← 埃利亚斯

波菲利《导论》注释

§37.27-38.26

四种方法的顺位与五谓词的功用

埃利亚斯界定了证明法与分析法的特有功能,论述了四种辩证方法(划分、定义、证明、分析)的前后位阶。随后,他阐明了波菲利所引入的五种普遍概念(五谓词)如何对四种辩证方法及《范畴篇》不可或缺,以此总结了该讲内容。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.0#2

ἴδιον δὲ τῆς ἀποδεικτικῆς τὸ δεῖξαι ἄλλο ἄλλῳ ὑπάρχον δι’ ἄλλου μέσου· οἷον θέλοντες δεῖξαι ὅτι τὸ ἔμψυχον ὑπάρχει τῷ ἀνθρώπῳ παραλαμβάνομεν μέσον τὸ ζῷον καὶ συλλογιζόμεθα οὕτως· ἐὰν τὸ ἔμψυχον ὑπάρχῃ τῷ ζῴῳ, τὸ δὲ ζῷον τῷ ἀνθρώπῳ, πᾶσα ἀνάγκη καὶ τὸ ἔμψυχον ὑπάρχειν τῷ ἀνθρώπῳ. ἢ καὶ ἄλλως· ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία. ἴδιον δὲ τῆς ἀναλυτικῆς τὸ λαβεῖν σύνθετόν τι πρᾶγμα καὶ ἀναλῦσαι εἰς τὰ ἁπλᾶ, ἐξ ὧν συντέθη, ὥσπερ ἀναλύεται ὁ λόγος εἰς λέξεις, αἱ λέξεις εἰς συλλαβὰς καὶ αἱ συλλαβαὶ εἰς στοιχεῖα. πρώτη τοίνυν ἐστὶν ἡ διαιρετική, δευτέρα ἡ ὁριστική, τρίτη ἡ ἀποδεικτικὴ καὶ τετάρτη ἡ ἀναλυτική· δεῖται γὰρ ἡ ὁριστικὴ τῆς διαιρετικῆς· εἰ μὴ γὰρ προηγήσηται ἡ διαίρεσις, ὁ ὁρισμὸς οὐ γίνεται. πάλιν δὲ εἰ μὴ προκατασκευασθῇ ὁ ὁρισμός, οὐ δύναται χρῆσθαι αὐτῷ ἡ ἀπόδειξις. ἡ δέ γε ἀναλυτικὴ σκοπὸν ἔχει, ὡς εἴρηται, ἕν τι σύνθετον πρᾶγμα λαβεῖν καὶ τοῦτο ἀναλῦσαι εἰς τὰ ἁπλᾶ, ἐξ ὧν συνετέθη, οἷον λαμβάνει ὡς ὅλον τι σύνθετον πρᾶγμα τὸν Σωκράτην καὶ διαιρεῖ αὐτὸν εἰς χεῖρας καὶ πόδας καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος χωροῦσα μέχρις αὐτῶν τῶν στοιχείων. Τούτων οὕτως ἐχόντων συμβάλλεται ἡμῖν εἰς τὴν διαιρετικήν, ἐπειδὴ τρία τινὰ συγκροτεῖ τὴν διαίρεσιν, τὸ διαιρούμενον, τὸ διαιροῦν, τὰ διαιρεθέντα· οἷον τὸ διαιρούμενον τὰ ξύλα, τὸ διαιροῦν ὁ πρίων, τὰ διαιρεθέντα αἱ σανίδες. οὕτως κἀνταῦθα διαιρούμενον μὲν τὸ γένος, διαιροῦν δὲ ἡ διαφορά, τὰ διαιρεθέντα εἴδη· γένη δὲ καὶ διαφορὰς καὶ εἴδη ἐνταῦθα διδασκόμεθα, πῶς οὐκ ἂν εἴη χρήσιμον; καὶ εἰς τὴν ὁριστικὴν δὲ συμβάλλεται ἡμῖν τὸ παρὸν βιβλίον, εἴ γε ἐκ τῶν διαιρέσεων οἱ ὁρισμοί. ἀλλὰ καὶ εἰς τὴν ἀποδεικτικήν, εἴ γε τῶν ἀποδείξεων ἀρχαὶ οἱ ὁρισμοί. ἀλλὰ καὶ εἰς τὴν ἀναλυτικήν, εἴ γε ἡ ἀναλυτικὴ ἀπόδειξίς ἐστι ἀντεστραμμένη. οὕτως μὲν εἰς τὰς τέσσαρας διαλεκτικὰς μεθόδους· ἀλλὰ καὶ εἰς τὰς Ἀριστοτέλους καὶ τῶν ἄλλων Κατηγορίας· αὗται γάρ, οὗτινος ἄν ὦσι γένη,1 γενικώτατά εἰσι· γένη δὲ γενικώτατα γνῶναι οὐ δυνατὸν αὐτὸ τοῦτο τί ἐστι γένος ἀγνοοῦντας· γένη δὲ ἐνταῦθα διδασκόμεθα, πῶς οὐκ ἄν εἴη χρήσιμον; ἀλλ’ ἐπειδὴ τὰ γένη εἰς εἴδη διαιρεῖται διὰ μέσου τῶν διαφορῶν, διαφορὰς δὲ καὶ εἴδη ἐνταῦθα διδασκόμεθα, πῶς οὐκ ἂν εἴη χρήσιμον τὸ παρὸν βιβλίον; ἀλλ’ ἐπειδὴ αἱ κατηγορίαι γένη γενικώτατα οὖσαι οὐχ ὁρίζονται, ἀγαπητὸν κἂν διὰ τῶν ἰδίων αὐτὰς ὑπογράψαι·2 ἴδιον δὲ ἐνταῦθα διδασκόμεθα, πῶς οὐ χρήσιμον; ἀλλ’ ἐπειδὴ δέκα οὐσῶν κατηγοριῶν μία μόνη οὐσία, αἱ δὲ λοιπαὶ συμβεβηκότα, πῶς οὐ τὸ πολὺ μέρος εἰς τὸ συμβεβηκὸς συντελεῖ;3 διαλέγεται γὰρ καὶ περὶ συμβεβηκότος. ταῦτα ἔχει ἡ παροῦσα θεωρία.

而证明法特有的功能是通过另一中项表明一者属于另一者;例如,若想表明“有灵魂的”属于人,我们便采纳动物为中项,并如此推论:“若有灵魂的属于动物,而动物属于人,则有灵魂的亦属于人是完全必然的”。或者亦可换作:“人是动物,动物是实体,因此人是实体”。相反,分析法特有的功能是拾取某一复合之物,并将其分解为构成它的单纯要素,正如言语被分解为词,词被分解为音节,音节被分解为字母(元素)一样。因此,第一种方法是划分法,第二种是定义法,第三种是证明法,第四种是分析法;因为定义法需要划分法;因为若非划分在先,定义便无法成立。再者,若非定义预先确立,证明法便无法使用它。而分析法如前所述,其目的在于拾取某一复合之物,并将其分解为构成它的单纯要素,例如它将苏格拉底作为某一复合之整体拾取,并将其区分为手、脚以及身体其余的部分,一直推进到诸元素本身。 在这些情况具备时,本书在划分法上对我们有所助益,因为三者构成了划分:被划分者、施划分者、划分所得者;例如,被划分者是木材,施划分者是锯子,划分所得者是木板。在当下这里亦是如此,被划分者是属,施划分者是种差,划分所得者是种;而属、种差与种正是我们在此所学的,它怎会没有用处呢?并且当下的著作亦在定义法上对我们有所助益,若定义确实出自诸划分。而且对于证明法亦有助益,若诸定义确实是诸证明的本原。而且对于分析法亦有助益,若分析确实是颠倒了的证明。于是,对于四种辩证方法它是如此有益的;然而对于亚里士多德及其他人的《范畴篇》亦有用处;因为无论诸范畴是何物的属,它们皆是最普遍的属;但不认识“什么是属”这一点本身者,是不可能认识最普遍的属的;而属正是我们在此所学的,它怎会没有用处呢?再者,既然诸属是通过种差划分为诸种的,而种差与种是我们在此所学的,当下的著作又怎会没有用处呢?再者,既然诸范畴作为最普遍的属无法被定义,能够通过固有属性对它们加以描述(勾勒)便已令人满意;而固有属性是我们在此所学的,它怎会没有用处呢?再者,既然在十个范畴中仅有一个是实体,其余皆是偶性,绝大部分怎会不归结于偶性呢?因为本书亦论及偶性。当下的考察便包含这些内容。

语法注3 条
  1. 15.0οὗτινος ἄν ὦσι γένη

    由关系代词 οὗτινος 配合虚拟式 ὦσι 及虚词 ἄν 构成的泛指让步关系从句(“无论它们是何物的属”)。该结构并不指明具体先行词,而是表明无论诸范畴具体被视为何物的属,它们皆是最普遍的属(γενικώτατα)。

  2. 15.0ἀγαπητὸν κἂν διὰ τῶν ἰδίων αὐτὰς ὑπογράψαι

    谓词形容词 ἀγαπητόν 意为“令人满意的/值得庆幸的”,与不定词 ὑπογράψαι(描述、勾勒)搭配,前面的 κἄν(= καὶ ἐάν / καὶ ἄν)带有“哪怕仅仅、至少”的限定语气。此句在句法上表达了:因为最高属没有更高级的属而无法做出严格定义(ὁρισμός),人们至少能通过固有属性对其进行概括性描述(ὑπογραφή)便已属不易。

  3. 15.0πῶς οὐ τὸ πολὺ μέρος εἰς τὸ συμβεβηκὸς συντελεῖ;

    短语 τὸ πολὺ μέρος 用作副词性宾格(“绝大部分”、“在很大程度上”),修饰动词 συντελεῖ(归结于、贡献于)。由于十个范畴中有九个属于偶性范畴,该反问句阐明了《范畴篇》的“绝大部分”必然归结于对偶性的探究。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:37.27-38.26