← 埃利亚斯

波菲利《导论》注释

§35.3-36.30

八项导论要目与五种普遍概念之目的

埃利亚斯针对波菲利的《导论》提出了古代注疏传统中习见的八个导论项目(纲要),并指出作者波菲利的“目的”在于将一切哲学音声归结为五种普遍概念(属、种差、种、固有属性、偶性),进而通过二分法对此进行了论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.0

Ἐπειδὴ ὅλην ὡς ὅλην ἔγνωμεν τὴν φιλοσοφίαν διὰ τῶν ἓξ ὁρισμῶν καὶ ὡς μέρη ἔχουσαν αὐτὴν διὰ τῶν διαιρέσεων, φέρε καὶ τοῦ παρόντος βιβλίου φροντίδα ποιησώμεθα τὰ εἰωθότα ὀκτὼ τὸν ἀριθμὸν ὄντα,1 τὸν σκοπόν, τὸ χρήσιμον, τὴν τάξιν, τὴν ἐπιγραφήν, τὸ γνήσιον, τὴν εἰς τὰ κεφάλαια τοῦ βιβλίου διαίρεσιν, τὸν τρόπον τὸν διδασκαλικόν, καὶ ὑπὸ ποῖον μέρος ἢ μόριον τῆς φιλοσοφίας ἀνάγεται τὸ βιβλίον, ἃ καὶ κεφάλαια εἴρηται ὡς ἐκ μεταφορᾶς τῆς ἐν τοῖς ζῴοις κεφαλῆς· ὥσπερ γὰρ ἐκείνη ἐν βραχεῖ τὴν δύναμιν πᾶσαν τοῦ ζῴου περιέχει, οἰκητήριον οὖσα τῶν πέντε αἰσθήσεων, οὕτως καὶ ταῦτα ἐν βραχεῖ τὸ βούλημα παριστῶσι τῶν λεγομένων· διὸ καὶ παρὰ τοῖς ῥήτορσι τὸ ‘ὡς ἐν κεφαλαίῳ’ εἴρηται ἀντὶ τοῦ ‘ἐν βραχεῖ πολλὰ περιλαβεῖν’. Σκοπὸν τοίνυν ἔχει ὁ Πορφύριος ἐνταῦθα πάσας τὰς κατὰ φιλοσοφίαν φωνὰς ὑπὸ πέντε ἀρχὰς καὶ κοινότητας ἀναγαγεῖν, καὶ δεῖξαι ὅτι πᾶσα φιλόσοφος φωνὴ ἢ γένος ἐστὶν ἢ διαφορὰ ἢ εἶδος ἢ ἴδιον ἢ συμβεβηκός, καὶ ἕκτη παρὰ ταύτας οὐδὲ ἐπινοηθῆναι δύναται. τοῦτο δὲ καὶ ἐκ διαιρέσεως δείκνυσιν, ἣν αἰνίττεται ἐν τῷ περὶ γένους λόγῳ. ἔχει δὲ οὕτως· ἡ φωνὴ ἢ σημαντική ἐστιν ἢ ἄσημος. ἀλλ’ αἱ μὲν ἄσημοι χαιρέτωσαν· γραμματικοῖς αὗται μελήσουσιν, παρ’ οἷς οὐδὲν διαφέρει τὸ Ὅμηρος τοῦ σκινδαψός [σκινδαψοῦ]· φιλοσόφοις δέ, οἷς σημαινομένων καὶ μόνον ἐστὶ φροντίς, πολλὴν διαφορὰν εἰσάγει τὸ σημαίνειν ἢ μὴ σημαίνειν· εἰ γὰρ μὴ σημαίνει, οὐδὲ διαλέγονται περὶ αὐτῶν· εἰ γὰρ ἦν τὰ πράγματα διδάξαι χωρὶς φωνῶν, οὐκ ἄν ποτε φωναῖς ἐχρήσαντο. ἀλλ’ ἐπειδὴ τοῦτο ἀδύνατον (χωρὶς γὰρ φωνῶν οὐ διδάσκεται πρᾶγμα), ἐξ ἀνάγκης διαλέγονται καὶ περὶ φωνῶν. τῶν δὲ σημαντικῶν αἱ μὲν καθόλου, αἱ δὲ μερικαί. ἀλλὰ καὶ αἱ μερικαὶ μετὰ τῶν ἀσήμων ἐκβαλέσθωσαν· ποιηταῖς γὰρ αὗται μελήσουσι καὶ ῥήτορσι, τοῖς μὲν διὰ τὰς ἱστορίας, τοῖς δὲ διὰ τὸν φεύγοντα καὶ τὸν διώκοντα. Τῶν δὲ καθόλου αἱ μὲν οὐσιώδεις εἰσίν, αἱ δὲ ἐπεισοδιώδεις. ἐκεῖνα δὲ λέγεται οὐσιώδη, ὅσα καὶ παρόντα σῴζουσι καὶ ἀπόντα φθείρουσιν· οἷον τὸ λογικὸν τῷ ἀνθρώπῳ οὐσιωδῶς ὑπάρχει (καὶ παρὸν γὰρ σῴζει αὐτὸν καὶ ἀπὸν φθείρει), ὁμοίως καὶ ἡ θερμότης τῷ πυρὶ καὶ ἡ ψυχρότης τῇ χιόνι. ἐπεισοδιώδη δὲ λέγεται ὅσα τοὐναντίον μήτε παρόντα σῴζει μήτε ἀπόντα φθείρει· τὸ γὰρ λευκὸν τῷ ἀνθρώπῳ ἐπεισοδιωδῶς ὑπάρχει· οὔτε γὰρ παρὸν σῴζει αὐτὸν οὔτε ἀπὸν φθείρει. τὰ μὲν οὖν οὐσιώδη ἢ ὕπαρξιν δηλοῦσιν ἢ τρόπον ὑπάρξεως· καὶ εἰ μὲν τρόπον ὑπάρξεως, ποιεῖ τὴν διαφορὰν οἷον τὸ λογικόν (τοῦτο γὰρ τοιόνδε ποιεῖ τὸ ζῷον), εἰ δὲ ὕπαρξιν δηλοῖ, ἢ εὐθέως εἰς τὰ ἄτομα διαιρεῖται, Σωκράτην φημὶ καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην, καὶ λέγεται τὸ διαιρούμενον εἶδος,2 ἢ πρῶτον εἰς τὰ εἴδη διαιρεῖται, εἶτα διὰ τῶν εἰδῶν εἰς τὰ ἄτομα, καὶ λέγεται γένος τὸ διαιρούμενον. τὰ δὲ ἐπεισοδιώδη ἢ μιᾷ μόνῃ φύσει ὑπάρχουσι καὶ λέγονται ἴδια, ὡς τὸ γελαστικὸν τῷ ἀνθρώπῳ, τὸ χρεμετιστικὸν τῷ ἵππῳ, τὸ ὑλακτικὸν τῷ κυνί, ἢ πολλαῖς καὶ λέγονται συμβεβηκότα, ὡς τὸ λευκὸν οὐ μόνον ἀνθρώπῳ ὑπάρχει ἀλλὰ καὶ ἵππῳ καὶ βοὶ καὶ ἀψύχοις. ἢ καὶ ἄλλως· πᾶσα φωνὴ ἢ σημαντικὴ ἢ ἄσημος· καὶ εἰ μὲν σημαντική, ἢ καθόλου ἢ μερική. τῆς δὲ καθόλου τὰ μὲν οὐσιώδη, τὰ δὲ ἐπεισοδιώδη. τὰ μὲν οὖν οὐσιώδη ἢ κατὰ διαφερόντων τῷ εἴδει καὶ ἢ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὸ γένος, ἢ ἐν τῷ ποῖόν τί ἐστι καὶ ποιεῖ τὴν διαφοράν, ἢ κατὰ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὸ εἶδος. τὰ δὲ ἐπεισοδιώδη ἢ ἀντιστρέφει καὶ ποιεῖ τὸ ἴδιον, ὡς τὸ γελαστικόν (πᾶν γὰρ γελαστικὸν ἄνθρωπος καὶ πᾶς ἄνθρωπος γελαστικόν), ἢ οὐκ ἀντιστρέφει καὶ ποιεῖ τὸ συμβεβηκός, οἷον τὸ λευκόν· οὐδὲ γὰρ ἀντιστρέφει τὸ λευκὸν πρὸς τὸν ἄνθρωπον· οὐδὲ γὰρ εἴ τι λευκόν, ἐκεῖνο καὶ ἄνθρωπος, οὐδὲ εἴ τι ἄνθρωπος, τοῦτο λευκόν· ὁ γὰρ Αἰθίοψ ἄνθρωπός ἐστι καὶ οὐ λευκόν.

既然我们已通过六个定义将整个哲学作为一个整体来认识,并通过诸种划分认识到它具有各个部分,那么且让我们亦对当下的著作予以考量,考察惯常的八个项目:目的、功用、次序、题名、真伪、本书划分为章节、教学方式,以及本书归属于哲学的哪一部分或分支——这些项目由于取譬于动物之首而被称作“纲要”。因为正如动物之首作为五种感觉的居所,简要地包含了动物的全部潜能,同样,这些项目亦简要地呈现出所述事项的旨趣;因此在修辞学家那里,“正如在纲要中”这一说法亦被用来代替“简要地包罗诸多事物”。 因此,波菲利在这里的目的在于将哲学中所有的音声归属于五个原理与共同性之下,并表明每一个哲学的音声要么是属,要么是种差,要么是种,要么是固有属性,要么是偶性,而在这些之外甚至不能构想出第六个。他亦通过一种划分表明了这一点,他在关于属的论述中暗示了这种划分。它是这样的:音声要么是有意义的,要么是无意义的。但无意义的音声暂且不谈;文法学家们会去关心它们,在他们那里,“荷马”与“斯金达普索斯”毫无区别。然而对于仅以所指事物为念的哲学家们来说,具有意义与不具有意义引入了极大的差异;因为如果它们不具有意义,他们甚至不会论及它们;因为若是能够在没有音声的情况下教授事物,他们就绝不会使用音声。但既然这是不可能的(因为没有音声事物就无法被教授),他们出于必然亦论及音声。 在有意义的音声中,有些是普遍的,有些是个别的。但个别的音声亦当同无意义的一并弃除;因为诗人和修辞学家们会关心它们,前者是因着叙事史实的缘故,后者则是因着被告与原告的缘故。 在普遍的音声中,有些是本质性的,有些是偶发的。凡是存在时保守事物、缺乏时毁坏事物的,都被称为本质性的;例如理性本质性地属于人(因为存在时它保守人,缺乏时则毁坏人),同样热属于火,冷属于雪。反之,凡是存在时不保守事物、缺乏时亦不毁坏事物的,都被称为偶发的;例如白偶发性地属于人;因为存在时它并不保守人,缺乏时亦不毁坏人。 于是,本质性的音声要么表明存在,要么表明存在的样式。如果表明存在的样式,它就构成种差,例如“理性的”(因为这使动物成为具有如此性质的);如果表明存在,则要么直接划分为个体——我指的是苏格拉底、柏拉图与阿尔基比亚德——而所划分者被称为种,要么首先划分为诸种,进而通过诸种划分为个体,而所划分者被称为属。 另一方面,偶发的事项要么仅属于单一的本性并被称为固有属性,如能笑之于人,嘶鸣之于马,吠叫之于狗;要么属于许多本性并被称为偶性,如白不仅属于人,亦属于马、牛及无生命之物。 或者亦可以另一种方式[划分]:每一个音声要么是有意义的,要么是无意义的;如果是有意义的,要么是普遍的,要么是个别的。在普遍的当中,有些是本质性的,有些是偶发的。于是本质性的音声,要么针对种上有别的事物述说,并且要么在回答“是什么”中被述说而构成属,要么在回答“具有何种性质”中被述说而构成种差;要么针对数目上有别的事物在回答“是什么”中被述说而构成种。另一方面,偶发的事项要么可以换位而构成固有属性,例如“能笑”(因为凡能笑者皆是人,凡人皆能笑),要么不可换位而构成偶性,例如“白”;因为白并不与人换位;因为并非如果某物是白,它亦是人,亦非如果某物是人,它就是白;因为埃塞俄比亚人是人,却不是白的。

语法注2 条
  1. 14.0τὰ εἰωθότα ὀκτὼ τὸν ἀριθμὸν ὄντα

    宾格短语 τὰ εἰωθότα... 作为同位语或补充性宾格,具体规定了前述谓语 φροντίδα ποιησώμεθα τοῦ παρόντος βιβλίου(“让我们对当下的著作予以考量”)的内容。随后的 τὸν σκοπόν, τὸ χρήσιμον... 则是直接同位语,列举了这八个惯常的项目。

  2. 14.0τὰ μὲν οὖν οὐσιώδη ἢ κατὰ διαφερόντων τῷ εἴδει καὶ ἢ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὸ γένος, ἢ ἐν τῷ ποῖόν τί ἐστι καὶ ποιεῖ τὴν διαφοράν, ἢ κατὰ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὸ εἶδος.

    本句具有嵌套的相关连词结构。其基本骨架是,本质性的事项(τὰ οὐσιώδη)要么 (1) 针对种上有别的事物述说(κατὰ διαφερόντων τῷ εἴδει),并且(καὶ)在其下,要么在回答“是什么”(ἐν τῷ τί ἐστι)中述说(构成属),要么在回答“具有何种性质”(ἐν τῷ ποῖόν τί ἐστι)中述说(构成种差);要么 (2) 针对数目上有别的事物(κατὰ διαφερόντων τῷ ἀριθμῷ)在回答“是什么”中述说(构成种)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:35.3-36.30