- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:38.28-39.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯论述了继目的与用处之后的其余序论题头:研读顺序(先于《范畴篇》)、命名缘由、作品真实性(克律萨奥里奥斯背景与成书缘起)、全书的三分结构、所运用的四种教授方式,以及作为哲学工具归属于逻辑学。
Μετὰ τὸ εἰπεῖν ἡμᾶς τὸν σκοπὸν καὶ τὸ χρήσιμον, ἔλθωμεν καὶ ἐπὶ τὰ λοιπὰ τῶν κεφαλαίων καὶ εἴπωμεν τὸ τρίτον κεφάλαιον, τοῦτ’ ἔστι τὴν τάξιν. δεῖ τὸ παρὸν βιβλίον πρὸ τῶν Κατηγοριῶν ἀναλέγεσθαι, εἴ γε ἐνταῦθα τὰς φωνὰς διδασκόμεθα, ἐκεῖ δὲ τὰ πράγματα, προηγεῖται δὲ ἀεὶ ἡ γνῶσις τῶν φωνῶν τῆς γνώσεως τῶν πραγμάτων. αὕτη μὲν ἡ τάξις. ἐφ’ οἷς λεγέσθω ἡ αἰτία τῆς ἐπιγραφῆς. ἐπιγέγραπται τοίνυν Εἰσαγωγή, ἐπειδὴ ἡ γνῶσις τῶν φωνῶν εἰσαγωγή ἐστι τῆς γνώσεως τῶν πραγμάτων. χρὴ δὲ ζητῆσαι τίνος χάριν φιλοσοφίας γράφων εἰσαγωγὴν ἀπροσδιορίστως ἐπέγραψε,1 μὴ δηλώσας τίνος ἐστὶν εἰσαγωγή. καὶ λέγομεν τούτου δύο αἰτίας· μίαν μέν, ὅτι πρέπει τοῖς ἐξέχουσι τῶν πραγμάτων τὸ ἀπροσδιόριστον· οὕτω γοῦν ‘ὁ ποιητής’ ἀκούσαντες Ὁμήρου ἔννοιαν ἔχομεν ὡς προὔχοντος τῶν ἄλλων καὶ ‘ὁ ῥήτωρ’ ἀκούσαντες Δημοσθένους ἔννοιαν λαμβάνομεν. δευτέραν δέ, ὅτι εἰσαγωγὴ οὖσα φιλοσοφίας ἡ παροῦσα πραγματεία, τῆς τεχνούσης τὰς ἄλλας τέχνας καὶ ἐπιστήμας, πάσης τέχνης καὶ ἐπιστήμης κοινῶς ἐστιν εἰσαγωγή. αὕτη μὲν ἡ αἰτία τῆς ἐπιγραφῆς. ἐφ’ οἷς εἴπωμεν τὸ γνήσιον. γνήσιον τοίνυν πολυειδῶς ἐστι Πορφυρίου τὸ παρὸν βιβλίον, ἐκ τῶν ἐνθυμημάτων καὶ ἐκ τῆς πρὸς ἄλλας πραγματείας ὁμοιότητος· οὐ γὰρ μόνον ἡ παροῦσα πραγματεία αὐτῷ γέγραπται πρὸς Χρυσαόριον, ἀλλὰ καὶ ἄλλαι, οἷον τὸ Περὶ διαστάσεως Πλάτωνος καὶ Ἀριστοτέλους· παιδεύοντος γὰρ τοῦ Πορφυρίου ἐν Ῥώμῃ τὸν Χρυσαόριον τὰ μαθηματικὰ τὰ πρῶτα φέροντα τῆς ἐκεῖσε γερουσίας2 (ἀπόγονος γὰρ ἦν Συμμάχου ἐκείνου, εἰς ὃν εἴρηται Σύμμαχε Συμμαχίδη, πολυσύμμαχε, σύμμαχε Ῥώμης), καὶ ἀποδημήσαντος αὐτοῦ Πορφυρίου ἐν Σικελίᾳ διὰ τοὺς ἐν τῇ Αἴτνῃ τοῦ πυρὸς κρατῆρας, διότι δεῖ τὸν φιλόσοφον φιλοθεάμονα εἶναι τῶν τῆς φύσεως ἔργων, σχολάσας ὁ Χρυσαόριος ἀπὸ τῶν μαθημάτων ἐνέτυχε ταῖς Ἀριστοτέλους Κατηγορίαις καὶ μὴ δυνηθεὶς νοῆσαι αὐτὰς ἐπιστέλλει τῷ Πορφυρίῳ ἢ τὴν ταχίστην ἐπανελθεῖν καὶ ἐξηγήσασθαι αὐτῷ τὰς αὐτὰς Κατηγορίας ἢ γράψαι αὐτῷ ὑπόμνημα· καὶ αἱρεῖται ὁ Πορφύριος τὸ δεύτερον καὶ γράφει αὐτῷ τὴν παροῦσαν πραγματείαν, οἷον ὑπόμνημα οὖσαν Κατηγοριῶν. Ἐφ’ οἷς εἴπωμεν τὴν εἰς τὰ κεφάλαια τοῦ βιβλίου διαίρεσιν. διαιρεῖται τοίνυν τὸ παρὸν βιβλίον εἰς τρία. καὶ ἐν μὲν τῷ πρώτῳ τμήματι τὴν οὐσίαν τῶν πέντε φωνῶν ὑπογράφει, ἐν δὲ τῷ δευτέρῳ κοινῶς τὰς διαφορὰς αὐτῶν λέγει καὶ τὰς κοινωνίας, καὶ ἐν τῷ τρίτῳ ἰδίᾳ ἑκάστην συγκρίνει ταῖς λοιπαῖς, παραδιδοὺς τοῦ γένους καὶ τῆς διαφορᾶς τὰς κοινωνίας καὶ τὰς διαφοράς, εἶτα τοῦ γένους καὶ τοῦ εἴδους καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. μετὰ ταῦτα ὁ τρόπος λεγέσθω τῆς διδασκαλίας. παντὶ τοίνυν κέχρηται τρόπῳ, ὁριστικῷ μὲν ὑπογράφων τὰς φωνάς, διαιρετικῷ δὲ διαιρῶν αὐτὰς εἰς τὰ οἰκεῖα σημαινόμενα, ἀποδεικτικῷ ἡνίκα ἀποδείκνυσι τὰς διαφορὰς δυνάμει οὔσας ἐν τῷ γένει καὶ οὐκ ἐνεργείᾳ, ἀναλυτικῷ δὲ ὅτε τὰς διαφορὰς τῶν πέντε φωνῶν λέγει· ἡ γὰρ διαφορὰ διάκρισίς ἐστι καὶ οἷον ἀνάλυσις. ἀνάγεται δὲ ὑπ’ οὐδὲν μέρος τῆς φιλοσοφίας,3 ἀλλ’ ὑπὸ τὸ ὄργανον αὐτῆς, φημὶ τὴν λογικήν, ὡς δειχθήσεται σὺν θεῷ ἐν τῇ Ἀποδεικτικῇ.
在阐述了目的与用处之后,让我们进而讨论其余的题头,并说明第三个题头,即阅读顺序。当下的著作必须在《范畴篇》之前研读,若我们在此所学的是词项,而在彼处所学的是事物,且词项的知识总是先于事物的知识。这便是顺序。紧接着,应当说明命名的缘由。因此它被冠名为《导论》,因为词项的知识是通向事物知识的导论。但必须探究,他撰写的是一部哲学的导论,为何不加限定地命名,而不标明它究竟是关于什么的导论。对此我们提出两个缘由:其一,无限定之称谓适合于卓越的事物;正如无论如何,听闻“那位诗人”,我们便想到荷马,因其凌驾于其他人之上;听闻“那位雄辩家”,我们便领会为德摩斯梯尼。其二,当下的论著作为哲学的导论,而哲学正是使其他技艺与诸门知识得以成形者,故而它亦普遍地是一切技艺与知识的导论。这便是命名的缘由。紧接着,让我们说明其真实性。因此,无论从其思想理路,还是从与其他论著的相似性来看,当下的著作在多方面皆确系波菲利所作;因为他不仅将当下的论著呈献给克律萨奥里奥斯,亦撰写了其他论著呈献给他,例如《论柏拉图与亚里士多德的歧见》。这是因为,当波菲利在罗马向在当地元老院中位列第一的克律萨奥里奥斯教授诸数学科学时(因为克律萨奥里奥斯是那位著名的塞马库斯的后裔,人们曾对塞马库斯说道:“塞马库斯啊,塞马库斯之子,多有同盟者,罗马的盟友”),且当波菲利本人因埃特纳火山的火山口而远赴西西里时——因哲学家理应成为喜爱观赏自然造化之人——克律萨奥里奥斯自学业中闲暇下来,偶遇亚里士多德的《范畴篇》,因未能理解它们,便致信波菲利,要求他要么尽快返回亲自为他疏解这本《范畴篇》,要么为他撰写一部注疏;于是波菲利选择了第二种方案,为他撰写了当下的论著,它宛如《范畴篇》的注疏。紧接着,让我们说明此书划分为若干章节的划分。因此,当下的著作被划分为三个部分。在第一部分中,他描述了五个词项的本质;在第二部分中,他总体地讲述它们的相异之处与相通之处;在第三部分中,他分别将每一个词项与其他词项进行比较,传授属与种差的共通之处与差异,接着传授属与种的[共通与差异],依此类推。在这些之后,应当说明其教授的方式。于是他运用了所有方式:在描述诸词项时运用定义的方式;在将它们区分为各自的固有含义时运用划分的方式;在证明诸种差是以潜能而非现实存在于属之中时运用证明的方式;在讲述五个词项的相异之处时运用分析的方式;因为差异乃是一种辨别,宛如一种分析。而它并不归属于哲学的任何部分,而是归属于哲学的工具,即逻辑学,正如承蒙神助将在《后分析篇》中表明的那样。
- 16.0ἀπροσδιορίστως ἐπέγραψε
副词 ἀπροσδιορίστως(无限定地、不加规定地)修饰动词 ἐπέγραψε(加标题、命名)。其后的分词从句 μὴ δηλώσας τίνος ἐστὶν εἰσαγωγή(未表明是关于什么的导论)解释了其具体内涵,指的是作者仅冠以《导论》之名,而未添加如“哲学的”等限定性属格补足语。
- 16.0παιδεύοντος γὰρ τοῦ Πορφυρίου ἐν Ῥώμῃ τὸν Χρυσαόριον τὰ μαθηματικὰ τὰ πρῶτα φέροντα τῆς ἐκεῖσε γερουσίας
παιδεύοντος... τοῦ Πορφυρίου 是属格独立结构。动词 παιδεύω 支配双宾格:被教授的人(τὸν Χρυσαόριον)与教学内容(τὰ μαθηματικά)。随后的分词短语 τὰ πρῶτα φέροντα 是惯用搭配(τὰ πρῶτα φέρω,意为“居首位、名列前茅”),其中的分词 φέροντα 为阳性单数宾格,修饰 τὸν Χρυσαόριον,并带有作内部宾语的中性复数宾格 τὰ πρῶτα。
- 16.0ἀνάγεται δὲ ὑπ’ οὐδὲν μέρος τῆς φιλοσοφίας
被动语态动词 ἀνάγεται(被归入、被归结)的主语在上下文里承前省略,即当下的著作(τὸ παρὸν βιβλίον)。介词 ὑπό 接宾格(οὐδὲν μέρος, τὸ ὄργανον),表示归属于某种门类、置于某种范畴之下的从属关系。
