← 埃利亚斯

波菲利《导论》注释

§36.32-37.27

本书的功用与四种辩证方法

埃利亚斯论述了序论的第二项纲要即功用,论证了本当著作如何服务于人类的群居本性、全部哲学、四种辩证方法(划分法、定义法、证明法、分析法)以及诸部名为《范畴篇》的著作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.0#1

Μετὰ τὸ πρῶτον κεφάλαιον εἴπωμεν καὶ τὸ δεύτερον, φημὶ τὸ χρήσιμον. χρησιμεύει τοίνυν τὸ παρὸν βιβλίον εἰς τὴν ἡμῶν αὐτῶν οὐσίαν, εἰς πᾶσαν φιλοσοφίαν, εἰς τὰς διαλεκτικὰς μεθόδους, εἰς τὰς Ἀριστοτέλους καὶ τῶν ἄλλων Κατηγορίας· οὗτοι γὰρ κατὰ ζῆλον τοῦ οἰκείου διδασκάλου ὁμώνυμα συγγράμματα τούτῳ1 κατέλιπον. χρησιμεύει οὖν ἡμῖν εἰς τὴν ἡμῶν αὐτῶν οὐσίαν, ἐπειδὴ κοινωνικὸν ζῷον ὁ ἄνθρωπος· ἀμέλει καὶ ἐν ταῖς ἠρεμίαις ἀσχάλλομεν ὡς παρὰ φύσιν ζῶντες καὶ μὴ ἔχοντες ὅτῳ κοινωνήσομεν.2 κοινωνοῦμεν δὲ ἀλλήλοις διὰ φωνῶν, ὅθεν καὶ φωνὴ εἴρηται ὡς εἰς φῶς ἄγουσα τὰ τοῦ νοῦ γεννήματα, διὸ καὶ φὼς μόνος ὁ ἄνθρωπος λέγεται ὡς πολὺ τὸ φωτιστικὸν ἔχων καὶ ἐξαγγελτικόν· οὗτος γὰρ καὶ τὰ γνωστικὰ ἑαυτοῦ πάθη ἐξαγγέλλει διὰ τῆς φωνῆς τῆς ἐνάρθρου καὶ τὰ ζωτικὰ διὰ τῆς ἀνάρθρου, οἷον βηχὸς συρίγματος στεναγμοῦ, τὰ δὲ ἄλογα διὰ τῶν ἀνάρθρων μόνον τὰ ζωτικὰ ἡμῖν ἐμφαίνει. εἰ οὖν περὶ φωνῶν διαλέγεται, πῶς οὐ χρησιμεύει ἡμῖν εἰς τὴν ἡμῶν αὐτῶν οὐσίαν; ἀλλὰ καὶ εἰς πᾶσαν φιλοσοφίαν, εἴ γε πᾶσαν φιλόσοφον φωνὴν ἐνταῦθα διδασκόμεθα. ἀλλὰ καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους· τέσσαρες γὰρ αὗται, διαιρετική, ὁριστική, ἀποδεικτική, ἀναλυτική, ἐπειδὴ καὶ τέσσαρα τὰ διαλεκτικὰ προβλήματα, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. καὶ τὸ μὲν εἰ ἔστιν ἀναλογεῖ τῇ διαιρετικῇ (εἰ γὰρ ἔστι πάντως ὑπὸ τὴν διαίρεσιν πίπτει), τὸ δὲ τί ἐστι τῇ ὁριστικῇ3 * * * (πᾶσαι γὰρ αἱ ἀποδείξεις τοῦ ὁποῖόν τί ἐστι· σπανίως γὰρ ἀμφιβάλλεται τὸ εἰ ἔστι καὶ ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστι), τὸ δὲ διὰ τί ἐστιν ἀναλογεῖ τῇ ἀναλυτικῇ· ἑκατέρα γὰρ αὐτῶν αἰτίας εὕρεσίς ἐστι. καὶ τοσαύτη ἐστὶν ἡ δύναμις τῆς ἀναλυτικῆς, ὡς ἰσχύειν πάσαις ἀντιτάσσεσθαι· τῇ μὲν ὁριστικῇ, ὅτι ἐκείνης τὰ πολλὰ ἓν ποιούσης αὕτη τὸ ἓν πολλὰ ποιεῖ, τῇ δὲ διαιρετικῇ, ὅτι τῆς διαιρετικῆς τὸ ἓν πολλὰ ποιούσης καὶ αὕτη τὸ αὐτὸ ποιεῖ. ἀλλὰ καὶ τῇ ἀποδεικτικῇ· τῆς γὰρ ἀποδεικτικῆς ἀπὸ αἰτίων καὶ πρώτων ἀρχομένης αὕτη ἀπὸ τῶν αἰτιατῶν καὶ δευτέρων ἄρχεται· οὐδὲν γάρ ἐστιν ἀνάλυσις, εἰ μὴ ἀπόδειξις ἀντεστραμμένη, ὅθεν καὶ ἀνάλυσις ὡς ἀνάπαλιν λύσις οὖσα τοῦ προκειμένου. Ἴδιον δὲ τῆς μὲν διαιρετικῆς τὸ ἓν πολλὰ ποιεῖν, οἷον τὸ ζῷον διελεῖν εἰς λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον. τῆς δὲ ὁριστικῆς τοὐναντίον τὰ πολλὰ ἓν ποιεῖν, τοῦτ’ ἔστι λαβεῖν τὸ ζῷον, τὸ λογικόν, τὸ θνητὸν καὶ ὁρίσασθαι τὸν ἄνθρωπον.

在第一项纲要之后,且让我们亦讨论第二项,即功用。当下的著作对于我们自身的本质、对于全部哲学、对于诸辩证方法,以及对于亚里士多德及其他人的《范畴篇》皆有用处;因为后者出于对其专属老师的敬慕,留下了与他同名的著作。于是本书对于我们自身的本质是有用的,因为人是群居的动物;实际上,在独处安歇时我们亦感苦恼,仿佛过着违背本性的生活,没有可以交往的对象。而我们是通过音声彼此交往的,因此音声亦被称为将理智的产物引向光亮者,是以唯独人被称为“光亮者/凡人”,因其大具有照亮与宣告的潜能;因为人通过清晰分节的音声宣告自己认知的诸情态,而通过未分节的音声宣告生命的诸情态,如咳嗽、口哨与呻吟,而无理性的动物则仅通过未分节的音声向我们显明生命的诸情态。因此,如果本书论及音声,它怎会不对我们自身的本质有用呢?而且对于全部哲学亦有用处,若我们确实在此被教授一切哲学的音声。再者,对于诸辩证方法亦有用处;因为这些方法有四种:划分法、定义法、证明法与分析法,因为辩证的探究课题亦有四种:是否存在、是什么、具有何种性质以及因何而在。并且,“是否存在”对应于划分法(因为如果存在,它必定落在划分之下),而“是什么”对应于定义法[,具有何种性质对应于证明法]* * *(因为一切证明皆是关于具有何种性质的;因为是否存在极少受到怀疑,且对于定义并无证明),而“因何而在”对应于分析法;因为它们二者皆是对原因的找寻。分析法的力量如此巨大,以至于有能力与所有其他方法相对立:与定义法相对,是因为定义法将多化为一,而分析法将一化为多;与划分法相对,是因为划分法将一化为多,而分析法亦行同样之事。但它亦与证明法相对立;因为证明法始于原因与原初之物,而分析法则始于结果与次生之物;因为分析无非是颠倒了的证明,因此“分析”即是对所提出问题之逆向解明。划分法特有的功能是将一化为多,例如将动物划分为理性的与非理性的、可朽的与不朽的。相反,定义法特有的功能是将多化为一,亦即拾取动物、理性的、可朽的,并定义人。

语法注3 条
  1. 15.0ὁμώνυμα συγγράμματα τούτῳ

    与格代词 τούτῳ 指向前述的 Ἀριστοτέλους(亚里士多德),意为“与他同名的著作”(即与老师的著作同样题为《范畴篇》的著作),形容词 ὁμώνυμος 在此支配表示伴随或对照的与格补足语。

  2. 15.0μὴ ἔχοντες ὅτῳ κοινωνήσομεν

    由分词 ἔχοντες 引导的间接疑问或关系从句结构。在与格代词 ὅτῳ 之后,动词 κοινωνήσομεν 为将来时直陈式,表达潜在的对象(“没有可与之交往的对象”)。

  3. 15.0τὸ δὲ τί ἐστι τῇ ὁριστικῇ * * *

    手抄本中的文本缺失(lacuna)。从后文紧随的解释性从句“因为一切证明皆是关于具有何种性质的”(πᾶσαι γὰρ αἱ ἀποδείξεις τοῦ ὁποῖόν τί ἐστι)来看,缺失部分在句法上必然包含其平行对应的表述:“而‘具有何种性质’对应于证明法”(τὸ δὲ ὁποῖόν τί ἐστι τῇ ἀποδεικτικῇ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:36.32-37.27