← 埃利亚斯

波菲利《导论》注释

§30.17-31.25

四艺的次序与音乐特有的疗愈功能

埃利亚斯以图形数(圆形成数与正方形数)的非质料性论述算术何以先于几何,并阐明算术先于音乐、几何先于天文学的秩序。随后,他通过毕达哥拉斯以及神话与历史实例,解答了为何唯独音乐以缪斯命名,说明其医治身心激情的特有功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.0#2

κύκλος δέ ἐστιν ὁ νόμῳ κύκλου ἀπὸ τοῦ αὐτοῦ ἀρξάμενος καὶ εἰς τὸ αὐτὸ λήγων, οἷον ὁ τετράκις ἓξ εἴκοσι τέσσαρα. τετράγωνος δὲ ὁ ἑαυτὸν πολυπλασιάζων, οἷον ὁ τετράκις τέσσαρα δεκαέξ· ἐξ ἀριθμοῦ γὰρ ἑαυτὸν πολυπλασιάσαντος ἐγένετο. κύκλος δὲ ἅμα καὶ τετράγωνος ὁ ἐξ ἀριθμοῦ ἑαυτὸν πολυπλασιάσαντος γενόμενος καὶ ἀπὸ τοῦ αὐτοῦ ἀρξάμενος καὶ εἰς τὸ αὐτὸ λήγων, οἷον ὁ ἑξάκις ἓξ τριάκοντα ἓξ καὶ ὁ πεντάκις πέντε εἴκοσι πέντε· ἰδοὺ γὰρ ἀπὸ τοῦ αὐτοῦ ἄρχεται καὶ εἰς τὸ αὐτὸ λήγει, καὶ ἐξ ἀριθμοῦ πολυπλασιάσαντος ἑαυτὸν ἐγένετο. καὶ πολλοὶ μὲν κύκλοι καὶ τετράγωνοι, κύκλος δὲ ἅμα καὶ τετράγωνος ὁ εἴκοσι πέντε καὶ ὁ τριάκοντα ἕξ, καὶ πλὴν τούτων τῶν δύο οὐκ ἔστιν ἄλλος. ἐπὶ δὲ τῶν μεγεθῶν τοῦτο οὐκ ἔστι· τὸ γὰρ φθάσαν μέγεθος σχηματισθῆναι1 οὐκ ἐπιδέχεται ἕτερον σχῆμα ἀσυγχύτως ὡς ἐνυλότερον. οὕτως καὶ δεικνύουσιν οἱ φιλόσοφοι ὅτι ἡ φαντασία ἀσώματος ὡς πλείονας τύπους δεχομένη ἀσυγχύτως· ἀύλου γὰρ τοῦτο. προτέρα δὲ ἡ ἀριθμητικὴ τῆς μουσικῆς, ἐπειδὴ ἡ μὲν ἀριθμητικὴ περὶ τὸν καθ’ αὑτὸ ἀριθμὸν καταγίνεται, ἡ δὲ μουσικὴ περὶ τὸν ἐν σχέσει, προηγεῖται δὲ τὰ καθ’ αὑτὸ τῶν ἐν σχέσει, εἴ γε πρῶτον γίνεται τις ἄνθρωπος, εἶθ’ οὕτως πατήρ. ἐν δὲ ταῖς περὶ μέγεθος καταγινομέναις προτέρα ἡ γεωμετρία τῆς ἀστρονομίας, ὅτι ἡ μὲν γεωμετρία περὶ ἀκίνητον καὶ μένον ποσὸν καταγίνεται, ἡ δὲ ἀστρονομία περὶ κινούμενον· οὐ δεῖται δὲ ἡ μονὴ τῆς κινήσεως, ἀλλ’ ἡ κίνησις τῆς μονῆς, διότι οὐ δυνατὸν κινεῖσθαί τι ἄνευ μονῆς, οὐδὲ βαδίζειν τις δύναται ἐν τοῖς ψαμμώδεσι τόποις μὴ ἔχοντος τοῦ ποδός που μένειν καὶ ἐπερείδεσθαι· πᾶσα γὰρ κίνησις περί τι μένον καὶ ἀκίνητον καταγίνεται, καὶ τὸ οὐράνιόν φασι σῶμα περὶ μένον κινεῖσθαι, φημὶ δὴ τὴν γῆν, ἥτις τῇ οἰκείᾳ φύσει ἀκίνητός ἐστιν. Ἀποροῦσι δέ τινες ὅτι εἰ πάντα τὰ μαθήματα δεῖται τῆς τῶν μουσῶν ἐπιπνοίας, διὰ τί μία μόνη λέγεται μουσική. πρὸς ὅ φαμεν ὅτι ταύτης μόνης ἔργον πάθη ψυχῆς ἰᾶσθαι καὶ σώματος· διὸ καὶ ἡ φιλοσοφία μεγίστη μουσικὴ ὡς πάθη ψυχῆς ἰωμένη, ὅθεν καὶ ἰατρικὴ ψυχῶν λέγεται. ὅτι δὲ ἰᾶται ψυχῶν πάθη ἡ μουσική, φασί ποτε τὸν Πυθαγόραν θεασάμενον παιδάριον ἑπόμενον κόρῃ αὐλούσῃ ἐπιτρέψαι αὐτῇ στρέψαι τοὺς αὐλούς, καὶ τοῦ μέλους διαφθαρέντος ἔπαυσεν αὐτὸν τοῦ ἐρᾶν. ἀλλὰ καὶ μέχρι τῆς σήμερον ἔχομεν ἐπᾴσματα μουσικά· ἀκούσαντες γὰρ θεατρικῶν μελῶν ἐκνενευρισμένοι γινόμεθα καὶ ἔκλυτοι, πολεμικῶν δὲ τοὐναντίον. καὶ τὰ βοσκήματα δὲ τῇ τοιᾷδε σύριγγι πείθεται εἰς νομὴν ἐξιόντα καὶ πάλιν εἰς τοὺς σηκοὺς ἐπιστρέφοντα. καὶ σάλπιγξ ἐν πολέμῳ τοὺς ἵππους παρορμᾷ καὶ διεγείρει. ἀλλὰ καὶ τὸν Ἀγαμέμνονά φασι μέλλοντα ἐπιστρατεύειν τῇ Τροίᾳ μὴ πρότερον ἐξορμῆσαι, πρὶν ἀοιδόν τινα καταλιπεῖν φύλακα τῆς σωφροσύνης τῆς ἰδίας γυναικὸς Κλυταιμνήστρας. ὅθεν ὁ Αἴγισθος ἐθέλων ἐθελούσῃ2 οὐκ ἠδυνήθη αὐτῇ συγγενέσθαι, πρὶν τὸν ἀοιδὸν διέφθειρεν ἔν τινι νήσῳ ἐρήμῃ καλουμένῃ. καὶ τότε αὐτὴν ἀνήγαγεν εἰς τὸν ἑαυτοῦ οἶκον, ὡς δηλοῖ τὰ Ὁμηρικὰ ἔπη. καὶ Συνέσιος δὲ ὁ φιλόσοφος ὁ γενόμενος ὕστερον Κυρήνης ἐπίσκοπος βαρβάρων ἐπιστάντων τῇ Κυρήνῃ διά τινων μελῶν ἔτρεψε τούτους, καὶ φεύγοντες ἔκοπτον ἀλλήλους μηδενὸς διώκοντος.

圆形数乃是依循圆的法则,始于相同者且终于相同者的数,例如四乘以六等于二十四。正方形数则是乘以自身的数,例如四乘以四等于十六;因为它是从乘以自身的数生成的。而兼具圆形与正方形特征的数,乃是从乘以自身的数生成,且始于相同者而终于相同者的数,例如六乘以六等于三十六,以及五乘以五等于二十五;因为看哪,它始于相同者且终于相同者,并且是从乘以自身的数生成的。虽然圆形数和正方形数有很多,但兼具圆形与正方形特征的数只有二十五和三十六,除这两个之外别无其他。但在大小的情形中并非如此;因为已经成形的大小不能不相混淆地接纳另一图型,因其更为属质料的。哲学家们亦如此证明表象(想象)是非身体性的,因其能不相混淆地接纳多个印记;因为这属于非质料者。此外,算术先于音乐,因为算术致力于就其自身而言的数,而音乐致力于处于关系中的数;而就其自身而言者先于处于关系中者,若是某人首先成为人,然后才成为父亲。在致力于大小的学科中,几何先于天文,因为几何致力于不动且静止的量,而天文致力于运动的量;静止不需要运动,但运动需要静止,因为若无静止,任何事物都不可能运动,如果脚没有任何可以停驻和倚靠的地方,人们甚至无法在沙地上行走;因为一切运动都围绕着某种静止且不动的事物展开,且据说天体也是围绕着静止之物运动,我指的正是依其固有本性而言是不动的大地。 有些人提出难问:如果所有的学门都需要缪斯们的启示,为何只有一门被称为“音乐的”?对此我们说,医治灵魂和身体的受动乃是唯独此门学科的功用;因此哲学作为医治灵魂受动者也是“最伟大的音乐”,由此它亦被称为“灵魂的医术”。至于音乐能医治灵魂的受动,据说毕达哥拉斯有一次看到一个少年跟随在一个吹笛的少女身后,便嘱咐她将笛子倒转过来,在曲调被破坏之后,他便使少年停止了恋爱。而且直到今日,我们仍拥有音乐的符咒(曲调);因为听到剧场的曲调,我们便变得神疲力竭而涣散,而听到战阵的曲调则恰恰相反。牲畜在走向草场以及再次返回圈栏时,亦听从这般的排箫。战争中的军号亦能激励并唤醒战马。而且据说阿伽门农将要远征特洛伊时,未曾先留下某位歌者作为自己妻子克吕泰涅斯特拉贞节的守护者,便绝不出征。由此,埃癸斯托斯虽然在两相情愿的情况下想要与她结合,但在将歌者杀害于某座所谓的荒岛之前,却未能与她结合。在那之后他才将她迎回自己的家中,正如荷马史诗所表明的那样。此外,后来成为昔兰尼主教的哲学家绪内西奥斯,在蛮族进犯昔兰尼时,通过某些曲调使他们溃败,他们在逃跑时自相残杀,尽管并无人追击。

语法注2 条
  1. 12.0τὸ γὰρ φθάσαν μέγεθος σχηματισθῆναι

    动词 φθάνω 的不定过去时分词 φθάσαν 与被动不定式 σχηματισθῆναι 连用,表示动作业已发生,意为“业已被赋予形态的大小”。

  2. 12.0ἐθέλων ἐθελούσῃ

    源自荷马《奥德赛》3.272的多格同词重叠(polyptoton)。阳性主格分词 ἐθέλων 修饰主语埃癸斯托斯,阴性与格分词 ἐθελούσῃ 则指代受词克吕泰涅斯特拉并由动词 συγγενέσθαι 支配,表示双方意愿一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:30.17-31.25