← 埃利亚斯

波菲利《导论》注释

§25.24-27.13

哲学的划分定义及其理论与实践二分

埃利亚斯在阐述哲学的区分之前,首先给出了区分、附加区分与细分的定义,确立了哲学在基底和目的上区分为理论与实践两部分的观点,并论证了逻辑学是工具而非部分,最终从摹仿神的角度说明了二分法的真正根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.0#1

Μετὰ τὸ γνῶναι ἡμᾶς τὴν φιλοσοφίαν ὅλην ὡς ὅλην διὰ τῶν ἓξ ὁρισμῶν, φέρε καὶ ὡς μέρη ἔχουσαν αὐτὴν διὰ τῆς διαιρέσεως πολυπραγμονήσωμεν. ἀλλ’ ὥσπερ ἐπὶ τῶν ὁρισμῶν τρία τινὰ ἐζητοῦμεν, τί ἐστιν ὁρισμός, πόθεν εἴρηται ὁρισμός, πόθεν λαμβάνεται ὁρισμός, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως τρία ζητήσωμεν, τί διαίρεσις καὶ ἐπιδιαίρεσις καὶ ὑποδιαίρεσις· ποῦ γὰρ οἰκειότερον ταῦτα ζητήσωμεν ἢ τὴν φιλοσοφίαν διαιροῦντες, ἧς εὕρημα ὁρισμὸς καὶ διαίρεσις; διαίρεσις μὲν οὖν ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον ὡς ἵνα διέλω1 τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, ἐπιδιαίρεσις δέ ἐστιν ἡ τοῦ αὐτοῦ πράγματος δευτέρα τομή, οἷον ὡς ἵνα διέλω τὸ αὐτὸ ζῷον εἰς θνητὸν καὶ ἀθάνατον (οὐδὲν δὲ διαφέρει διαίρεσις ἐπιδιαιρέσεως· ἣν γὰρ ἂν προτάξωμεν, ἐκείνη ἐστὶ διαίρεσις, καὶ ἣν ὑποτάξωμεν, ἐκείνη ἐστὶν ἐπιδιαίρεσις), ὑποδιαίρεσις δέ ἐστιν ἡ ἑνὸς τῶν διαιρεθέντων τομή, ὡς ἵνα διέλῃ τις τὸ λογικὸν εἰς θεῖα καὶ ἀνθρώπεια καὶ τὸ ἄλογον εἰς σαρκοφάγα ἢ ποηφάγα. ὑποδιαίρεσις οὖν ἐστιν ἡ ἑνὸς τμήματος τῶν διαιρεθέντων τομή. Τούτων οὕτως προληφθέντων εἴπωμεν τὴν διαίρεσιν τῆς φιλοσοφίας. διαιρεῖται τοίνυν ἡ φιλοσοφία εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν. ταῦτα δὲ διαφέρουσιν ἀλλήλων καὶ τῷ ὑποκειμένῳ καὶ τῷ τέλει· τῷ μὲν γὰρ θεωρητικῷ πάντα τὰ ὄντα ὑπόκειται εἰς γνῶσιν, τῷ δὲ πρακτικῷ οὐ πάντα ὑπόκειται εἰς κατακόσμησιν, εἰ μὴ μόναι αἱ ἀνθρώπειαι ψυχαί· οὐδὲ γὰρ ἐπαγγέλλεται ὁ φιλόσοφος κοσμεῖν ἵππου ψυχὴν ἢ βοὸς ἤ τινος ἄλλου πλὴν ἀνθρώπου. οὕτως μὲν τῷ ὑποκειμένῳ διαφέρουσιν. ἀλλὰ καὶ τῷ τέλει· ὁ μὲν γὰρ θεωρητικὸς περὶ τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος καταγίνεται, τέλος δὲ ποιεῖται μόνον τὸ ἀληθές, ὁ δὲ πρακτικὸς περὶ τὸ ἀγαθὸν καὶ τὸ κακὸν καταγίνεται, τέλος δὲ ποιεῖται μόνον τὸ ἀγαθόν· θέλει γὰρ γινώσκειν τὸ ἀγαθὸν καὶ κακὸν καὶ τὴν διαφορὰν εἰδέναι ἀγαθοῦ καὶ κακοῦ ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, τοῦτ’ ἔστιν ἵνα μήτε λέγῃ κακόν τι ὁ φιλόσοφος μήτε πράττῃ, ὥσπερ καὶ ὁ ἰατρὸς θέλει γινώσκειν τὰ δηλητήρια, οὐχ ἵνα χρήσηται αὐτοῖς, ἀλλ’ ἵνα διὰ τῆς γνώσεως παραιτήσηται αὐτά. ἀποροῦσι δέ τινες ὅτι ‘εἰ τοῦ θεωρητικοῦ τέλος τὸ ἀληθές, τοῦ δὲ πρακτικοῦ τὸ ἀγαθόν, ταὐτὸν ἄρα τὸ θεωρητικὸν τῷ πρακτικῷ· ὧν γὰρ τὰ τέλη ταὐτά, καὶ αὐτὰ ταὐτά’. λεκτέον οὖν ὅτι πολλὴ ἡ ἐν τούτοις διαφορά· πολλάκις γὰρ ψευδόμεθα ἐπ’ ἀγαθῷ καὶ ἀληθεύομεν ἐπὶ κακῷ· οἷον ὑγιαίνων τις παρέθετο ξίφος τινί, ἄφνω δὲ μανεὶς αἰτεῖ τὴν παρακαταθήκην, ἵνα ἢ ἑαυτὸν ἢ ἕτερόν τινα σφάξῃ, ὁ δὲ ἀρνεῖται καὶ ψεύδεται μέν, ἐπ’ ἀγαθῷ δέ, ὡς εἴ γε ἠλήθευσεν, ἐπὶ κακῷ ἠλήθευεν. δύναται δὲ μερικῶς καὶ ἀληθεύειν ὁ τοιοῦτος· ἄλλος γὰρ ἦν ὑγιαίνων ὁ τὸ ξίφος παραθέμενος καὶ ἄλλος μαινόμενος. Ἵνα δὲ μὴ λάθωμεν ἑαυτοὺς κακοῦ μαγείρου δίκην παρὰ ἄρθρα τὰς διαιρέσεις ποιούμενοι,2 ὅπου μὴ ἔστι διφυΐα, ὥσπερ οἱ πρίζοντες τὰ ξύλα ἡγεμόνι κέχρηνται τῇ μίλτῳ, οὕτως καὶ ἡμεῖς ἡγεμόνι χρησάμενοι τῷ λόγῳ, εἰς ὅσα καὶ οἷα ὑπαγορεύει, οὕτως ποιησόμεθα τὰς διαιρέσεις, ὅπου διφυΐα ἐστί * * πέφυκε διαιρεῖσθαι, τοῦτ’ ἔστι καθ’ ἑκάστην διαίρεσιν δεῖ ζητεῖν διὰ τί εἰς τοσαῦτα καὶ τοιαῦτα διαιρεῖται. Διαιρεῖται τοίνυν ἡ φιλοσοφία εἰς δύο καὶ οὐχὶ εἰς τρία, ὡς οἱ τὸ λογικὸν αὐτῇ προσνέμοντες· δειχθήσεται γὰρ σὺν θεῷ ἐν τοῖς Ἀναλυτικοῖς ὅτι ἡ λογικὴ οὐ μέρος τῆς φιλοσοφίας, ἀλλ’ ὄργανον, διότι τὸ μὲν μέρος συμφυές, τὸ δὲ ὄργανον ἐπείσακτον. εἰς δύο δὲ διαιρεῖται ἡ φιλοσοφία, οὐχ ὡς φασιν αἱ ἐγκύκλιοι ἐξηγήσεις, ὅτι ἐπειδὴ ἡ φιλοσοφία γνῶσις θείων καὶ ἀνθρωπείων ἐστί, διὰ μὲν τὰ θεῖα τὸ θεωρητικὸν προεβάλλετο (θεωρητικὸν γάρ, φασίν, εἴρηται ὡς τέλος ἔχον τὰ θεῖα ὁρᾶν), διὰ δὲ τὰ ἀνθρώπινα προεβάλλετο τὸ πρακτικόν· παραλογίζονται γὰρ ἐκ τῆς ὁμωνυμίας τοῦ ἀνθρωπείου·3 ἄλλο γὰρ ἀνθρώπειον ἐν τῷ ὁρισμῷ ἐλαμβάνετο (τὸ γὰρ ἐκ τοῦ τιμιωτέρου κατὰ παντὸς φθαρτοῦ φερόμενον), ἄλλο δὲ ἀνθρώπειον ἐνταῦθα λαμβάνουσι, τὸ ἐπὶ τοῦ κυρίως ἀνθρώπου. φέρε οὖν εἴπωμεν ἡμεῖς τούτου αἰτίας δύο· πρώτην μὲν τοιαύτην, ὅτι ἡ φιλοσοφία ὁμοία ἐστὶ θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, καὶ ἐπειδὴ ὁ θεὸς καὶ πάντα τὰ ὄντα γινώσκει καὶ τῶν δευτέρων πρόνοιαν ποιεῖται, εἰκότως καὶ ἡ φιλοσοφία μιμουμένη θεὸν διὰ μὲν τὴν καθόλου γνῶσιν αὐτῆς τὸ θεωρητικὸν προεβάλλετο, διὰ δὲ καὶ 〈τὸ〉 τῶν δευτέρων προνοεῖν προεβάλλετο τὸ πρακτικόν.

在我们通过这六个定义将整个哲学作为整体加以认识之后,来吧,让我们也通过区分将它作为具有部分者来进行深入探究。但是,正如在论及诸定义时我们探寻了三件事——何为定义、定义从何得名、定义从何汲取——同样在论及区分时,我们也当探寻三件事:何为区分、何为附加区分、何为细分。因为除了在区分哲学时之外,我们在何处能更恰当地探寻这些呢?而定义与区分正是哲学的发明。那么,区分乃是对事物的初次分割,例如我若将动物区分为有理性的与无理性的;附加区分乃是对同一事物的第二次分割,例如我若将同一动物区分为必死的与不死的(区分与附加区分并无实质差异;因为凡是我们置于先的,便是区分,凡是我们置于后的,便是附加区分);而细分乃是对已被区分出来的部分之一的分割,例如有人若将有理性的区分为属神的与属人的,将无理性的区分为食肉的或食草的。因此,细分乃是对已被区分之切片中之一者的分割。 在这些被如此预先把握之后,让我们来陈述哲学的区分。于是,哲学被区分为理论的部分与实践的部分。而这两者在基底和目的上都互有不同。因为对于理论的部分而言,一切有之物作为认识对象都位于其下;但对于实践的部分而言,并非一切事物都位于其下以备整饬,而唯有人类的灵魂位于其下;因为哲学家并不声称去整饬马的灵魂或牛的灵魂,或除人之外的任何其他者的灵魂。它们在基底上便是如此不同。然而它们在目的上也不同:因为理论[哲学家]致力于真与假,并且仅以真实为目的;而实践[哲学家]则致力于善与恶,并且仅以善为目的;因为他希望认识善与恶,并知晓善与恶的区别,以便选取前者而避开后者,也就是说,为了使哲学家既不说恶言也不行恶事,正如医生希望认识毒药,不是为了使用它们,而是为了通过认识来防范避开它们。然而有些人提出难问说:“如果理论部分的目的是真,实践部分的目的是善,那么理论部分与实践部分便是同一的;因为凡是目的同一者,它们自身亦是同一的。”因此应当说,在这些事物中存在极大的差异;因为我们常常为了善而说谎,为了恶而说真话。例如,某人在健康时将一把剑寄存给某人,但他突然发疯并索要寄存之物,以便刺杀自己或刺杀他人,而对方予以拒绝并说了谎,但这却是为了善;因为假若他说了真话,他便是为了恶而说真话了。而且这样的人在某种局部意义上甚至也是在说真话;因为在健康时寄存剑的人是一个人,而发疯的人则是另一个人。 为了使我们不至于像拙劣的厨师那样,在没有天然双重本质(关节)之处不知不觉地违背关节进行切割,正如锯木者以红赭粉为指引,我们也同样以理性为指引,按照理性所指示的数量与种类,在存在双重本质之处如此进行区分……它天生适合被区分;也就是说,在每一次区分中,都必须探寻为何它被区分为如此数量与如此种类。 因此,哲学被区分为二,而不是像那些将逻辑学划归给它的人那样区分为三;因为托神的福,在《分析篇》中将会表明,逻辑学不是哲学的组成部分,而是工具,因为部分是生来同质的,而工具是外来的。哲学被区分为二,也并非如通俗的注释所说的那样,即由于哲学是对属神与属人之事的认识,为了属神之事而设立理论部分(因为他们说,理论部分之所以得名,是因为它以观照神圣事物为目的),为了属人之事而设立实践部分;因为他们由于“属人的”这一语词的同名异义而陷入了谬误推理;因为在定义中所取的“属人的”是另一意思(即从更尊贵者出发用以指称一切必灭之物),而他们在此所取的“属人的”则是另一意思,指严格意义上的人。来吧,因此让我们陈述此事的两个原因:其第一者是,哲学是在人所可能的范围内与神相似,既然神既认识一切有之物,又对次等事物进行眷顾,理所当然地,哲学亦模仿神,因其普遍的认识而设立了理论部分,又因眷顾次等事物而设立了实践部分。

语法注3 条
  1. 11.0οἷον ὡς ἵνα διέλω

    连词 ἵνα 接虚拟式(διέλω),在晚期希腊语注释中是用于引出具体假设性例证的习用句式(“正如我若将……区分”)。它并非古典时期的纯粹目的状语从句(“为了……”),而是与例示词 οἷον ὡς 连用,引出一个设想的例子。

  2. 11.0Ἵνα δὲ μὴ λάθωμεν ἑαυτοὺς κακοῦ μαγείρου δίκην παρὰ ἄρθρα τὰς διαιρέσεις ποιούμενοι

    此句包含 λανθάνω 搭配反身代词(ἑαυτούς)和补充分词(ποιούμενοι)的经典结构,意为“以免我们在不知不觉中进行区分……”。与 ἵνα μή 连用构成表示警惕的目的从句。κακοῦ μαγείρου δίκην(如拙劣厨师般)为副词性宾格短语,化用了柏拉图《斐德罗篇》265e中顺着天然关节切割的著名比喻。

  3. 11.0παραλογίζονται γὰρ ἐκ τῆς ὁμωνυμίας τοῦ ἀνθρωπείου

    介词短语 ἐκ τῆς ὁμωνυμίας 表示谬误推理的来源或原因(“由于‘属人的’一词的同名异义”)。接下来的句子解释了这一句法与逻辑依据:在哲学的定义中,“属人的”是代指所有必灭之物的泛称,而通俗注家在此处却将其偷换为狭义的个别人类。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:25.24-27.13