← 埃利亚斯

波菲利《导论》注释

§3.2-4.32

哲学探究中定义的优先性与定义的本质

埃利亚斯援引辩证法的问题与亚里士多德的论述,阐明了在哲学入门中为何略去“是否存在”而直接从定义开始,进而通过与“描述”的对比剖析了定义本身的定义及其各组成部分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0

Καὶ κατὰ δευτέραν δὲ αἰτίαν ὀφείλομεν ἀπὸ τοῦ τί ἐστιν ἄρξασθαι, τοῦτ’ ἔστι τοῦ ὁρισμοῦ, παρέντες τὸ εἰ ἔστιν·1 ἔδει μὲν γὰρ ἡμᾶς ἀρχομένους τῆς φιλοσοφίας ἀπὸ τοῦ εἰ ἔστιν ἄρξασθαι, ἑπομένους νόμῳ διαλεκτικῷ τῷ λέγοντι δεῖν ἐπὶ πάσης τέχνης καὶ ἐπιστήμης τέσσαρα προβλήματα ζητεῖν, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. καὶ εἰκότως καὶ τὸ μὲν εἰ ἔστι ζήτημα, ἐπειδὴ πολλὰ μὲν ὀνομάζονται, οὐχ ὑφεστήκασι δέ, οἷον τραγέλαφος, σκινδαψὸς καὶ τὰ τοιαῦτα. ἕτερα δὲ ὀνομάζονται μέν, ἀμφιβαλλομένην δὲ ἔχουσι τὴν ὕπαρξιν, οἷον ἡ ἄναστρος σφαῖρα καὶ οἱ ἀντίποδες. ἐπὶ τούτων πάντων ζητοῦμεν τὸ εἰ ἔστι. τὸ δὲ τί ἐστι ζητοῦμεν ἐπὶ τῶν ὕπαρξιν ἐχόντων, θελόντων δὲ ἡμῶν γνῶναι τί εἰσιν, οἷον ἄνθρωπος καὶ ἵππος. ἀλλ’ ἐπειδὴ καὶ αὐτοὶ οἱ ἀναιροῦντες αὐτὴν ἄκοντες δεδώκασι τὸ εἶναι αὐτήν (ἀποδεῖξαι γὰρ βουλόμενοι ὅτι οὐκ ἔστιν εἰσάγουσιν αὐτήν· ἡ γὰρ ἀπόδειξις μέρος φιλοσοφίας), τούτου χάριν ἀφέντες τὸ εἰ ἔστιν ἀπὸ τοῦ τί ἐστι τὴν ἀρχὴν ποιησώμεθα, χάριν ἐκείνοις τοῖς ἀναιρεῖν αὐτὴν ἐσπουδακόσιν ὁμολογοῦντες, ὅτι τοῦτο ἐπιτηδεύσαντες μᾶλλον ἡμῖν κατάδηλον αὐτὴν πεποιήκασι διὰ τῶν ἀποδείξεων, ἢ καὶ ὥς φησιν Ἀριστοτέλης2 ἐν τῷ Προτρεπτικῷ ἐπιγεγραμμένῳ, ἐν ᾧ προτρέπει τοὺς νέους πρὸς φιλοσοφίαν· φησὶ γὰρ οὕτως· “εἰ μὲν φιλοσοφητέον, φιλοσοφητέον, καὶ εἰ μὴ φιλοσοφητέον, φιλοσοφητέον· πάντως ἄρα φιλοσοφητέον”. εἰ μὲν γὰρ ἔστι, πάντως ὀφείλομεν φιλοσοφεῖν οὔσης αὐτῆς, εἰ δὲ μὴ ἔστι, καὶ οὕτως ὀφείλομεν ζητεῖν πῶς οὐκ ἔστιν ἡ φιλοσοφία· ζητοῦντες δὲ φιλοσοφοῦμεν, ἐπειδὴ τὸ ζητεῖν αἰτία τῆς φιλοσοφίας ἐστί. Καὶ κατὰ τρίτην δὲ αἰτίαν δεῖ ἀπὸ τοῦ τί ἐστιν ἄρξασθαι· εἰ γὰρ αἱ προελθοῦσαι ἐκ τῆς φιλοσοφίας ῥητορικὴ καὶ γραμματικὴ καὶ ἰατρικὴ εὐθέως ὁρίζονται ἑαυτὰς καὶ ὑπογράφουσι, πολλῷ μᾶλλον ἡ φιλοσοφία τοῦτο πράξει εὑρέτις οὖσα τούτων καὶ τοῖς ἑαυτῆς χρήσεται εἰς ἑαυτήν· ταύτης γὰρ εὕρημα ἡ ὁριστικὴ καὶ ἡ διαιρετική. Δέδεικται γοῦν διὰ τριῶν αἰτιῶν ὅτι δεῖ ἡμᾶς ἀπὸ τοῦ ὁρισμοῦ ἄρξασθαι. ἀλλ’ ἐπειδὴ τὸν ὁρισμὸν τῆς φιλοσοφίας γνῶναι οὐ δυνατὸν τοῦ ἁπλῶς ὁρισμοῦ ἀγνοουμένου, ὥσπερ οὐδὲ γράφειν καλῶς δυνατὸν τὸν αὐτὸ τοῦτο ἁπλῶς γράφειν μὴ ἐπιστάμενον οὐδὲ ἀττικίζειν ἄνευ τοῦ ἁπλῶς διαλέγεσθαι, οὕτως οὐδὲ τὸν τινὰ ὁρισμὸν δυνατὸν γνῶναι τοῦ ἁπλῶς ὁρισμοῦ ἀγνοουμένου. φέρε οὖν τρία τινὰ περὶ ὁρισμοῦ ζητήσωμεν· πρῶτον μὲν τί ἐστιν ὁρισμός, δεύτερον πόθεν εἴρηται ὁρισμός, τρίτον πόθεν λαμβάνεται πᾶς ὁρισμός. καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου. Ὁρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος τῆς ἑκάστου φύσεως δηλωτικός. ‘λόγος’ δὲ εἴρηται διὰ τὸ ὄνομα, ἐπειδὴ καὶ αὐτὸ δηλοῖ φύσιν (ἐὰν γὰρ εἴπω ἄνθρωπον, τῶν λοιπῶν ζῴων χωρίζω), ἀλλὰ μία λέξις τὸ ὄνομα, ὁ δὲ ὁρισμὸς σωρεία καὶ συναγωγή ἐστι πλειόνων λέξεων. τὸ δὲ ‘σύντομος’ πρόσκειται διὰ τὰ ἀποτάδην λεγόμενα ῥητορικὰ καὶ ἰατρικὰ ἢ καὶ διὰ τὸ ὄνομα· συντομωτάτη γὰρ ἡ διὰ τῶν ὀνομάτων δήλωσις, σύντομος δὲ καὶ ἡ διὰ τῶν ὁρισμῶν. διὸ καὶ τὸν ὁρισμόν τινές φασιν ὄνομα ἐξηπλωμένον, τὸ δὲ ὄνομα ὁρισμὸν συνεσταλμένον. πρόσκειται δὲ ‘τῆς ἑκάστου φύσεως δηλωτικός’ διὰ τὰς ὑπογραφάς· αἱ γὰρ ὑπογραφαὶ οὐ τὴν ἑκάστου φύσιν δηλοῦσιν ἀλλὰ τὸ συμβαῖνον ἑκάστῳ, οἱ δὲ ὁρισμοὶ τὴν ἑκάστου φύσιν δηλοῦσι. καὶ εἰκότως, ἐπειδὴ οἱ ὁρισμοὶ ἐκ τῶν κατ’ οὐσίαν λαμβάνονται (κατ’ οὐσίαν δὲ ἐκεῖνα λέγω ὧν χωρὶς οὐ δύναται ὑποστῆναι τὸ ὁριζόμενον, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· οὐδὲ γὰρ χωρὶς τοῦ ζῴου ἢ λογικοῦ ἢ θνητοῦ ἢ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ ὑφίσταταί ποτε ὁ ἄνθρωπος ἢ ἐπινοεῖται, καὶ ἑνὸς δὲ τούτων ἀπόντος οὐχ ὑφίσταται), αἱ δὲ ὑπογραφαὶ ἐκ τῶν συμβεβηκότων λαμβάνονται, ἃ δύνανται χωρίζεσθαι χωρὶς φθορᾶς τοῦ ὑποκειμένου· οἷον Σωκράτης ἐστὶν Ἀθηναῖος φαλακρὸς προγάστωρ σιμὸς μέλας· τούτων χωρὶς δύναται ὑποστῆναι ὁ Σωκράτης. εἰκότως οὖν τὸν ὁρισμὸν λέγομεν δηλωτικὸν τῆς φύσεως, ὡς τῶν ὑπογραφῶν οὐ τὴν φύσιν δηλουσῶν ἀλλὰ τὸ συμβαῖνον ἑκάστῳ·3 ὅθεν καὶ ὑπογραφὴ εἴρηται οἱονεὶ ὑφειμένη γραφὴ οὖσα καὶ σκιαγραφία, ὡς τῶν ὁρισμῶν τῇ τελείᾳ γραφῇ ἀναλογούντων, λέγω δὴ τῇ διὰ τῶν χρωμάτων. ἀποροῦσι δέ τινες ὅτι ‘εἰ τοῦ ὁρισμοῦ ὁρισμὸν εἶπας, εἰπὲ κἀκείνου ὁρισμὸν καὶ τοῦτο ἐπ’ ἄπειρον’. πρὸς ὅ φαμεν ὅτι ὁ τὸν καθόλου ὁρισμὸν ὁρισάμενος λόγος4 καὶ ἑαυτὸν συμπεριέλαβεν, ὡς εἴ τις ἄνθρωπος ὁρίσαιτο τὸν καθόλου ἄνθρωπον· ὁ γὰρ τοιοῦτος καὶ ἑαυτὸν συμπεριέλαβε· καὶ ὁ ὁριζόμενος γὰρ ζῷον λογικὸν καὶ ὁ καθόλου ἄνθρωπος. ἐν οἷς τὸ πρῶτον κεφάλαιον.

而且根据第二个理由,我们也应当略去“是否存在”,而从“它是什么”,即从定义开始。因为按理说,我们在开启哲学时本应当从“是否存在”开始,遵循辩证法的法则,该法则规定在任何技艺和科学中都必须探究四个问题:是否存在、它是什么、它是何种性质的、以及为何存在。这也是合乎情理的:“是否存在”这一探究问题之所以提出,是因为有许多事物虽被命名,却没有实在的托体,例如山羊鹿、斯金达普索斯(一种琴)之类;而另一些事物虽被命名,其存在却存有争议,例如无星天球和对跖人。对于所有这些事物,我们都探究“是否存在”。而“它是什么”,我们则在具有实在存在、且我们希望知道它们是什么的事物上探究,例如人和马。然而,既然连那些否定哲学存在的人,也违背本意地承认了它的存在(因为他们意图证明哲学不存在,却引入了哲学;因为证明乃是哲学的一部分),正是出于这一理由,我们舍弃“是否存在”,而从“它是什么”开端,同时向那些曾极力想要否定哲学的人致谢,因为他们通过这种企图,借助证明使哲学对我们而言更加显明;或者亦如亚里士多德在题为《劝勉篇》——他在其中劝勉青年研习哲学——中所说的那样;因为他如此说道:“如果应当哲学思考,就应当哲学思考;如果不可哲学思考,就应当哲学思考;因此,无论如何都应当哲学思考。”因为如果它存在,既然存在,我们就完全应当哲学思考;如果它不存在,即使如此我们也应当探究哲学如何不存在;而在探究中我们便是在进行哲学思考,因为探究乃是哲学的原因。 而且根据第三个理由,也必须从“它是什么”开始:因为若是源出于哲学的修辞学、文法学和医术都立刻自我定义并自我描述,那么作为它们的发明者,哲学就远更会这样做,并对自己运用自身之物;因为定义术与划分术皆是哲学的发明。 总之,通过三个理由已经证明了我们必须从定义开始。但是,既然在普遍的定义尚未被了解的情况下不可能认识哲学的定义——正如一个根本不懂得纯粹写字的人不可能写得漂亮,不懂得纯粹谈话的人不可能用阿提卡方言谈话一样,在普遍的定义未明之时,也不可能认识某个特定的定义。那么,来吧,让我们就定义探究三件事:第一,什么是定义;第二,为何被称为定义;第三,一切定义从何处获取。而我们必须从第一点开始。 因此,定义是阐明每一事物本性的简明言说。称之为“言说”是因名称之故,因为名称本身也表明本性(若我说“人”,我就将他与其他动物分开了),但名称是一个单字,而定义则是多个词语的堆积与结合。加上“简明”,则是由于长篇大论的修辞学和医术言辞,或者也是由于名称;因为通过名称的表明最为简要,而通过定义的表明亦是简明的。因此有人称定义为“展开了的名称”,而称名称为“浓缩了的定义”。加上“阐明每一事物的本性”,则是由于描述的缘故;因为描述并不表明每一事物的本性,而是表明附随于每一事物者,而定义则表明每一事物的本性。这也是合乎情理的,因为定义取自本质之物(所谓本质之物,我是指没有它们被定义者就无法成立的事物,例如:人是理性的、有死的、能够接受理智与知识的动物;因为脱离动物、理性、有死、或能够接受理智与知识,人就绝不可能成立或被构想,缺少其中之一,人便不复存在),而描述则取自偶性,这些偶性即便脱离,亦不致毁坏承载的主体;例如苏格拉底是雅典人、秃头、大腹、塌鼻、黑肤;没有这些,苏格拉底依然能够成立。因此,合乎情理地,我们称定义为本性的阐明者,因为描述并不阐明本性,而是阐明附随于每一事物者;这也是为何它被称为“描述”,因为它如同退居其次的绘画和素描草图,而定义则类比于完备的绘画,我指的是用色彩绘成的画。 然而有人提出疑问说:“如果你给出了定义的定义,那么请给出那个定义的定义,如此将至于无穷。”对此我们回答说,定义了普遍定义的言说,同时也包含了自身,犹如某个人定义了普遍的人;因为这样的人同时也包含了自身;因为下定义者是理性动物,普遍的人亦是如此。 第一章至此终了。

语法注4 条
  1. 3.0παρέντες τὸ εἰ ἔστιν

    分词 παρέντες 与主语 ἡμεῖς 一致,作状语分词,表示方式或伴随情况(“略去……”、“舍弃……”)。后文的 ἀφέντες τὸ εἰ ἔστιν 是同一句式的平行复现。

  2. 3.0ἢ καὶ ὥς φησιν Ἀριστοτέλης

    连词 ἢ καί 引入与前文“向否定者们致谢”并列或替代的理据,意为“或者亦如亚里士多德所说……”。在句法上,它作为状语从句修饰主节劝勉 ποιησώμεθα τὴν ἀρχήν。

  3. 3.0ὡς τῶν ὑπογραφῶν οὐ τὴν φύσιν δηλουσῶν ἀλλὰ τὸ συμβαῖνον ἑκάστῳ

    由 ὡς 引导的属格独立结构(τῶν ὑπογραφῶν ... δηλουσῶν),为修饰主动词 λέγομεν 提供主观理据或视角(“鉴于描述并不表明本性,而是表明……”)。

  4. 3.0ὁ τὸν καθόλου ὁρισμὸν ὁρισάμενος λόγος

    定语分词短语(τὸν καθόλου ὁρισμὸν ὁρισάμενος)嵌入定冠词 ὁ 与名词 λόγος 之间。整个主语意为“定义了普遍定义的言说”,其谓语动词为 συμπεριέλαβεν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:3.2-4.32