← 埃利亚斯

波菲利《导论》注释

§31.26-33.8

实践哲学的划分与柏拉图主义者的反驳

关于实践哲学的划分,本文阐述了亚里士多德的三分法(伦理、家政、政治)及柏拉图主义者对此提出的四项指控,介绍了他们提出的二分法(立法、司法),并列举了亚里士多德各论著作为其划分的依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.0#1

Πρᾶξις ιβʹ. Λεκτέον τὴν διαίρεσιν τοῦ πρακτικοῦ· τοῦτο γὰρ μόνον λείπει τῇ διαιρέσει. διαιρεῖ τοίνυν τοῦτο ὁ Ἀριστοτέλης εἰς τρία, εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν· ὁ γὰρ πρακτικὸς φιλόσοφος ἀνθρωπείας ψυχὰς κοσμεῖν ἐπαγγελλόμενος ἢ ἀφ’ ἑαυτοῦ ἄρχεται τοῦ κόσμου καὶ λέγεται ἠθικός (γελοῖος γὰρ εἴη, εἰ ἄλλους ἐπαγγέλλοιτο κοσμεῖν αὐτὸς ἄκοσμος ὤν), ἢ ὀλίγους κοσμεῖ καὶ λέγεται οἰκονομικός, ἢ πολλοὺς καὶ λέγεται πολιτικός. Ἐγκαλοῦσι δὲ οἱ Πλατωνικοὶ τῇ τοιαύτῃ διαιρέσει τέσσαρα ἐγκλήματα· πρῶτον ὅτι ἐν οὐδεμιᾷ διαιρέσει τὸ γένος ἑνὶ εἴδει ἑαυτοῦ πάντῃ ταὐτόν ἐστιν· οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, καὶ οὐ πάντῃ ταὐτόν ἐστι τὸ ζῷον τῷ λογικῷ, ἐπεὶ πῶς ἑαυτὸ τῷ ἀλόγῳ παράσχοι; ἐνταῦθα δὲ ταὐτὸν τὸ πρακτικὸν τῷ πολιτικῷ· καὶ ὁ πρακτικὸς γὰρ ἢ ἕνα κοσμεῖ ἢ ὀλίγους ἢ πολλούς, καὶ ὁ πολιτικὸς ὁμοίως ἢ ἕνα ἢ ὀλίγους ἢ πολλούς κοσμεῖ. δεύτερον ἔγκλημα, ὅτι ἐν οὐδεμιᾷ διαιρέσει τὰ εἴδη περιέχει ἄλληλα· αἱ γὰρ διαιρέσεις διακρίσεως χάριν ἐπενοήθησαν· ἐπὰν οὖν τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου περιέχηται, οὐκ ἔστι διαίρεσις· οἷον οὐδεὶς διαιρεῖ τὸν Σωκράτην εἰς χεῖρας καὶ δακτύλους (περιέχει γὰρ ἡ χεὶρ τοὺς δακτύλους), πάλιν οὐδεὶς διαιρεῖ τὸ ζῷον εἰς ἄνθρωπον καὶ Σωκράτην (ὁ γὰρ ἄνθρωπος περιέχει τὸν Σωκράτην), ἀλλὰ διαιρεῖ τὸ ζῷον εἰς ἄνθρωπον καὶ βοῦν, καὶ τὸν ἄνθρωπον εἰς χεῖρας καὶ πόδας, ἃ οὐ περιέχουσιν ἄλληλα. ἐνταῦθα δὲ περιέχουσιν ἄλληλα τὰ εἴδη· τὸ γὰρ ἠθικὸν περιέχεται ὑπὸ τοῦ οἰκονομικοῦ καὶ τὸ οἰκονομικὸν ὑπὸ τοῦ πολιτικοῦ, ἐπειδὴ καὶ τὸ ἓν ὑπὸ τῶν ὀλίγων περιέχεται καὶ τὰ ὀλίγα ὑπὸ τῶν πολλῶν, καὶ εἴπερ πᾶσα ἡ πόλις κεκόσμηται, δῆλον ὅτι καὶ οἱ ἐν τῷ οἴκῳ, καὶ οἱ ἐν τῷ οἴκῳ, δῆλον ὅτι καὶ ὁ καθ’ ἕκαστον τῶν ἐν τῷ οἴκῳ. τρίτον ἔγκλημα, ὅτι οὐκ ἀεὶ ὁ ὀλίγους κοσμῶν λέγεται οἰκονομικός, ὁ δὲ πολλοὺς πολιτικός· τί γὰρ ποιεῖ 〈ὁ〉 ἐπὶ τῶν οἴκων1 τῶν ἐχόντων πλείονας ἀνθρώπους τινῶν πόλεων; ἔσται γὰρ τότε τὸ οἰκονομικὸν πολιτικὸν καὶ τὸ πολιτικὸν οἰκονομικόν. τέταρτον ἔγκλημα, ὅτι εἰ δῶμεν ἀπὸ τοῦ ποσοῦ τῶν ὠφελουμένων τὰς ἕξεις διαιρεῖσθαι τῷ ἢ ἕνα ὠφελεῖν ἢ ὀλίγους ἢ πολλούς,2 λήσομεν οὕτως πᾶσαν τέχνην καὶ ἐπιστήμην διαιροῦντες· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη σκοπὸν ἔχει ἢ ἕνα ὠφελεῖν ἢ ὀλίγους ἢ πολλούς. Ταύτην τὴν διαίρεσιν ὡς κακῶς ἔχουσαν ἀποσεισάμενοι οἱ Πλατωνικοὶ λέγουσιν ἑτέραν διαίρεσιν. διαιροῦσι τοίνυν τὸ πρακτικὸν εἰς δύο, εἰς νομοθετικὸν καὶ δικαστικόν, διότι ὁ πρακτικὸς φιλόσοφος ἠθῶν ὢν ἐπανορθωτὴς καὶ νόμους τίθησι, καθ’ οὓς δεῖ ζῆν τοὺς εὖ βιώσοντας, καὶ ἐπιτίμια ὁρίζει, οἷς δεῖ ὑποπίπτειν τοὺς μὴ ἐμμείναντας τοῖς προεκτεθεῖσι νόμοις. Ἀλλὰ πόθεν ὅτι3 Ἀριστοτέλους ἡ εἰς τρία διαίρεσις, πόθεν δὲ ὅτι Πλάτωνος ἡ εἰς δύο, πόθεν δὲ ὅτι οὐ προσίεται ὁ Πλάτων τὴν εἰς τρία τοῦ Ἀριστοτέλους διαίρεσιν; Ἀριστοτέλους τοίνυν ἡ εἰς τρία διαίρεσις διὰ τὰς γεγραμμένας αὐτῷ τοιαύτας πραγματείας· διὰ μὲν γὰρ τὸ ἠθικὸν γεγραμμένα αὐτῷ εἰσι τὰ Ἠθικὰ πρὸς Εὔδημον μαθητὴν καὶ ἄλλα πρὸς Νικόμαχον τὸν πατέρα, τὰ Μεγάλα Νικομάχεια, καὶ πρὸς Νικόμαχον τὸν υἱόν, τὰ Μικρὰ Νικομάχεια. διὰ δὲ τὸ οἰκονομικὸν γέγραπται αὐτῷ ὁ Οἰκονομικὸς τὸ σύνταγμα, ἐν ᾧ φησιν ἐκ τεσσάρων σχέσεων συγκεκροτῆσθαι τὸν οἶκον, πατρὸς πρὸς τέκνα, ἀνδρὸς πρὸς γυναῖκα, δεσπότου πρὸς δούλους, εἰσιόντων πρὸς ἐξιόντα, ἵνα μήτε πλείονα τὰ εἰσιόντα τῶν ἐξιόντων4 (φειδωλία γὰρ τοῦτο καὶ ἀνελευθερία) μήτε πλείονα τὰ ἐξιόντα τῶν εἰσιόντων (ἀσωτία γὰρ τοῦτο), ἀλλ’ ἐπίσης. διὰ δὲ τὸ πολιτικὸν γέγραπται αὐτῷ ὁ Πολιτικός.

第十二讲。应当述说实践哲学的划分;因为在划分中唯独缺少这一项。亚里士多德遂将其划分为三:伦理的、家政的、政治的。因为实践哲学家既然宣称要整顿人的灵魂,要么从自身开始整顿并被称为伦理的(因为如果他自己缺乏秩序却宣称要整顿他人,那是可笑的),要么整顿少数人并被称为家政的,要么整顿多数人并被称为政治的。但柏拉图主义者对这样的划分提出了四项指控:第一,在任何划分中,属绝不与自身的一个种完全同一;例如动物划分为理性的与非理性的,而动物绝不与理性的完全同一,否则它如何能将自身提供给非理性的呢?然而在此处,实践哲学与政治学是同一的;因为实践哲学家要么整顿一人,要么整顿少数人,要么整顿多数人,而政治者同样要么整顿一人,要么整顿少数人,要么整顿多数人。第二项指控是,在任何划分中,各种绝不相互包容;因为划分乃是为了区分而被构想出来的;因此,当一者被另一者所包容时,就不是划分;例如没有人把苏格拉底划分为手和指头(因为手包容了指头),也没有人把动物划分为人和苏格拉底(因为人包容了苏格拉底),而是把动物划分为人和牛,把人划分为手和脚,它们并不相互包容。然而在此处,各种相互包容;因为伦理学被家政学所包容,家政学被政治学所包容,既然单者被少数所包容,少数被多数所包容;若是全城邦都得到了整顿,显然家中的人也得到了整顿,若是家中的人得到了整顿,显然家中的各个人也得到了整顿。第三项指控是,整顿少数人者并不总是被称为家政的,整顿多数人者并不总是被称为政治的;因为对于那些比某些城邦拥有更多人口的家族,人们当如何处之?届时家政的将成为政治的,政治的将成为家政的。第四项指控是,如果我们承认诸性向根据受惠者的数量、因使一人或少数人或多数人受惠而被划分,我们将不知不觉把每门技术和科学都如此划分;因为每门技术和科学的目的,都在于使一人或少数人或多数人受惠。 柏拉图主义者因这划分有所缺陷而将其摒弃,提出了另一种划分。他们遂将实践哲学划分为二:立法的与司法的;因为实践哲学家作为习俗的匡正者,既制定想要好好生活者应当依之而生活的法律,又规定未曾恪守先前颁布的法律者应当遭受的惩罚。 然而,何以[得知]划分为三属于亚里士多德,何以[得知]划分为二属于柏拉图,又何以[得知]柏拉图不接纳亚里士多德的三分法?三分法遂因着他所撰写的此类论著而属于亚里士多德;因为因着伦理学,他撰写了致弟子欧德谟的《伦理学》,以及致父亲尼各马可的另一部,即《大尼各马可伦理学》,和致儿子尼各马可的《小尼各马可伦理学》。因着家政学,他撰写了名为《家政学》的论著,在其中他说家庭是由四种关系构成的:父亲对子女、丈夫对妻子、主人对奴隶、进项对出项,使得进项既不大于出项(因为这是吝啬和不自由),出项亦不大于进项(因为这是挥霍),而是均等。因着政治学,他撰写了《政治学》。

语法注4 条
  1. 13.0τί γὰρ ποιεῖ 〈ὁ〉 ἐπὶ τῶν οἴκων

    疑问句中的动词 ποιεῖ,结合编者校订所补入的主语 〈ὁ〉,既可理解为划分者或理论家(“[划分者]在……情形下当如何做”),亦可作准非人称解读(“在……情形下会如何”)。此处理解为质难的问句:“在面对比某些城邦人口更多的家族时,[划分者]当如何处之?”

  2. 13.0τῷ ἢ ἕνα ὠφελεῖν ἢ ὀλίγους ἢ πολλούς

    带有与格定冠词的不定式短语(τῷ... ὠφελεῖν),充当手段或说明性与格,对其前面的介词短语 ἀπὸ τοῦ ποσοῦ τῶν ὠφελουμένων(“根据受惠者的数量”)进行具体说明和换述。

  3. 13.0Ἀλλὰ πόθεν ὅτι

    典型的惯用省略表达,πόθεν 之后省略了诸如 δῆλόν ἐστιν(“从何处明了……”)或 ἴσμεν(“我们从何得知……”)之类的动词结构,后续的 ὅτι 从句构成其主语或宾语从句。

  4. 13.0ἵνα μήτε πλείονα τὰ εἰσιόντα τῶν ἐξιόντων

    在由连词 ἵνα 引导的从句中,省略了虚拟语气的系动词(如 ᾖ 或 ὦσι)。属格短语 τῶν ἐξιόντων 作为比较属格依附于比较级形容词 πλείονα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:31.26-33.8