← 埃利亚斯

波菲利《导论》注释

§42.12-43.31

开篇句中存在与必然性的概念辨析

埃利亚斯讨论了《导论》开篇“由于是必需的”一句,从普遍性的角度解释了为何分词“是(存在)”置于“必需的”之前,并通过区分善、有用与必需以及阐述必需的两种分类,说明了波菲利选用“必需”一词的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

p. 1,3 Ὄντος ἀναγκαίου, Χρυσαόριε. Διὰ τί τὸ ὂν προέταξε τοῦ ἀναγκαίου;1 καὶ λέγομεν ὅτι ὡς καθολικώτερον· τὸ γὰρ ὂν φέρεται καὶ κατὰ ἀναγκαίου, φέρεται καὶ κατὰ ἐνδεχομένου. λέγεται δὲ ἀναγκαῖα μὲν τὰ ἀεὶ ὡσαύτως ἔχοντα, οἷον ἀναγκαίως τὸ πῦρ θερμαίνει, ὁ ἥλιος φωτίζει, ἐνδεχόμενα δὲ τὰ δυνάμενα καὶ ἄλλως ἔχειν, οἷον τὸ περιπατεῖν τὸν ἄνθρωπον (δύναται γὰρ καὶ μὴ περιπατεῖν), καὶ τὸ διαλέγεσθαι· δύναται γὰρ καὶ μὴ διαλέγεσθαι. ὡς οὖν κατὰ τῶν δύο φερόμενον τὸ ὄν, τοῦ τε ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου, καθολικώτερόν ἐστι μόνου τοῦ ἀναγκαίου· εἴ τι μὲν γὰρ ἀναγκαῖον, πάντως καὶ ὄν, οὐ μὴν εἴ τι ὄν, τοῦτο καὶ ἀναγκαῖον διὰ τό, ὡς εἴρηται, φέρεσθαι καὶ κατὰ ἐνδεχομένου. καὶ πάλιν εἴ τι μὲν ἐνδεχόμενον, πάντως ὄν, οὐ μὴν εἴ τι ὄν, πάντως καὶ ἐνδεχόμενον διὰ τὸ φέρεσθαι καὶ κατὰ ἀναγκαίου. τρία τινὰ παράκειται ἀλλήλοις, ἀγαθόν, ἀναγκαῖον καὶ χρήσιμον· καὶ ἀγαθὸν μέν ἐστι τὸ δι’ ἑαυτὸ αἱρετὸν οἷον ὑγεία· αὐτὴ γὰρ δι’ ἑαυτὴν αἱρετή ἐστι καὶ οὐ δι’ ἄλλο, εἴ γε θέλομεν ὑγιαίνειν, καὶ εἰ λήσεσθαι μέλλοιμεν πάντας ἀνθρώπους ὅτι ὑγιαίνομεν, καίτοι κάλλος μὴ θέλοντες ἔχειν μηδὲ πλοῦτον, εἰ μηδεὶς ἀνθρώπων οἶδεν ὅτι ταῦτα ἔχομεν.2 ἀναγκαῖον δὲ καὶ χρήσιμόν ἐστι τὸ δι’ ἄλλο αἱρετόν· ἀλλ’ εἰ μὲν ἀπαραίτητον ᾖ, λέγεται ἀναγκαῖον ὡς τὸ ἀναπνεῖν τοῖς πνεύμονα ἔχουσι ζῴοις, εἰ δὲ παραίτησιν ἐπιδέχεται, λέγεται χρήσιμον ὡς τὸ ὑποδεδέσθαι ἐν χειμῶνι· δυνατὸν γὰρ καὶ μὴ ὑποδεδέσθαι. τῶν οὖν τριῶν τούτων, ὡς εἴρηται, παρακειμένων ἀλλήλοις οὐκ εἶπεν ὁ Πορφύριος ‘ἀγαθοῦ ὄντος τοῦ γνῶναι τί γένος καὶ διαφορά ἢ χρησίμου ὄντος’, ἀλλ’ ἀναγκαίου ὄντος, ἐπειδὴ ἡ γνῶσις τῶν πέντε φωνῶν οὐδὲ ἀγαθόν ἐστιν (ἀγαθὸν γὰρ ἦν τὸ δι’ ἑαυτὸ αἱρετὸν ὄν, θέλομεν δὲ εἰδέναι τὰς φωνὰς οὐ δι’ ἑαυτὰς ἀλλὰ διὰ τὰ πράγματα), οὐδὲ χρήσιμος ἡ γνῶσις τῶν πέντε φωνῶν· χρήσιμον γὰρ ἦν τὸ παραίτησιν ἐνδεχόμενον, οὐκ ἐνῆν δὲ ἡμᾶς παραιτήσασθαι τὰς πέντε φωνὰς θέλοντας εἰδέναι τὰ πράγματα. τοῦ δὲ ἀναγκαίου διττοῦ ὄντος, ἢ δι’ ἑαυτὸ μὲν φευκτοῦ, δι’ ἄλλο δὲ αἱρετοῦ, ὡς τὸ φλεβοτόμον (τοῦτο γὰρ ὅσον μὲν ἐφ’ ἑαυτὸ φευκτόν ἐστιν ἑλκωτικὸν ὂν καὶ διαλύον τὸ συνεχές, δι’ ἄλλο δὲ αἱρετόν· διὰ γὰρ τὴν κένωσιν τοῦ λυποῦντος χυμοῦ), ἢ καὶ δι’ αὐτὸ αἱρετοῦ καὶ δι’ ἄλλο, ὥσπερ καὶ ὑγεία (αὕτη γὰρ καὶ δι’ ἑαυτὴν αἱρετή ἐστιν ὡς συμμετρία καὶ δι’ ἄλλο, ἵνα ὑπουργῇ τὸ σῶμα ταῖς τῆς ψυχῆς ἐνεργείαις), τῷ δευτέρῳ τοίνυν σημαινομένῳ ἐχρήσατο ἐνταῦθα ὁ Πορφύριος· ἡ γὰρ γνῶσις τῶν πέντε φωνῶν καὶ δι’ ἑαυτὴν αἱρετή ἐστιν ὡς γνῶσις (πᾶσα γὰρ γνῶσις καλή, καθά φησιν ὁ Ἀριστοτέλης, καὶ αὐτὴ ἡ τῶν κακῶν γνῶσις καλή, ἵνα μὴ δι’ ἄγνοιαν χρησώμεθα αὐτοῖς· καὶ οἱ ἰατροὶ διδάσκουσι τὰ δηλητήρια, οὐχ ἵνα χρησώμεθα, ἀλλ’ ἵνα φύγωμεν), καὶ δι’ ἄλλο αἱρετή· διὰ γὰρ τὴν γνῶσιν τῶν πραγμάτων.

“克律萨奥里奥斯啊,由于是必需的”。 他为何将“是(存在)”置于“必需的”之前?我们答道,这是因为它是更具普遍性的;因为“是”既述说必需之物,亦述说偶然而可能之物。所谓必需之物,指的是始终处于同样状态之物,例如火必然发热,太阳发光;而偶然而可能之物,则是能够处于不同状态之物,例如人行走(因为亦可能不走)以及交谈(因为亦可能不交谈)。因此,作为述说必需之物与偶然而可能之物这两者的“是”,比起仅单单是必需之物而言更为普遍;因为若某物是必需的,它完全也是“存在”,然而若某物是“存在”,这却未必也是必需的,正如所说,因为“是”亦述说偶然而可能之物。反之亦然,若某物是偶然而可能的,它完全是“存在”,然而若某物是“存在”,它却未必完全也是偶然而可能的,因为“是”亦述说必需之物。有三样事物彼此并列:善、必需与有用。善乃是因其自身而值得选择之物,例如健康;因为健康自身乃是因其自身而非因他物而值得选择的,如果我们确实即便所有人都不知晓我们健康也仍愿健康,尽管若没有人知晓我们拥有这些,我们并不愿拥有容貌之美与财富。而必需与有用则是因他物而值得选择之物;但若它是不可免除的,便被称为必需,正如呼吸之于具有肺的动物;若它容许被免除,便被称为有用,正如冬天穿鞋;因为亦可能不穿鞋。因此,正如所言,在这三者彼此并列的情况下,波菲利并未说“由于知晓何为属与种差是善的”或“由于是有用的”,而是说了“由于是必需的”,因为知晓五种术语既非善(因为善乃是因其自身而值得选择之物,但我们并非因术语自身、而是因事物而希望知晓术语),知晓五种术语亦非有用;因为有用乃是容许被免除之物,但对于希望知晓事物的我们而言,不可能免除这五种术语。然而必需又有两种:要么因其自身应当避开、却因他物而值得选择,例如放血刀(因为就其自身而言,由于它致伤并破坏连续性,乃是应当避开的,但因他物、即为了排空致病的体液,而值得选择);要么既因其自身、亦因他物而值得选择,正如健康一样(因为健康作为一种均称,既因其自身而值得选择,亦因他物、即为了使身体供灵魂的现实活动驱使而值得选择);因此波菲利在此采用了第二种涵义。因为知晓这五种术语,作为知识既因其自身而值得选择(正如亚里士多德所言,一切知识皆是美好的,连关于恶事的知识自身也是美好的,以免我们因无知而使用它们;且医生教授毒物,并非为了让我们使用,而是为了让我们避开),亦因他物而值得选择:即为了知晓诸事物。

语法注2 条
  1. 18.1Διὰ τί τὸ ὂν προέταξε τοῦ ἀναγκαίου;

    该问句针对引文 Ὄντος ἀναγκαίου 中分词 ὄντος(中性单数形 ὂν)置于形容词 ἀναγκαίου 之前的语序。注疏者并未仅将其视作系词分词先于表语形容词的常规语法语序,而是将其解释为逻辑秩序的体现,即“存在(ὂν)”在外延上比“必需(ἀναγκαῖον)”更为普遍(καθολικώτερον)。

  2. 18.1καίτοι κάλλος μὴ θέλοντες ἔχειν μηδὲ πλοῦτον, εἰ μηδεὶς ἀνθρώπων οἶδεν ὅτι ταῦτα ἔχομεν.

    这是由 καίτοι 引导现在分词 θέλοντες 构成的让步分词结构,与主句中的 θέλομεν ὑγιαίνειν 形成对比。条件从句 εἰ μηδεὶς ... οἶδεν 从属于该分词短语内部,构成“即便无人知晓我们拥有这些,我们也不愿拥有美与财富”的对比关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:42.12-43.31