← 埃利亚斯

波菲利《导论》注释

§29.4-30.17

数学四艺的划分与数及大小的原理

基于数与大小、自身与关系、不动与运动的区分,提出了数学的四重细分(算术、音乐、几何、天文),随后讨论了毕达哥拉斯发现谐音比例的逸事、各学科的发明民族,以及数相对于大小的优先性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.0#1

Τοῦ θεωρητικοῦ εἰς τρία διαιρεθέντος, εἰς φυσικόν, μαθηματικόν, θεολογικόν, μόνου τοῦ μαθηματικοῦ τὴν διαίρεσιν οἱ ἐξηγηταὶ νῦν παραδιδόασιν, ὡς ἂν τούτου συμμέτρως ἔχοντος πρὸς εἰσαγομένους. ἐφ’ οἷς εἴπωμεν τὴν ὑποδιαίρεσιν τοῦ μαθηματικοῦ. διαιρεῖται τοίνυν εἰς τέσσαρα, εἰς ἀριθμητικήν, μουσικήν, γεωμετρίαν, ἀστρονομίαν. καὶ εἰκότως, ἐπειδὴ ἡ μαθηματικὴ περὶ ἀριθμὸν καταγίνεται καὶ μέγεθος, τοῦ δὲ ἀριθμοῦ τὸ μὲν καθ’ αὑτό, τὸ δὲ ἐν σχέσει, τοῦ δὲ μεγέθους τὸ μὲν ἀκίνητον, τὸ δὲ κινούμενον. καὶ περὶ μὲν τὸν καθ’ αὑτὸ ἀριθμὸν καταγίνεται ἡ ἀριθμητική, ζητοῦσα τὰς φύσεις τῶν ἀριθμῶν καὶ τὰ πάθη, ὡς ὅταν λέγῃ ‘τῶν ἀριθμῶν οἱ μὲν ἄρτιοι, οἱ δὲ περιττοί’, καὶ τούτων τὰ εἴδη· οὐδεμίαν γὰρ ἔμφασιν ἑτέρου ἀριθμοῦ παρέχει, εἰ δὲ εἴπῃ διπλάσιον, τριπλάσιον, ἔμφασιν καὶ ἑτέρου παρέχει, ποὺ μὲν ἡμίσεος, ποὺ δὲ τρίτου. ἡ δὲ μουσικὴ περὶ τὸν ἐν σχέσει ἀριθμὸν καταγίνεται, ζητοῦσα ποῖον λόγον ἔχει ἡ ἀπήχησις τῆσδε τῆς χορδῆς πρὸς τήνδε, ἆρα διπλάσιον καὶ πολλαπλάσιον ἢ ἡμιόλιον. διὸ καὶ ἀποροῦσιν ὅτι εἰ ἡ μουσικὴ περὶ συμμετρίαν φθόγγων καταγίνεται καὶ ἀσυμμετρίαν, πῶς περὶ τὰς σχέσεις τῶν ἀριθμῶν λέγουσιν αὐτὴν καταγίνεσθαι. καὶ λέγομεν ὅτι μήποτε 〈περὶ〉 τῆς κατὰ Πυθαγόραν μουσικῆς ταῦτα εἴρηται1 ὡς ἀυλοτέρας οὔσης, ἥτις οὐ προσποιεῖται ὕλην ἢ φθόγγους, ἀλλ’ αὐτὰς τὰς σχέσεις τῶν ἀριθμῶν θεωρεῖ καταμόνας· φασὶ γὰρ αὐτόν ποτε παριόντα διὰ χαλκείου ἀκοῦσαι μέλους τινὸς καὶ ἁρμονίας ἐκ τῶν πληγῶν τῶν σφυρῶν ἀποτελουμένου. καὶ ἐπέτρεψεν αὐτοῖς ἀλλάξαι τοὺς ἄκμονας. τοῦ δὲ μέλους οὐδὲν ἧττον τοῦ αὐτοῦ φυλαχθέντος ἐπέτρεψε πάλιν αὐτοῖς τὰς σφύρας ἀλλάξαι. τοῦ δὲ μέλους ἐπὶ τούτοις παραφθαρέντος ἐστάθμησε καὶ τὰς πρώτας σφύρας καὶ τὰς δευτέρας, ποῖον λόγον ἔσχον πρὸς ἀλλήλας καὶ τὰ μέλη, καὶ ὡς ἁρμονικὸν λόγον ἀπεγράψατο τοὺς λόγους αὐτοὺς καθ’ αὑτοὺς συγκρίνας χωρὶς τῆς ὕλης, ὡς εἴ γε συνέβη τοιαύτην ἀναλογίαν ἀριθμῶν ἐν ὀξυβάφοις ἢ αὐλοῖς εἶναι, τὸ αὐτὸ ἂν μέλος ἀπετελεῖτο.2 ἡ δὲ γεωμετρία περὶ ἀκίνητον μέγεθος καταγίνεται καὶ περὶ τὰ σχήματα τῆς γῆς, ἡ δὲ ἀστρονομία περὶ κινούμενον μέγεθος, οὐ μόνον δὲ κινούμενον ἀλλ’ ἀεικίνητον· φαντασίας γὰρ μόνης ἐστὶν ἡ δοκοῦσα αὐτῶν εἶναι στάσις. Εὗρον δὲ τὴν μὲν ἀριθμητικὴν Φοίνικες (ἐμπορικώτατοι γὰρ ὄντες ἐδεήθησαν ψήφων), τὴν δὲ μουσικὴν εὗρον οἱ Θρᾷκες ὡς ἄγαν πολεμικοὶ ὄντες· ἡ γὰρ ψῦξις ἀποκλείουσα τὸ θερμὸν ἐν τῷ βάθει δριμύτερον αὐτὸ ποιεῖ. ὅθεν καὶ θυμώδεις εἰσὶ καὶ πολεμικοὶ τῇ βίᾳ τοῦ θερμοῦ, καὶ ὀρχηστικοὶ δὲ διὰ τὰς ἑτοίμους ἀποφυγὰς τῶν βελῶν· ἔστι γὰρ καὶ πυρρίχιος παρ’ αὐτοῖς ὄρχησις, ὅ ἐστιν ἔνοπλος κατὰ τὸ εἰρημένον τῷ ποιητῇ Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα. ἀλλὰ καὶ ἐμβατήρια μέλη ἐστὶ παρ’ αὐτοῖς. τὴν δὲ γεωμετρίαν εὗρον Αἰγύπτιοι, ὡς καὶ ἀνωτέρω εἴρηται, διὰ τὸ ἀνιόντα τὸν Νεῖλον συγχεῖν τὰ ὁροθέσια αὐτῶν. τὴν δὲ ἀστρονομίαν εὗρον Χαλδαῖοι ὡς καθαρὸν οἰκοῦντες ἀέρα· ἀνατολικοὶ γὰρ ὄντες τῇ θερμότητι τοῦ ἡλίου ἔχουσι λεπτυνομένην ἑτοίμως τὴν ἀτμίδα· τρίτου γὰρ κλίματος Ἀλεξάνδρεια Ἀφρικὴ καὶ Περσίς.3 ἐφ’ οἷς τούτων λεχθέντων εἴπωμεν τὴν τάξιν αὐτῶν. Πρότεραι τοίνυν αἱ περὶ ἀριθμοὺς τῶν περὶ μέγεθος καταγινομένων εἰσίν· ἀυλότερος γὰρ ὁ ἀριθμὸς τοῦ μεγέθους ὡς δυνάμενος διάφορα εἴδη σχημάτων δέξασθαι ἀσυγχύτως· ὁ γὰρ αὐτὸς ἀριθμὸς δύναται κύκλος ἅμα καὶ τετράγωνος γενέσθαι.

在理论部分被区分为自然学、数学、神学这三者之后,诠释家们如今仅传授数学的区分,因为这对初学者而言是适度的。在这些之后,让我们来陈述数学的细分。于是,它被区分为四:算术、音乐、几何、天文。这是理所当然的,因为数学致力于数与大小,而在数中,一者是就其自身而言的,另一者是在关系中的;在大小中,一者是不动的,另一者是运动的。算术致力于就其自身而言的数,探求数的本性及其属性,正如当它说“在数之中,有些是偶数,有些是奇数”以及这些数的种时;因为它不提供关于另一数的任何表象(暗含);但若有人说“双倍”或“三倍”,它便也提供了关于另一数的表象,或在某处提示一半,或在某处提示三分之一。而音乐则致力于处于关系中的数,探求这根琴弦的回响与那根琴弦具有怎样的比例,究竟是双倍及多倍,还是一又二分之一倍。因此,亦有人提出难问:如果音乐致力于声音的通约与不通约(协和与不协和),他们为何说它是致力于数的关系呢?对此我们回答说,这或许是针对毕达哥拉斯式的音乐而言的,因其更为非质料,它不谋取质料或声音,而是单单观照数自身的关系;因为据说他有一次路过一家铜匠铺,听到了由铁锤敲击所产生的某种曲调与和谐。于是他嘱咐他们调换铁砧。但当曲调丝毫不减地保持不变时,他又嘱咐他们调换铁锤。在曲调因此受到破坏之后,他称量了第一组铁锤和第二组铁锤,看它们彼此之间以及与曲调具有怎样的比例,并在脱离质料的情况下比较这些比例自身,将其记录为和谐的比例,认为若是数具有的这般比例碰巧存在于醋碟(小盏)或双簧管中,亦会产生出同样的曲调。另一方面,几何致力于不动的大小以及大地的图型,而天文致力于运动的大小,且不仅是运动的大小,更是恒动的大小;因为天体表面上的静止纯粹属于表象。 发现算术的是腓尼基人(因为他们极具商业性质,需要计算算子);发现音乐的是色雷斯人,因为他们极具战斗性;因为寒冷将热封闭在深处,使之更为尖锐。由此,他们因热之剧烈而勇武且善战,又因随时闪避飞矢而长于舞蹈;因为在他们那里亦存在着皮里客舞,即武装之舞,正如诗人所言:“梅里奥内斯,纵使你是个舞者,〔我的长矛〕很快也会将你〔制止〕”。而且在他们那里亦存在着行军曲调。发现几何的是埃及人,正如上文所述,是因为上涨的尼罗河扰乱了他们的地界。发现天文的是迦勒底人,因为他们居住在清朗的空气中;由于他们是东方人,蒸汽容易被太阳的热量稀释;因为亚历山大里亚、阿非利加与波斯属于第三气候带。在陈述了这些之后,让我们来陈述它们的次序。 因此,致力于数的学科先于致力于大小的学科;因为数比大小更为非质料,能够不相混淆地接纳不同种类的图型;因为同一个数能够同时成为圆形和四角形。

语法注3 条
  1. 12.0μήποτε 〈περὶ〉 τῆς κατὰ Πυθαγόραν μουσικῆς ταῦτα εἴρηται

    副词 μήποτε 与直陈式现在完成时 εἴρηται 连用,表达委婉的断言或审慎的推测(“或许这是针对……而言的”)。

  2. 12.0ὡς εἴ γε συνέβη τοιαύτην ἀναλογίαν ἀριθμῶν ἐν ὀξυβάφοις ἢ αὐλοῖς εἶναι, τὸ αὐτὸ ἂν μέλος ἀπετελεῖτο

    小词 ὡς 引导毕达哥拉斯的主观判断或依据,其从属结构内部嵌套了一个带有过去直陈式的与过去/现在事实相反的条件句(εἴ γε συνέβη ... ἂν ἀπετελεῖτο)。

  3. 12.0τρίτου γὰρ κλίματος Ἀλεξάνδρεια Ἀφρικὴ καὶ Περσίς

    系动词(εἰσίν)被省略;属格短语 τρίτου κλίματος 作表语,表示归属或属性(“属于第三气候带”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:29.4-30.17