- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:40.2-42.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯进入对波菲利《导论》序言的文本疏解,阐释了关于目的与用处先后顺序的两条准则之争及波菲利的调和裁决,继而论述了本书确切的单一目的、两项用处,以及避开三种隐晦方式的纯正教授方式。
Εἰσαγωγὴ Πορφυρίου.
波菲利《导论》。
p. 1,3 Ὄντος ἀναγκαίου, Χρυσαόριε, καὶ εἰς τήν.1 Ἐπειδὴ μετὰ τὸ προτελεῖσθαι καὶ τοῦ τελεῖσθαι καιρός, καὶ προτελοῦσι μὲν τὰ ἡμέτερα, τελοῦσι δὲ αἱ τοῦ φιλοσόφου φωναί, φέρε τῶν μὲν ἡμετέρων ἅλις, ἐπ’ αὐτοὺς δὲ λοιπὸν τοὺς ἀγῶνας ἀποδυσώμεθα, τὴν ἐξήγησιν τῆς λέξεως. τὸ τοίνυν προοίμιον αὐτῆς τρία διδάσκει, τὸν σκοπόν, τὸ χρήσιμον καὶ τὸν τρόπον τὸν διδασκαλικόν, μᾶλλον δὲ τὸ ἔμπαλιν τὸ χρήσιμον, τὸν σκοπὸν καὶ τὸν τρόπον τὸν διδασκαλικόν,2 εἴ γε τοῦ ἀγαθοῦ πάντα ἐφίεται, ἐν δὲ τῷ χρησίμῳ τὸ ἀγαθόν· δύο γὰρ ὄντων κανόνων μαχομένων ἀλλήλοις καὶ τοῦ μὲν ἑνὸς λέγοντος ὅτι δεῖ τὸ χρήσιμον προηγεῖσθαι, διότι πάντα τοῦ ἀγαθοῦ ἐφίεται, ἐν τῷ χρησίμῳ δὲ τὸ ἀγαθόν, καὶ ὅτι δέλεαρ προτείνεται ἡ ἐξ αὐτοῦ ὠφέλεια τοῖς μανθάνουσι πρὸς ἐρωτικὴν διάθεσιν, καὶ κατὰ Πίνδαρον λέγοντα παντὸς ἔργου πρόσωπον χρὴ θέμεναι τηλαυγές, καὶ ὅτι θαυμάζομεν τὸ βιβλίον διὰ τὸ χρήσιμον αὐτοῦ, καθά φησι καὶ Ἀριστοτέλης ὅτι ‘θαυμάσαντες τὸ ὅτι ἐπὶ τὴν ζήτησιν τοῦ διότι ἐρχόμεθα’, τοῦτ’ ἔστι τὸ φιλοσοφεῖν. καὶ παρὰ τοῖς ποιηταῖς ἡ Ἶρις Θαύμαντος λέγεται θυγάτηρ ὡς φιλοσοφία τις οὖσα καὶ ἀγγελὶς τῶν ὑπ’ αὐτῶν λεγομένων θεῶν, παρὰ τὸ ἐρεῖν ὀνομασθεῖσα Ἶρις. θαυμαστὴ δὲ καὶ ἡ ὁμώνυμος αὐτῇ ἶρις ἐν ὑγρῷ καὶ ῥευστῷ ὑποκειμένῳ τῷ ἀέρι τοιοῦτον ἀποτετορνευμένον καὶ μαθηματικὸν φυλάξασα σχῆμα καὶ τὸ ἀσύγχυτον τῶν χρωμάτων. καὶ οὕτως μὲν περὶ τοῦ χρησίμου. τοῦ δὲ ἄλλου κανόνος φάσκοντος δεῖν τὸν σκοπὸν προτάττειν διὰ τὸ μὴ ἀγνοουμένου τοῦ πράγματος ἐπαίνους καταβάλλεσθαι3 (ἔπαινος δὲ τοῦ βιβλίου τὸ χρήσιμον) καὶ διὰ Πλάτωνα εἰρηκότα ‘ὦ παῖ, μία ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι τὸ εἰδέναι περὶ ὅτου ἐστὶν ἡ σκέψις, ἐπεὶ τοῦ παντὸς ἁμαρτάνειν ἀνάγκη’. τῶν δύο οὖν μαχομένων κανόνων θαυμαστῶς διῄτησεν4 ὁ εὐμήχανος φιλόσοφος κεράσας τὸ πρᾶγμα· ἤρξατο μὲν γὰρ ἀπὸ τοῦ χρησίμου μηδὲν τοῦ ἀγαθοῦ νομίσας εἶναι ἐπέκεινα, εἶτα πολλῶν ὄντων τρόπων τοῦ χρησίμου ἑνὸς μνησθείς, πρὶν τοὺς ἄλλους εἴπῃ, ἐπάγει τὸν σκοπὸν καὶ λέγει πάλιν τὸ χρήσιμον, ἵνα δόξῃ θάτερον θατέρου προτάττειν καὶ τὸν σκοπὸν τοῦ χρησίμου καὶ τὸ χρήσιμον τοῦ σκοποῦ. φέρε δὲ ἡμεῖς, ὡς εἰώθαμεν, διὰ τὸ σαφὲς ἀπὸ τοῦ σκοποῦ ἀρξώμεθα. Σκοπὸν τοίνυν ἔχει ὁ Πορφύριος πᾶσαν φιλόσοφον φωνὴν διδάξαι ἡμᾶς καὶ ὑπὸ πέντε κοινότητας καὶ ἀρχὰς ἀναγαγεῖν, καὶ οὐχ, ὥς τινες ὑπολαμβάνουσιν, ὅτι σκοπὸν ἔχει περὶ πέντε τινῶν διαλαβεῖν, περί τε γένους καὶ τῶν λοιπῶν, ἵνα μὴ ἑνὸς ὄντος βιβλίου καὶ ταῦτα βραχυτάτου πλείονας ποιήσῃ σκοπούς, τοῦ Πλάτωνος λέγοντος παντὸς βιβλίου ὅσον ἂν ᾖ καὶ οἷον ἂν ᾖ ἕνα σκοπὸν ποιεῖσθαι. ἄλλοι δὲ λέγουσιν ὅτι σκοπὸν ἔχει τὰ ἀσαφῶς ἐν ταῖς Κατηγορίαις εἰρημένα σαφηνίσαι· ψεῦδος γὰρ καὶ τοῦτο, εἴ γε μέμνηται ἐν ταῖς Κατηγορίαις τοῦ δυνάμει ἀσαφεστάτου ὄντος, ὅπερ ἐνταῦθα οὐ σαφηνίζει. καὶ οὕτως μὲν ὁ σκοπός. ἐφ’ οἷς εἴπωμεν τὸ χρήσιμον. τεσσάρων τοίνυν ὄντων τρόπων τοῦ χρησίμου, ὡς εἴρηται ἐν τοῖς προλαβοῦσι, τῶν δύο ἐνταῦθα μέμνηται, τοῦ εἰς τὰς Κατηγορίας χρησιμεύειν καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους, ἢ τὰ κατεπείγοντα εἰς τὴν παροῦσαν πραγματείαν εἰπὼν ἢ καὶ τὰ λοιπὰ αἰνιξάμενος διὰ τοῦ καί συνδέσμου· εἰπὼν γὰρ καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διὰ τοῦ καί συνδέσμου καὶ τὰ λοιπὰ ἐμφαίνει. οὕτως καὶ τὸ χρήσιμον. ἐφ’ οἷς ὁ τρόπος τῆς διδασκαλίας λεγέσθω. δεῖ εἰδέναι ὅτι οὐδενὶ τῶν προειρημένων τρόπων κέχρηται τῆς διδασκαλίας, ἀλλὰ νῦν παραδίδωσι τρόπον διδασκαλίας καθαρόν, καθαρεύοντα παντὸς τρόπου ἀσαφείας· τρεῖς γὰρ τρόποι εἰσὶν ἀσαφείας, δι’ οὓς ἀποκνοῦσιν οἱ νέοι τοῖς βιβλίοις ἐντυγχάνειν· ἢ γὰρ διὰ τὸ σκοτεινὸν καὶ ὑποβρύχιον τῶν νοημάτων, ὡς τὰ Ἡρακλείτεια (διὸ καί τις τὰ Ἡρακλείτου ἔφη βαθέος δεῖσθαι κολυμβητοῦ), ἢ διὰ τὸ ἐξηπλωμένον τῆς φράσεως ὡς χαλινοῦ δεῖσθαι, οἷον τὰ Γαλήνεια καὶ τὰ Πρόκλεια, ἢ διὰ τὸ ἀπεστενωμένον τῆς φράσεως, ὡς τὰ Ἀριστοτελικὰ καὶ τὰ Ἱπποκράτεια. πάντας οὖν τούτους ἐξέφυγε, τὸν μὲν ἐκ τῆς βαθύτητος τῶν νοημάτων εἰπὼν τῶν μὲν βαθυτέρων ἀπεχόμενος ζητημάτων, τῶν δ’ ἁπλουστέρων συμμέτρως στοχαζόμενος, τὸν δὲ ἐκ τῆς πολυλογίας εἰπὼν σύντομόν σοι παράδοσιν ποιούμενος πειράσομαι διὰ βραχέων, τὸν δὲ ἐκ τοῦ ἀπεστενωμένου τῆς φράσεως, ἡνίκα λέγει ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ. ταῦτα ἔχει ἡ παροῦσα πρᾶξις.
“克律萨奥里奥斯啊,[这]对于……也是必需的”。 既然在预备入门之后亦是彻底入门的时刻,且我们的话语作预备入门,哲学家的言词作彻底入门,那么来吧,我们的话语已经足够,让我们最终脱去外衣投身于竞技本身,即对文本的疏解。那么,本书的序言教授了三件事:目的、用处以及教授的方式;或者更确切地反过来:用处、目的以及教授的方式,如果确实万物皆追求善,而善在于有用之物中。因为存在两条相互冲突的准则:其一主张用处应当在先,因为万物皆追求善,善在于有用之物中,且由此产生的助益作为诱饵向学习者呈献,以激发爱慕之情,并且依照平达所言“必须将每一作品的前部立得光耀远方”,而且我们因其用处而惊叹此书,正如亚里士多德亦言“由于惊叹‘事实如此’,我们走向对‘为何如此’的探究”,亦即走向哲学沉思。在诗人们那里,伊里斯被称为塔乌马斯的女儿,因其为某种哲学,且为他们所称的诸神的使者,因“述说”(erein)而被命名为伊里斯。与她同名的虹在空气这一潮湿流动的载体中,亦因保持了如此规整精巧的几何形态和诸颜色的不相混杂而令人称奇。关于用处便是如此。另一条准则则坚称应当将目的置于首位,以免在事物尚属未知时便妄施赞美(书的赞美即是其用处),并且是由于柏拉图曾说:“孩子啊,妥善谋划的一个开端乃是知晓考察究竟是关于什么的,否则必然全盘皆错。” 面对这两条相互冲突的准则,这位善于运筹的哲学家通过调和此事而作出了极佳的裁决:因为他从用处开始,认为没有任何东西超越于善;随后在用处的诸多方式中提到一种之后,在言明其余方式之前,他引入了目的,并再次谈及用处,以便显得使二者互居其先,既把目的置于用处之前,又把用处置于目的之前。但来吧,为了明晰起见,让我们依惯例从目的开始。因此,波菲利的目的乃是教授我们每一个哲学术语,并将它们归结到五个共同性与始基之下;而不是像某些人所设想的那样,其目的在于探讨五个具体事物(即属及其他事物),以免在一本书且是极简短的书之中树立多个目的,而柏拉图曾说无论一部书篇幅若何、性质若何,皆应树立单一目的。另有人说,他的目的在于阐明《范畴篇》中隐晦言说的内容;因为这也是虚妄的,如果〔亚里士多德〕在《范畴篇》中确实提到了极为隐晦的“以潜能存在”,而他在此并未加以阐明的话。目的便是如此。紧接着,让我们说明用处。因此,正如在前面所述,用处的方式有四种,他在此提及了两种:对《范畴篇》有用,以及对辩证方法有用;他要么言明了对当下论著而言紧要者,要么亦通过连词“亦/也(kai)”暗示了其余方式;因为在说了“对于亚里士多德处范畴的[教授]亦”之后,他通过连词“亦”也显示了其余方面。用处亦是如此。紧接着,应当说明教授的方式。应当知晓,他未曾采用前述任何一种教授方式,而是如今传授了一种纯净的、毫无任何隐晦方式的教授方式;因为存在导致年轻人对研读书籍望而却步的三种隐晦方式:要么是由于思想的昏暗与沉潜,如赫拉克利特的著作(因此有人说赫拉克利特的著作需要深潜水夫);要么是由于文辞的铺张以至需要缰绳勒止,如盖伦与普罗克洛斯的著作;要么是由于文辞的过分简缩,如亚里士多德与希波克拉底的著作。于是他避开了所有这些隐晦:通过说“避开较深奥的探讨,适度地着眼于较浅显的探讨”而避开了思想幽深带来的隐晦;通过说“为你作简要的传授,我将尝试短小精悍地”而避开了冗词繁文带来的隐晦;当他说“宛如以导论的方式”时,便避开了文辞过分简缩带来的隐晦。当下的讲课(实践)所包含的即是这些内容。
- 17.1Ὄντος ἀναγκαίου, Χρυσαόριε, καὶ εἰς τήν
波菲利《导论》开头的引文(提要),系截断式引用。在语法上为属格绝对结构(Ὄντος ἀναγκαίου)的开头,其主语为后接的带冠词不定式短语(τοῦ γνῶναι ...)。
- 17.1μᾶλλον δὲ τὸ ἔμπαλιν τὸ χρήσιμον, τὸν σκοπὸν καὶ τὸν τρόπον τὸν διδασκαλικόν
这是对前一句宾语(“目的、用处、教授方式”)的列举顺序进行颠倒更正的插入句。这一连串宾格短语(“用处、目的、教授方式”)在语法上承前省略并受动词 διδάσκει 支配。
- 17.1διὰ τὸ μὴ ἀγνοουμένου τοῦ πράγματος ἐπαίνους καταβάλλεσθαι
介词结构 διὰ τό 支配冠词性不定式 καταβάλλεσθαι。否定词 μή 否定的是不定式 καταβάλλεσθαι(“为了不交付赞美”),其间通过倒装(hyperbaton)插入了属格绝对结构 ἀγνοουμένου τοῦ πράγματος(“在事物尚属未知时”)。
- 17.1τῶν δύο οὖν μαχομένων κανόνων θαυμαστῶς διῄτησεν
属格短语 τῶν δύο... κανόνων 充当动词 διαιτάω(裁决、调停)所要求的从属或范畴属格,意为“在两条准则之间作出了裁决”。
