- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:27.13-29.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯论述了作为哲学区分为理论与实践之第二原因的灵魂双重官能(认知与实践),继而将理论部分细分为自然学、数学与神学三门,阐明了数学作为中间学科的特质、其作为认知阶梯的教学顺序以及该名称的渊源。
αὕτη μὲν ἡ πρώτη αἰτία. δευτέρα δὲ ὅτι ἡ φιλοσοφία ἰατρικὴ ψυχῶν ἐστιν· ἡ δὲ ψυχὴ διττὰς ἔχει δυνάμεις, γνωστικὰς καὶ πρακτικάς, ἄμφω δὲ συνουσίωνται ἡμῖν, ὡς δηλοῖ τὸ ἐκ παίδων φιλομύθους ἡμᾶς εἶναι καὶ χαίρειν ἐν τῇ περιεργίᾳ, ὡς φησι Μένανδρος φιλῶ σ’, Ὀνήσιμε, καὶ σὺ περίεργος εἶ, καὶ πάλιν οὐδὲν γὰρ γλυκύτερον ἢ πάντ’ εἰδέναι. ὁμοίως δὲ καὶ Ἀριστοτέλης· “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει, σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις”. ἀλλὰ καὶ τὸ πρακτικὸν συνουσίωται ἡμῖν, ὡς δηλοῖ τὸ ἐν ταῖς ἐρημίαις ἀσχάλλειν ἡμᾶς καὶ τρίχας τίλλειν ἢ δακτύλιον περιελίττειν ἢ κηρὸν μαλάττειν διὰ τὸ μὴ ἀνέχεσθαι ἡμᾶς παντελοῦς ἀργίας. διὰ τὰς γνωστικὰς οὖν εἰκότως προεβάλετο τὸ θεωρητικόν, διὰ δὲ τὰς πρακτικὰς τὸ πρακτικόν. Τούτων οὕτως ἐχόντων εἴπωμεν τὴν ὑποδιαίρεσιν τοῦ θεωρητικοῦ. καὶ ἐνῆν μὲν προτάξαι θάτερον θατέρου,1 καὶ τὸ θεωρητικὸν τοῦ πρακτικοῦ, ὡς πάντα τὰ ὄντα γινῶσκον, τέλος δὲ ἔχον τὸ ἀληθές, καὶ τὸ πρακτικὸν τοῦ θεωρητικοῦ, ὅτι εἰ καὶ μὴ ὑπόκεινται αὐτῷ πάντα τὰ ὄντα εἰς κατακόσμησιν, ἀλλ’ ἔχει τέλος τὸ ἀγαθόν, ὅπερ, ὡς ἐδείχθη, ἐπέκεινά ἐστι τοῦ ἀληθοῦς· τὸ γὰρ ἀγαθὸν πρὸς τῷ θεῷ. διὸ καὶ πρόνοια καλεῖται τὸ ἀγαθὸν ὡς πρὸ τοῦ νοῦ ὄν, νοῦ δέ ἐστι τὸ ἀληθεύειν. ἀλλ’ ὡς ἐν λογικῇ πραγματείᾳ τὰ καθόλου προτακτέον· διὸ τὸ θεωρητικὸν δεῖ πρότερον ὑποδιελεῖν. διαιρεῖται τοίνυν τοῦτο εἰς τρία, εἰς φυσικόν, μαθηματικόν, θεολογικόν. καὶ εἰκότως· ὁ γὰρ φιλόσοφος πάντα τὰ ὄντα θέλει γινώσκειν· πάντα δὲ τὰ ὄντα τριττά, ἢ πάντῃ ἔνυλα, ὡς ὀστέα τρίχες ὄνυχες, περὶ ἃ καταγίνεται τὸ φυσικόν, ἢ πάντῃ ἄυλα, ὡς τὰ θεῖα, ἢ πῇ μὲν ἔνυλα, πῇ δὲ ἄυλα, ὡς τρίγωνα καὶ τετράγωνα σχήματα ἐν κηρῷ ἢ ἀβακίῳ χαραττόμενα, περὶ ἃ καταγίνεται τὸ μαθηματικόν· ταῦτα γὰρ τὴν μὲν ὑπόστασιν ἐν ὕλῃ ἔχουσιν, ἐν ἀβακίῳ φέρε εἰπεῖν ἢ κηρῷ, δύνανται δὲ ἐπινοηθῆναι ὑπὸ τῆς φαντασίας καὶ χωρὶς τῆς ὕλης, δίκην κηροῦ ἀναματτομένου τὸ εἶδος τοῦ σφραγιστῆρος, καταλιμπάνοντος δὲ τὸν χαλκόν. διὸ καὶ ὁ Πλάτων ἐκμαγεῖον καλεῖ τὴν φαντασίαν διὰ τὸ ἐκμάττεσθαι καὶ ἀποσυλᾶν τὰ εἴδη ἀπὸ τῆς ὕλης. Ἀποροῦσι δέ τινες διὰ τί μὴ καὶ τὰ φυσικὰ λέγομεν μαθηματικά, εἴ γε δυνάμεθα καὶ τὸ τῆς σαρκὸς εἶδος ἐπινοῆσαι χωρὶς τῆς ὕλης. πρὸς οὓς ἐροῦμεν ὅτι τὰ μὲν σχήματα ἐπινοῆσαι δυνάμεθα χωρὶς ὕλης, ἐπειδὴ μηδεμιᾶς κράσεως δέονται, σάρκα δὲ ἐπινοῆσαι ἄνευ κράσεως οὐ δυνάμεθα, ἐν ᾗ τὴν ὑπόστασιν ἔχει· ἡ γὰρ κρᾶσις ὕλη ἐστί. Δεῖ οὖν πρῶτον τὰ πάντῃ ἔνυλα καὶ φυσικὰ ἀναλέγεσθαι, μετ’ ἐκεῖνα τὰ μαθηματικὰ κλίμαξιν ἐοικότα ἢ γεφύραις· οὐδὲ γὰρ ἀθρόον ἀπὸ τῶν πάντῃ ἐνύλων ἐπὶ τὰ ἄυλα μετιέναι δεῖ· ταὐτὰ γὰρ πεισόμεθα τοῖς ἀπὸ ζοφώδους σπηλαίου τολμήσασιν ἀθρόον ἀντωπῆσαι ταῖς ἡλιακαῖς ἀκτῖσι· δεῖ γὰρ τοὺς τοιούτους πρότερον ἐν οἰκίσκῳ ἔχοντι σύμμετρον φῶς προεθισθέντας οὕτως ἀντωπῆσαι ταῖς ἡλιακαῖς ἀκτῖσιν. ὡσαύτως οὖν χρὴ καὶ ἀπὸ τῶν πάντῃ ἐνύλων ἀναλογούντων σπηλαίῳ εἰς τὰ μαθήματα ἐγγυμνασθῆναι ἀναλογοῦντα οἰκίσκῳ σύμμετρον ἔχοντι φῶς, καὶ εἶθ’ οὕτως χωρεῖν ἐπὶ τὰ ἄυλα ἀναλογοῦντα ταῖς τοῦ ἡλίου ἀκτῖσιν· οὕτω γάρ φασι καὶ οἱ Πυθαγόρειοι “σχᾶμα καὶ βᾶμα” ἀντὶ τοῦ ‘καθ’ ἕκαστον σχῆμα βαθμὸν ἄνιμεν ἐπὶ θεολογίαν, κατὰ μέρος ἐν νῷ λαμβάνοντες τὰ πάντῃ ἄυλα.’ Ἀποροῦσι δέ τινες ὅτι εἰ πάντα μανθάνομεν καὶ τὰ ἄυλα καὶ τὰ ἔνυλα καὶ τὰ μέσα, διὰ τί μὴ πάντα καλεῖται μαθήματα, ἀλλὰ μόνα τὰ μέσα ἐσφετερίσατο τὸ κοινὸν ὄνομα. καὶ λέγομεν τούτου αἰτίας δύο, μίαν μὲν ὅτι ἔχουσι τὰ μαθήματα τὸ ἀραρὸς τῶν ἀποδείξεων· ταῦτα γὰρ μανθάνομεν ἀκριβῶς, τὰ δὲ ἄλλα εἰκάζομεν μᾶλλον ἢ μανθάνομεν, διὸ καὶ ὁ φιλόσοφος Μαρῖνος ἔφη “εἴθε πάντα μαθήματα ἦν”. δευτέραν δὲ ὅτι ταῦτα ἡδέως μανθάνομεν πάσχοντες τὸ τῶν Λωτοφάγων· γευσάμενοι γὰρ αὐτῶν οὐ θέλομεν αὐτῶν ἀποστῆναι, ἀλλ’ ἐχόμεθα αὐτῶν ὡς λωτοῦ. ᾗ φησι καὶ Πλάτων οὕτως ‘ἃ γὰρ ἂν ἑκοῦσα ἡ ψυχὴ λάβῃ, δυσέκνιπτα καὶ ἀμετάστατα φιλεῖ γίνεσθαι’, ὥσπερ καὶ τοὐναντίον φησὶν ‘ψυχῆς βίαιον οὐδὲν ἔμμονον μάθημα’. καὶ Ἀρχιμήδης δέ ποτε βαρβάρων ἐπιστάντων ταῖς Συρακούσαις οὐκ ἔφυγεν θεώρημά τι γεωμετρικὸν καταγράφων, ἀλλ’ ἔφη “τὰν κεφαλὰν καὶ μὴ τὰν γραμμάν”,2 τοῦτ’ ἔστι παρὰ τὴν κεφαλὴν καὶ μὴ παρὰ τὴν γραμμήν. καὶ ταῦτα ἔχει ἡ παροῦσα πρᾶξις.
这便是第一个原因。第二个原因是哲学乃灵魂的医术;而灵魂具有双重官能,即认知官能与实践官能,二者对我们而言都是生来同在的,正如我们自童年起便喜爱神话且乐于打探所表明的那样,正如米南德所说:“我喜欢你,奥内西穆斯,你也爱打探”,又说:“因为没有什么比通晓万事更为甜美的了。”同样,亚里士多德亦说:“求知是人类的本性,对感觉的喜爱便证明了这一点。”然而实践官能亦是与我们生来同在的,正如我们在孤独无事时会焦躁不安,拔拔头发、转转戒指或捏捏蜂蜡所表明的那样,这是由于我们无法忍受全然的闲置无为。因此,为了认知官能,理所当然地确立了理论部分,而为了实践官能,确立了实践部分。 既然这些情况如此,让我们来陈述理论部分的细分。其实本可以将二者中任一者置于另一者之前:既可以将理论部分置于实践部分之前,因为它认识一切有之物,且以真实为目的;亦可以将实践部分置于理论部分之前,因为纵使并非一切有之物都位于其实践整饬之下,但它以善为目的,而如前所示,善是在真实之彼岸的;因为善是紧挨着神的。因此善亦被称为眷顾(前摄),因为它先于理智(奴斯),而说真话乃是属于理智的。但在逻辑论著中,应当把普遍之物置于先;所以必须首先细分理论部分。 于是,这被区分为三:自然学、数学、神学。这是理所当然的;因为哲学家希望认识一切有之物;而一切有之物是三重的:或是全然具质料的,如骨、发、爪,自然学所致力于此;或是全然非质料的,如属神的事物;或是在某方面具质料而在某方面非质料,如刻在蜂蜡或计算盘上的三角形和四角形图型,数学所致力于此;因为这些东西在质料中具有其实体存在,比方说在计算盘或蜂蜡中,但亦能够被想象力(幻象力)脱离质料而思及,犹如蜂蜡印取了印章的形相而留下了青铜。因此柏拉图亦将想象力称为印范,因为它是将形相从质料中印取并剥离出来的。 然而有些人提出难问:如果我们亦能脱离质料而思及血肉的形相,为何不将自然事物亦称为数学事物呢?对此我们将回答说:我们能够脱离质料而思及图型,因为它们不需要任何混合;但我们脱离混合便无法思及血肉,而血肉是在混合中具有其实体存在的;因为混合便是质料。 因此,首先必须研读全然具质料的自然事物,在那之后研读类似于梯子或桥梁的数学学科;因为绝不应当从全然具质料的事物一蹴而就地跨入非质料的事物。否则我们将遭受与那些敢于从阴暗洞穴一蹴而就直视太阳光线的人同样的命运;因为这样的人必须首先在具有适度光线的小屋中预先适应,然后才如此直视太阳光线。因此同样地,必须从相当于洞穴的全然具质料的事物,在相当于具有适度光线之小屋的数学学科中受到锻炼,然后方能如此迈向相当于太阳光线的非质料事物;正如毕达哥拉斯派所说的“图型即台阶”,其意为:“随着每一个图型,我们登上一级迈向神学的台阶,在理智中分部领会全然非质料的事物。” 然而有些人提出难问:如果我们学习一切事物,不论是非质料的、具质料的还是中间的事物,为何并非一切都被称为数学学科(学习对象),而唯有中间的事物独占了这一通名?对此我们陈述两个原因:其一,数学学科具有论证的坚实确定性;因为这些是我们精确学习的,而对其余事物我们多是揣测而非学习,所以哲学家马里努斯亦说:“但愿一切皆是数学学科。”第二个原因是,我们经历着食忘忧果者的体验而乐意学习这些事物;因为一旦品尝了它们,我们便不愿离开它们,而是像依恋忘忧果那样紧抓不放。正如柏拉图亦如此说道:“因为灵魂凡自愿领受之物,往往变得难以洗脱且不可动摇”,正相反,他又说:“强加给灵魂的任何学习皆不能持久。”而阿基米德有一次在异族攻陷叙拉古时,正在绘制某个几何定理而未曾逃跑,反而说道:“取首莫触线!”,也就是说,冲着脑袋来,莫冲着图线去。这便是本次讲授所包含的内容。
- 11.0ἐνῆν μὲν προτάξαι θάτερον θατέρου
未完成过去时 ἐνῆν 表达未付诸实现或理论上的过去可能性(“本可以将二者中任一者置于另一者之前”)。其后紧随相关的 καὶ τὸ θεωρητικὸν ... καὶ τὸ πρακτικὸν ...,平行列出支持理论在先或实践在先的理由,最终由转折句 ἀλλ’ ... προτακτέον(“但在逻辑论著中……应当将普遍之物置于先”)确立实际的细分顺序。
- 11.0τὰν κεφαλὰν καὶ μὴ τὰν γραμμάν
多利斯方言的宾格短语(“[取/击打]脑袋而莫触图线”),省略了支配动词。埃利亚斯紧接着以 τουτέστι παρὰ τὴν κεφαλὴν καὶ μὴ παρὰ τὴν γραμμήν(“也就是说,沿着脑袋[下手],而莫沿着图线[下手]”)通过补充介词 παρά 进行语法释义,表明该宾格指代兵士攻击动作的对象或部位。
