγομένων ὅσα ἐπειδὴ γινώσκεται ἔστι καὶ ἐπειδὴ ἀγνοεῖται οὐκ ἔστιν, ὡς εἶναι γένεσιν μὲν αὐτῶν τὴν ἡμετέραν γνῶσιν, ὄλεθρον δὲ τὴν ἡμῶν ἄγνοιαν, ὡς τραγέλαφος καὶ ἱπποκένταυρος (οὐδὲ γὰρ οἶδεν ἡ φύσις τοιαύτην κρᾶσιν, ἀλλ’ ἡ ἡμετέρα διάνοια ἐτυράννησεν ἐκ τῶν ἁπλῶν σύνθετόν τι ἐπινοήσασα· λαβοῦσα γὰρ τράγον καὶ ἔλαφον ἐποίησε τραγέλαφον καὶ ἰδοῦσα ἵππον καὶ ἄνθρωπον ἐποίησεν ἱπποκένταυρον), τῶν οὖν ὄντων πάντων, καθὰ εἴρηται, ἢ ὑφεστώτων ἢ ἐν μόναις ψιλαῖς ἐπινοίαις θεωρουμένων, ἠδυνάμην, φησίν, ζητεῖν τὰ γένη καὶ τὰ εἴδη ποτέροις μετείη. εὐλόγους δέ μοι τὰς ζητήσεις ἐποίει καὶ ἡ τῶν παλαιῶν περὶ ταῦτα διαφωνία· οἱ μὲν γὰρ ἔλεγον ὑφεστάναι τὰ γένη καὶ τὰ εἴδη, ὡς Πλάτων καὶ Ἀριστοτέλης καὶ οἱ τοιοῦτοι, Ἀντισθένης δὲ ὁ Κυνικὸς ὁ τοῦ Διογένους διδάσκαλος ἔλεγεν μὴ εἶναι τὰ καθόλου οὕτως ἐπιχειρῶν· ‘ἄνθρωπον ὁρῶ, ἀνθρωπότητα δὲ οὐχ ὁρῶ, καὶ ἵππον ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ’. ‘ἀλλ’, ὦ Ἀντίσθενες’, φησὶ πρὸς αὐτὸν ὁ Πλάτων, ‘οἷς μὲν ὁρᾶται ἵππος καὶ ἄνθρωπος τὰ κατὰ μέρος ἔχεις, τοῦτ’ ἔστιν ὀφθαλμούς, οἷς δὲ ὁρᾶται ἀνθρωπότης καὶ ἱππότης τὰ καθόλου οὐκ ἔχεις·3 νοῦν γὰρ οὐκ ἔχεις’· ὅτι γάρ εἰσι τὰ καθόλου καὶ οὐκ ἐν ψιλαῖς ἐπινοίαις μόνον καθέστηκεν, δηλοῖ κατὰ τὴν ὁμοιοπάθειαν· πόθεν γὰρ ὁρῶντες χασμωμένους τινὰς ἢ ἀποροῦντας παραχρῆμα ἀνάγκῃ τινὶ κινούμεθα πρὸς τὸ ὁμοιοπαθὲς ἐνεργεῖν, εἰ μὴ κοινόν τι καθόλου ὑπῆρχε πρὸς ἀλλήλους; Ἀλλὰ καὶ τούτου δειχθέντος ὅτι ὑφεστήκασι τὰ γένη καὶ τὰ εἴδη, οὐ τοῦτο πέρας ἐποιούμην τῆς ζητήσεως, ἀλλ’ ἔτι ποικιλωτέρα μέ τις ζήτησις ἐξεδέχετο· τῶν γὰρ ὑφεστώτων πάντων ἢ σωμάτων ὄντων ἢ ἀσωμάτων ἐνῆν ζητεῖν πότερον τὰ καθόλου, τοῦτ’ ἔστι τὰ γένη καὶ τὰ εἴδη, σώματα ἢ ἀσώματα. εὐλόγους δέ μοι πάλιν τὰς ζητήσεις ἐποίει τῶν παλαιῶν ἡ περὶ ταῦτα διαφωνία· οἱ γὰρ Στωϊκοὶ σώματα εἶναι ἔλεγον τὰ καθόλου, οὐ ταῦτα δὲ μόνον ἀλλὰ καὶ πάντα τὰ ὄντα καὶ τὸ θεῖον αὐτὸ σῶμα ἔχειν, ἀλλὰ λεπτομερές (τοῦτο δῆθεν τὸ ὅσιον αὐτῶν), ἵνα διὰ πάντων δῆθεν τῶν ὄντων διέλθῃ, ἄνθρωποι ταῖς ἀληθείαις σπαρτοὶ καὶ γηγενεῖς ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρας τὴν φιλοσοφίαν ἐρανισάμενοι, οὐκ ἔκ τινος παραδόσεως, ἀλλότριοι ὄντες καὶ αὐτοῦ τοῦ φιλοσοφίας ὀνόματος, εἰ μὴ εἶχόν τινα χαρακτηρίζοντα τὸν φιλόσοφον, τὸ ὑψηλόν φημι τῆς ζωῆς, ὅπερ ἔργον ἐστὶ τοῦ πρακτικοῦ φιλοσόφου· ἐκείνων γάρ εἰσιν αἱ μεγαληγορίαι αὗται· μόνος ὁ σοφὸς πλούσιος ὡς μὴ τὸν ἐφήμερον πλοῦτον πλουτῶν ἀλλὰ τὸν ἀεὶ παραμένοντα (σοφία γὰρ μόνη τῶν κτημάτων ἀθάνατον), μόνος ὁ σοφὸς εὐτυχὴς ὡς τῶν ἐπ’ αὐτῷ ὀρεγόμενος καὶ διὰ τοῦτο μηδέποτε ἀποτυγχάνων, μόνος ὁ σοφὸς ἄρχων ὡς εἰδὼς πῶς δεῖ ἄρχειν καὶ διὰ τοῦτο ἀεὶ ἑαυτοῦ ἄρχων καὶ μὴ ἀρχόμενος.

“例如关于属与种,一方面它们究竟是自立存在,等等”。 波菲利既然说了“避开较为幽深的探讨,适度地瞄准较为单纯的事项”,就仿佛有人对着他说:“波菲利啊,你徒然自夸;即便你想就它们讲出某种晦涩之事,你又能说什么呢?因为它们在本质上是明晰的,正如其他事物在本质上也是明晰的,好比二乘二,这绝不可能变成晦涩之物”一样,波菲利列举了诸多探讨的目录,若非为了体恤年轻一代而采取了一种富有人文关怀的著述形式,这些探讨本是能够去探究的。因为在所有存在物中,要么自立存在,要么在纯粹的思念中被考察;被说成是自立存在的,乃是那些既不因被知晓而存在、也不因未被知晓而不存在之物,例如神、理智、灵魂(因为这些无论为我们所知晓还是未被知晓,都丝毫不减其存在);而被说成处于纯粹思念之中的,乃是那些因被知晓而存在、因未被知晓而不存在之物,以至于我们的知晓乃是它们的生成,而我们的无知乃是它们的毁灭,例如鹿角山羊和半人马(因为自然不知有此种混合,而是我们的思想自行专断,从单纯之物构想出了某种复合之物;因为它取了山羊和鹿造出鹿角山羊,见到了马和人造出半人马);因此,如前所述,既然一切存在物要么自立存在,要么仅在纯粹思念中被考察,“我本能够”,他说,“探讨属与种分属于两者中的哪一种”。古人关于这些问题的分歧也使得我的探讨合情合理;因为一些人主张属与种自立存在,如柏拉图、亚里士多德及此类人物,但第欧根尼的老师犬儒派安提斯泰尼则通过如下论辩主张普遍者并不存在:“我看到人,却看不到人性;我看到马,却看不到马性”。“但是,安提斯泰尼啊”,柏拉图对他说,“你拥有用以观看个别者马与人的东西,即眼睛;但你却没有用以观看普遍者人性与马性的东西;因为你没有理智”。普遍者确实存在而非仅存于纯粹思念之中,这由共情之现象即可显明;因为试问,看到某些人打哈欠或处于困境时,我们若非相互之间存在着某种共通的普遍者,从何会立即出于某种必然性而见动去实现同样的感受?然而,即便表明了属与种自立存在这一点,我也并未将此当作探讨的终点,而是有某种更为纷繁的探讨在等待着我;因为既然一切自立存在之物要么是物体要么是非物体,探讨普遍者即属与种是物体还是非物体本是可能的。古人关于这些问题的分歧再次使得我的探讨合情合理;因为斯多亚派主张普遍者是物体,不仅普遍者如此,甚至一切存在物以及神圣者本身亦具有物体,不过是精微细致的物体(这大概是他们所谓的虔敬),以便能够穿透一切存在物——这些人在真理上乃是播撒而生的地生之人,其哲学是从橡树或岩石中搜罗拼凑而来的,而非出自某种传统,若非他们拥有某种表征哲学家的品质,我指的是生活的崇高性——这正是实践哲学家的事业——他们甚至连哲学之名也是配不上的;因为这些豪言壮语正是出自他们之口:“唯有智者是富有的,因为他所富有的并非短暂的财富,而是永存的财富(因为在所有财富中唯有智慧是不朽的)”;“唯有智者是幸运的,因为他欲求属于自己权能之事,因此绝不失意”;“唯有智者是统治者,因为他知晓应当如何统治,因此始终统治自己而不受统治”。

语法注3 条
  1. 18.12τί γὰρ καὶ εἰ ἠθέλησας ἀσαφές τι εἰπεῖν περὶ αὐτῶν, εἶχες φύσει σαφῶν ὄντων

    在 τί... εἶχες 的骨架中,εἶχες 后省略了宾语或不定式(相当于“即使你想说……你又能有什么可说的/又能说什么”),构成过去反事实的修辞反问。φύσει σαφῶν ὄντων 为独立属格,表原因或伴随情境。

  2. 18.12εἰ μὴ φειδοῖ τῆς νεολαίας φιλάνθρωπον εἶδος μετῄει συγγραφῆς

    φειδοῖ 为第三变格名词 φειδώ 的与格单数,作表原因或动机的与格(“出于对……的体恤”)。条件从句(εἰ μὴ... μετῄει)使用未完成过去时直陈式表示与过去事实相反的反事实假设,与前面主句中的过去潜能表达(ὅσα ἐνῆν ζητεῖν)相呼应。

  3. 18.12οἷς μὲν ὁρᾶται ἵππος καὶ ἄνθρωπος τὰ κατὰ μέρος ἔχεις

    关系代词与格 οἷς 与被动动词 ὁρᾶται 连用,作工具或手段与格;其先行词(“眼睛” ὀφθαλμούς)后置于后文的分句中给出。τὰ κατὰ μέρος 与 ἵππος καὶ ἄνθρωπος 构成同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:45.24-48.7