- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:50.7-51.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯进入正文,从本质性、普遍性程度、树木根枝的比喻以及原因性的角度阐明为何必须从属开始讨论五种普遍概念,并依据《论题篇》关于同音异义词的规则准备梳理“属”的多重涵义。
Περὶ γένους.
论属。
p. 1,18 Ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος. Μετὰ τὰ προοίμια καὶ ἐπ’ αὐτοὺς ἰτέον τοὺς ἀγῶνας. ἀρχὴ δὲ τῶν ἀγώνων ἡμῖν γενέσθω τὸ γένος ὡς καὶ οὐσιῶδες καὶ καθόλου· ὡς μὲν γὰρ οὐσιῶδες προτέτακται ἰδίου καὶ συμβεβηκότος, ἐπουσιωδῶν ὄντων, καὶ νικᾷ ἐν τούτοις, ὡς δὲ καθόλου νικᾷ διαφορὰν καὶ εἶδος· τριῶν γὰρ οὐσῶν οὐσιωδῶν φωνῶν καθολικώτατον μὲν τὸ γένος, μερικώτατον δὲ τὸ εἶδος, μέση τούτων ἡ διαφορά, τοῦ μὲν γένους μερικωτέρα, τοῦ δὲ εἴδους καθολικωτέρα. ἀλλὰ καὶ δι’ ἄλλην αἰτίαν ἀπὸ τοῦ γένους ἀρκτέον, διότι τὸ μὲν γένος ῥίζῃ ἔοικε, πρέμνοις αἱ διαφοραί, κλάδοις τὰ εἴδη, παραφυάσι τὰ ἴδια καὶ τὰ συμβεβηκότα. καὶ ὥσπερ αἱ παραφυάδες μὴ ἔχουσαι οἰκείαν ῥίζαν ἄλλοις παραφύονται καὶ παραπλέκονται, οὕτως καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκότα μὴ ἔχοντα ἰδίαν ὑπόστασιν παρυφίστανται τοῖς αὐθυποστάτοις. εἰκότως οὖν ἀπὸ τοῦ γένους ἀρκτέον. καὶ δι’ ἄλλην αἰτίαν τὸ γένος προτακτέον· γένους γὰρ ὄντος εἴδη εἰσὶ καὶ διαφοραὶ καὶ ἴδια καὶ συμβεβηκότα, τούτου δὲ μὴ ὄντος οὐδὲν τούτων ἔστι. καὶ μὴ ἀντιστρέψῃς λέγων ὅτι τὸ εἶδος προτακτέον· εἴδους γὰρ μὴ ὄντος οὐδὲ γένος οὐδὲ διαφορά, οὐκ ἴδιον οὐδὲ συμβεβηκός· εἰ γὰρ καὶ τὸ γένος τῷ εἴδει αἴτιον καὶ τὸ εἶδος τῷ γένει, ἀλλ’ οὐχὶ τὰ αὐτὰ μέτρα·1 ὥσπερ γὰρ ὁ πατὴρ παρήγαγε τὸν υἱὸν αἴτιος αὐτῷ γεγονὼς τοῦ εἶναι καὶ τῆς σχέσεως, τοῦτ’ ἔστι καὶ τοῦ ἄνθρωπον εἶναι καὶ υἱόν, ὁ δὲ υἱὸς αἴτιος τῷ πατρὶ τῆς σχέσεως μόνης, τοῦτ’ ἔστι τοῦ εἶναι αὐτὸν πατέρα, οὐ μὴν καὶ τοῦ ἄνθρωπον εἶναι (ἦν γὰρ ἄνθρωπος, καὶ πρὶν ἂν γένηται πατήρ)· οὕτως καὶ τὸ γένος αἴτιον τῷ εἴδει καὶ τοῦ εἶναι καὶ τῆς σχέσεως, τὸ δὲ εἶδος αἴτιον τῷ γένει σχέσεως μόνης. εὐλόγως οὖν ἀπὸ τοῦ γένους δεῖ ἄρξασθαι. Ἀλλ’ ἐπεὶ τὸ γένος ὁμώνυμός ἐστι φωνή (ἐν γὰρ ταῖς δέκα κατηγορίαις θεωρεῖται, εἴ γε ἑκάστη γένος λέγεται, ἀρκεῖ δὲ πρὸς τὸ ποιῆσαι ὁμωνυμίαν τὸ ἐν δύο μόνοις πράγμασι θεωρεῖσθαι, οὔτι λέγω ἐν δέκα), φέρε διαστείλωμεν τὴν ὁμωνυμίαν· εἰ γὰρ μὴ τοῦτο ποιήσωμεν, εὑρισκόμεθα ἀδιανόητα φθεγγόμενοι, τοῦ μὲν κατὰ ἄλλο σημαινόμενον ἐρωτῶντος, τοῦ δὲ κατὰ ἄλλο νοοῦντος. ἀλλὰ καὶ ψευδόμεθα μὴ ψευδόμενοι, ὡς ὅταν εἴπωμεν ‘Αἴας ἐμονομάχησεν Ἕκτορι’· τοῦτο γὰρ καὶ ἀληθὲς καὶ ψεῦδος διὰ τὸ διάφορον τῶν σημαινομένων. ἀλλὰ καὶ τὸ θαυμαστὸν οἰχήσεται τὸ κοινωνικὸν τῶν ἀνθρώπων πρᾶγμα τῆς οὐσίας ἡμῶν παραστατικόν·2 ὡς γὰρ οὐκ ἔστι Πέρσας Αἰγυπτίοις συμπολιτεύεσθαι διὰ τὸ ἀλλότριον τῆς διαλέκτου, οὕτως οὐδὲ οἱ τὰ ὁμώνυμα φθεγγόμενοι δύνανται πολιτεύεσθαι μετ’ ἀλλήλων. ἐπεὶ οὖν ταῦτα οὕτως ἔχει, φέρε τοῖς διηγορευμένοις κανόσιν ὑπὸ Ἀριστοτέλους ἐν τῇ Τοπικῇ πραγματείᾳ περὶ τῆς διακρίσεως τῶν ὁμωνύμων χρησώμεθα· φησὶ γὰρ ὅτι πράγματος προτεθέντος, οὗ ἡ σημαντικὴ φωνὴ οὐκ αὐτὸ μόνον σημαίνει ἀλλὰ πλείονα, δεῖ τρία τινὰ τότε ποιεῖν, ἀπαριθμεῖσθαι τὰ σημαινόμενα καὶ διορίσαι περὶ οὗ ὁ λόγος κἀκεῖνο ὑπογραφῆς ἢ ὁρισμοῦ ἀξιοῦν· οὐ γὰρ ἀποδεκτέον τὸν ποιητὴν λέγοντα περὶ τοῦ κυνὸς ὅς τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· ἔδει γὰρ ἀπαριθμήσασθαι τὰ σημαινόμενα καὶ διορίσαι περὶ ποίου ὁ λόγος, ἆρα περὶ ἀστρῴου κυνός, περὶ χερσαίου, περὶ ἐνύδρου, καὶ οὕτως εἰπεῖν ὅπερ ἐβούλετο. φέρε οὖν εἴπωμεν τὰ σημαινόμενα τοῦ γένους.
“似乎既非属亦非种”。 在序言之后,必须进而进入竞赛本身。且让属作为既是本质的又是普遍的,成为我们竞赛的开端。因为作为本质的,它被置于自身固有属性和偶性之前(后两者是附随于本质的),并在这些之中胜出;而作为普遍的,它胜过种差与种。因为在三种本质性的名称之中,属是最普遍的,种是最特殊的,种差则介于它们之间,比属更特殊,而比种更普遍。但由于另一个原因,也必须从属开始:因为属类似于根,种差类似于树干,种类似于树枝,自身固有属性和偶性类似于寄生枝。正如寄生枝没有自己的根,而是伴随并缠绕在其他事物上生长,自身固有属性和偶性没有自己的自立存在,也同样寄生于自立存在者之上。因此理所当然应当从属开始。再者,由于另一个原因属也应当置于首位:因为属若存在,种、种差、自身固有属性和偶性便存在;而属若不存在,这些事物无一存在。切莫反驳说应当将种置于首位(理由是种若不存在,属和种差便不存在,自身固有属性和偶性也不存在)。因为即便属对种而言是原因,种对属而言也是原因,但并非在同等程度上。因为正如父亲生下儿子,成为儿子存在与关系的原因(即既是其作为人存在的原因,又是其作为儿子存在的原因),而儿子对父亲而言仅仅是关系的原因(即其成为父亲的原因,绝非其成为人的原因,因为他在成为父亲之前就已经是人了);同样,属对于种而言既是存在的原因又是关系的原因,而种对于属而言仅仅是关系的原因。因此,理当从属开始。 但是,既然“属”是一个同音异义的声音(因为它在十个范畴中被考察,假若每一范畴都被称为属;而且只需在仅仅两件事物中被考察便足以产生同音异义,更不用说在十个事物中了),来吧,让我们区分这种同音异义性。因为如果我们不这样做,我们就会被发现说出了不可理解的话,一人按照一种涵义发问,另一人按照另一种涵义理解。不仅如此,我们还会没有说谎却在说谎,例如当我们说“埃阿斯与赫克托耳单挑”时;因为由于涵义的差异,这话既是真的又是假的。而且,那表明我们本质的人类社会性这一奇妙事物也将会消逝;因为正如波斯人由于语言相异而无法与埃及人共同过政治生活,发出同音异义词的人们也无法相互共同生活。因此,既然这些情况如此,来吧,让我们使用亚里士多德在《论题篇》中关于同音异义词区分所颁布的规则。因为他说,当提出一个事物,其表意声音不仅指示该事物本身而且指示更多事物时,那时必须做三件事:列举各种涵义,限定论说所关涉的是哪一个,并使那一事物获得描述或定义。因为决不可接受那位诗人谈到犬时说“它给可怜的凡人带来高热”;因为他本应当列举诸涵义,并限定所论说的是哪种犬,究竟是天上的星座犬、陆地上的犬,还是水中的犬,然后才说出他所想要表达的意思。那么,来吧,让我们陈述属的诸涵义。
- 19.1ἀλλ’ οὐχὶ τὰ αὐτὰ μέτρα
宾格短语 τὰ αὐτὰ μέτρα 用作关系宾格或表示程度、范围的副词性宾格,意为“并非在同等程度上[成为原因]”,亦可理解为省略了前置词 κατά。
- 19.1τὸ θαυμαστὸν οἰχήσεται τὸ κοινωνικὸν τῶν ἀνθρώπων πρᾶγμα τῆς οὐσίας ἡμῶν παραστατικόν
主语结构包含语序倒置与同格扩展。谓语动词 οἰχήσεται 的实际主语是 τὸ κοινωνικὸν τῶν ἀνθρώπων πρᾶγμα(“人类社会性这一事物”),前面先行置入了中性名词化形容词 τὸ θαυμαστόν(“那件奇妙之物”),句末的 τῆς οὐσίας ἡμῶν παραστατικόν(“表明我们本质的”)则作为同格的解释性修饰语接在后方。
