← 埃利亚斯

波菲利《导论》注释

§33.8-35.1

实践哲学三分法与二分法的调和

埃利亚斯引证亚里士多德的《诸国政制》与柏拉图的对话录(《法律篇》与三篇冥界神话)考察三分法与二分法的文献依据,并为亚里士多德辩护,指出立法的与司法的职能贯穿于个人、家庭与城邦各个层面,两者的划分因而并不冲突。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.0#2

γεγραμμέναι δὲ αὐτῷ εἰσι καὶ Πολιτεῖαι, διακόσιαι πεντήκοντα τὸν ἀριθμόν, ἃς συνεγράψατο ἐκ τοῦ πολλὴν γῆν συμπεριελθεῖν Ἀλεξάνδρῳ τῷ βασιλεῖ.1 Ἀλλὰ καὶ Πλάτωνος ἡ εἰς δύο διαίρεσις· διὰ μὲν γὰρ τὸ νομοθετικὸν γεγραμμένοι εἰσὶν αὐτῷ Νόμοι ἐν δεκαδύο διαλόγοις, διὰ δὲ τὸ δικαστικὸν γεγραμμέναι εἰσὶν αὐτῷ τρεῖς νεκυίαι, ἡ ἐν Γοργίᾳ (ἐκεῖ γὰρ διαλέγεται περὶ τῶν δικαστῶν, Μίνωος καὶ Ῥαδαμάνθυος καὶ Αἰακοῦ), καὶ ἡ ἐν Φαίδωνι (ἐκεῖ γὰρ λέγει περὶ τῶν δικαστικῶν τόπων, Κωκυτοῦ, Ταρτάρου, Πυριφλεγέθοντος καὶ Ἀχέροντος), καὶ ἡ ἐν τῷ δεκάτῳ τῆς Πολιτείας· ἐκεῖ γὰρ διαλέγεται περὶ τῶν δικαζομένων ψυχῶν· εἰσάγει γὰρ ἐκεῖ ἥρωά τινα πολλὰ πλημμελήσαντα καὶ δίκας διδόντα τῶν πραχθέντων αὐτῷ. ἀλλὰ πόθεν ὅτι οὐ προσίεται ὁ Πλάτων τὴν εἰς τρία τοῦ Ἀριστοτέλους διαίρεσιν; τοῦτο οὖν δείκνυμεν ἐκ διαφόρων· ἐν μὲν γὰρ τῷ Γοργίᾳ λέγει ὅτι ‘ᾗπερ πόλει, καὶ ἰδιώτῃ, αὐτῷ πρὸς ἑαυτὸν καὶ πρὸς ἑτέρους’ ἀντὶ τοῦ ‘μία ἕξις ἠθική, οἰκονομική, πολιτική’· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ‘ἥπερ πόλει’ τὸ πολιτικὸν ἐσήμανεν, διὰ δὲ τοῦ εἰπεῖν ‘αὐτῷ πρὸς ἑαυτόν’ τὸ ἠθικόν, διὰ δὲ τοῦ εἰπεῖν ‘καὶ πρὸς ἑτέρους’ τὸ οἰκονομικόν. βούλεται οὖν δεῖξαι ὅτι ἐὰν ἡ πόλις πᾶσα κακῶς βιοῖ, τοῦτ’ ἔστι τὸ πολιτικόν, καὶ ὁ ἰδιώτης κακῶς βιώσει, τοῦτ’ ἔστι τὸ ἠθικόν, καὶ διὰ τοῦτο εἴρηκε τὸ ‘ἥπερ πόλει, καὶ ἰδιώτῃ’. τὸ δὲ ‘αὐτῷ πρὸς ἑαυτὸν καὶ πρὸς ἑτέρους’ δηλοῖ τοὺς ὀλίγους, ταὐτὸν δὲ λέγειν τὸ οἰκονομικόν. ἐν δὲ τῷ Ἀ̓λκιβιάδῃ φησὶν ὅτι ‘ὁ ἕνα πείθων καὶ ὀλίγους καὶ πολλοὺς πείθει, καὶ τοῦ αὐτοῦ ἕνα πείθειν καὶ πολλούς’. ἀλλ’ οὐκ ἀνάγκη, φησί τις, τὸν πείθοντα πολλοὺς καὶ ἕνα πείθειν, ἐὰν ᾖ ἰδιώτης ὁ εἷς. καὶ λέγομεν ὅτι ἐὰν ᾖ τοιοῦτος οἷοι οἱ πολλοί, τότε πείθεται. καὶ πάλιν ἐν ἄλλῳ διαλόγῳ φησὶν ὁ Πλάτων ὅτι ‘οὐδὲν διαφέρει ἡ ἐν μιᾷ πόλει δικαιοσύνη τῆς ἐν μιᾷ ψυχῇ. εἰ μὴ ὃ διαφέρει τὰ μικρὰ γράμματα τῶν μεγάλων’. καὶ ταῦτα μὲν περὶ τούτων. Φέρε δὲ ἡμεῖς εἴπωμεν ὑπὲρ Ἀριστοτέλους ὅτι κἂν συνεγράψατο ἠθικὰ ἢ πολιτικά, οὐ διαιρεῖ εἰς ταῦτα τὸ πρακτικόν,2 ἀλλ’ οἶδεν ὅτι τὸ νομοθετικὸν καὶ δικαστικὸν διήκει δι’ αὐτῶν, ἐπεὶ τοῖς αὐτοῖς ἀτόποις περιπεσοῦνται καὶ οἱ γραμματισταί· ἐπειδὴ γὰρ διαλέγονται περὶ γραμμάτων, συλλαβῶν καὶ λέξεων, μὴ νομίσῃς ὅτι εἰς τρία τὸ ἐκφωνούμενον διαιροῦσιν, αὐτὸ τοῦτο τί ἐστι διαίρεσις μὴ ἐπιστάμενοι.3 ἐπίσταται δὲ καὶ τὴν εἰς τὸ νομοθετικὸν καὶ δικαστικὸν διαίρεσιν ὁ Ἀριστοτέλης, εἴπερ ἔστι καὶ ἑαυτῷ νομοθετεῖν καὶ δικάζειν· νομοθετεῖν μέν, ὡς ἡνίκα ἐπᾴδωμεν ἑαυτοῖς τὰ τῷ ὄντι χρυσᾶ ἔπη Πυθαγόρου, τὸ πάντων δὲ μάλιστ’ αἰσχύνεο σαυτόν· τοῦτο γὰρ νόμος καὶ κρηπὶς ἀσφαλὴς ἀρίστου βίου· ὁ γὰρ διὰ τὴν πρὸς ἄλλον αἰδῶ τῶν ἀνηκέστων φειδόμενος λήσας ἐκεῖνον ἴσως μειζόνως ταῦτα διαπράξεται, ὁ δὲ διὰ τὴν πρὸς ἑαυτὸν αἰδῶ τούτων φειδόμενος οὐδέποτε πράξει κακὸν ἀναπόστατον ἑαυτὸν ἑαυτοῦ περιφέρων μάρτυρα. καὶ δικάζειν δὲ ἔστιν ἑαυτῷ, ὡς ἡνίκα πάλιν ἐπᾴδωμεν ἑαυτοῖς τὰ αὐτὰ χρυσᾶ ἔπη· μηδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι, πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν·4 πῇ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; αἰσχρὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, ἐσθλὰ δὲ τέρπου. ἀλλὰ καὶ οἴκῳ ἔστι νομοθετεῖν καὶ δικάζειν· νομοθέτης γὰρ καὶ δικαστὴς ὁ κύριος τῆς οἰκίας τοὺς μὲν πειθομένους τοῖς αὑτοῦ λόγοις ἐκτρέφων, τοὺς δὲ μὴ πειθομένους ἐκβάλλων. ἀλλὰ καὶ πόλει ἔστι νομοθετεῖν καὶ δικάζειν· ποῦ γὰρ οἰκειότερον ταῦτα πραχθείη ἢ ἐν πόλει; Προλεγόμενα τῆς Εἰσαγωγῆς Πορφυρίου.

他亦撰写了《诸国政制》,数目达二百五十部,这是由于他与亚历山大国王一同游历了许多土地而撰述的。但划分为二亦属于柏拉图;因为因着立法部分,他在十二篇对话中撰写了《法律篇》,而因着司法部分,他撰写了三篇冥界神话:一篇在《高尔吉亚篇》中(因为他在那里论及审判官米诺斯、拉达曼提斯和埃阿科斯),一篇在《斐多篇》中(因为他在那里谈及审判的处所科库托斯、塔尔塔罗斯、皮里弗勒格同与阿刻戎),还有一篇在《理想国》第十卷中;因为他在那里论及受审判的灵魂;他在那里引入了某个犯下诸多过错并为自己的所作所为付出惩罚的英雄。然而,何以[得知]柏拉图不接纳亚里士多德的三分法?于是我们从各个段落来证明这一点:因为在《高尔吉亚篇》中他说‘正如对城邦那样,对私人亦然,对自己自身以及对他人’,用来代替‘伦理的、家政的、政治的这一统合性性向’;因为通过说‘正如对城邦那样’,他指明了政治的,通过说‘对自己自身’指明了伦理的,通过说‘以及对他人’指明了家政的。于是他意在表明,如果全城邦都生活得恶劣——即政治部分如此——,私人亦将生活得恶劣——即伦理部分如此——,正因如此他说了‘正如对城邦那样,对私人亦然’。而‘对自己自身以及对他人’表明了少数人,这等于说家政的。在《阿尔基比亚德篇》中他又说:‘说服一人者,亦说服少数人与多数人,说服一人与多数人属于同一人’。但有人说,说服多数人者并不必然亦说服一人,若那一人是个别私人的话。我们遂说,若他是如同多数人那般的人,届时就会被说服。此外在另一篇对话中柏拉图又说:‘单一城邦中的正义与单一灵魂中的正义毫无区别,除了小字与大字不同的那一点之外’。关于这些就说到这里。 且让我们为亚里士多德辩护说,纵使他撰述了伦理学或政治学著作,他亦未将实践哲学划分为这些,而是知道立法的与司法的贯穿于其中;否则初等文法家们亦将陷入同样的荒谬;因为当他们论及字母、音节与词语时,你切莫以为连什么是划分这本身都不知晓的他们将发出的声音划分为三。而且亚里士多德亦知晓向立法的与司法的划分,假若确实既能为自己立法亦能裁决自己的话。至于立法,犹如当我们向自己吟诵毕达哥拉斯真正的《金言》时:‘在万物之中尤当自重’;因为这是至善生活的法则与稳固基石;因为出于对旁人的羞怯而克制不犯不可挽回之罪者,一旦避开那人的耳目,或许会更严重地去行这些事;但出于对自身的自尊而克制这些事者,将绝不行恶,因为他随身携带着对自己永不分离的见证人。裁决自己亦是可能的,犹如当我们再次向自己吟诵相同的《金言》时:‘切莫在柔和的双眼上接纳睡眠,直至将白昼的作为逐一巡察三遍:我在何处越轨?我做了何事?我当履行的何种义务未曾完成?行了丑事便当自责,行了善事便当欢喜’。但为家庭立法与裁决亦是可能的;因为一家之主乃是立法者与裁判者,养育顺从其言辞的人,而逐出不顺从的人。且为城邦立法与裁决亦是可能的;因为除了在城邦中,这些事在何处施行能更为合宜呢?波菲利《导论》引论。

语法注4 条
  1. 13.0ἐκ τοῦ πολλὴν γῆν συμπεριελθεῖν Ἀλεξάνδρῳ τῷ βασιλεῖ

    由介词 ἐκ 搭配带定冠词的不定式(ἐκ τοῦ ... συμπεριελθεῖν)构成的动名词结构,表示撰写著作的原因或契机(“因其曾与……一同游历”)。不定式的逻辑主语是前文的亚里士多德,与格 Ἀλεξάνδρῳ τῷ βασιλεῖ 则是复合动词 συμπεριέρχομαι 所要求的与格补足语。

  2. 13.0κἂν συνεγράψατο ἠθικὰ ἢ πολιτικά, οὐ διαιρεῖ εἰς ταῦτα τὸ πρακτικόν

    κἂν 为 καὶ ἄν(或 καὶ ἐάν)的合字,在此引导让步从句并接直陈式过去时 συνεγράψατο(“即使他曾撰述了……”),主句动词为现在时 οὐ διαιρεῖ。这并非违背事实的虚拟条件句,而是在承认过去撰述事实的前提下,否定其在当下划分中的归类意图。

  3. 13.0αὐτὸ τοῦτο τί ἐστι διαίρεσις μὴ ἐπιστάμενοι

    分词 ἐπιστάμενοι 修饰主语“初等文法家们”。放在间接疑问句 τί ἐστι διαίρεσις 之前的 αὐτὸ τοῦτο 是中性单数宾格,起强调和前置同位的作用,预指该疑问从句的内容(“甚至不知晓这本身:什么是划分”)。

  4. 13.0πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν

    连词 πρίν 搭配不定式 ἐπελθεῖν 构成的时间从句(“在……之前”)。属格短语 τῶν ἡμερινῶν ἔργων 是修饰 ἐπελθεῖν 的直接宾语 ἕκαστον 的部分属格,副词 τρίς 作状语修饰动作(“三遍”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:33.8-35.1