- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:24.24-25.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯总结了哲学的其余定义(诸技艺之技艺、爱智慧),并论证六个定义之数是等于其各部分之和的完全数,将完全数、盈数和亏数与四主德及其两端恶德作了类比。他还论述了四个出发点之和潜能上构成完全数十,并说明哲学与十相似的缘由。
ἀλλὰ καὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν ὡς τεχνοῦσα τὰς ἄλλας τέχνας. ἀλλὰ καὶ φιλία σοφίας ὡς τὰ ἄυλα γινώσκουσα. Θαυμάσαι δὲ ἔστιν καὶ τὸ πλῆθος τῶν ὁρισμῶν τῆς φιλοσοφίας· ἓξ γάρ εἰσιν, ὁ δὲ ἓξ τέλειος, ὡς ἴσος τοῖς ἑαυτοῦ μέρεσι· τὰ γὰρ μέρη αὐτοῦ συνερχόμενα οὔτε πλεονάζει οὔτε ἐλλείπει. οὕτως ἥμισυ τῶν ἓξ τρία, τρίτον τῶν ἓξ δύο, ἕκτον ἡ μονάς, καὶ ἰδοὺ τέλειος· τὰ γὰρ τρία καὶ τὰ δύο καὶ τὸ ἓν συντεθέντα ἓξ ἀποτελεῖ μόνον· τῶν γὰρ ἀριθμῶν οἱ μέν εἰσι τέλειοι, οἱ δὲ ὑπερτελεῖς, οἱ δὲ ἐλλειπεῖς. καὶ ἔοικεν ὁ μὲν τέλειος ἀριθμὸς ἀρετῇ, ὁ δὲ ὑπερτελὴς καὶ ἐλλειπὴς ταῖς ἀντικειμέναις τῇ ἀρετῇ κακίαις· ἡ γὰρ ἀρετὴ συμμετρία οὖσα δύο κακίαις παρασπίζεται,1 οἷον ἡ δικαιοσύνη πλεονεξίᾳ καὶ μειονεξίᾳ, ἡ φρόνησις πανουργίᾳ καὶ ἀνοίᾳ, ἡ ἀνδρία δειλίᾳ καὶ θράσει, ἡ σωφροσύνη ἀκολασίᾳ καὶ ἠλιθιότητι. οὕτως οὖν καὶ ὁ τέλειος ἀριθμὸς ἀρετῇ ἔοικε καὶ συμμετρίᾳ, οἱ δὲ λοιποὶ ἀμετρίαις ἤτοι κακίαις. Τέλειοι μὲν οὖν ἀριθμοί εἰσιν οἱ ἴσοι τοῖς ἑαυτῶν μέρεσι ὡς οὗτος ὁ ἕξ, ὑπερτελεῖς δὲ ὡς ὁ δυοκαίδεκα· τούτου γὰρ συντεθέντων τῶν μερῶν γίνονται δεκαέξ οὕτως· ἥμισυ τῶν δεκαδύο ἕξ, τρίτον τῶν δεκαδύο τέσσαρα, τέταρτον τῶν δεκαδύο τρία, ἕκτον τῶν δεκαδύο δύο, καὶ τὸ δωδέκατον ἡ μονάς, δεκαὲξ ἀποτελοῦσιν. ἐλλειπεῖς δὲ ὡς ὁ ὀκτώ· τὰ γὰρ μέρη αὐτοῦ συντεθέντα ἑπτὰ μόνον ποιοῦσιν οὕτως· ἥμισυ τῶν ὀκτὼ τέσσαρα, τέταρτον τῶν ὀκτὼ δύο, καὶ τὸ ὄγδοον ἡ μονάς, ἑπτὰ ποιοῦσι. καὶ πολλοὶ μὲν οἱ ὑπερτελεῖς καὶ οἱ ἐλλειπεῖς, οἱ δὲ τέλειοι τέσσαρες μόνον· ἀπὸ γὰρ μονάδος ἕως δεκάδος εἷς τέλειος ὁ ἕξ, καὶ ἀπὸ δεκάδος ἕως ἑκατοντάδος ὁ εἰκοστὸς ὄγδοος,2 καὶ ἀπὸ ἑκατοντάδος ἕως χιλιάδος ὁ τετρακοσιοστὸς ἐνενηκοστὸς ἕκτος, καὶ ἀπὸ χιλιάδος ἕως μυριάδος ὁ ὀκτακισχιλιοστὸς ἑκατοστὸς εἰκοστὸς ὄγδοος. Καὶ ἄλλως δὲ τέλειος ὁ ἀριθμὸς τῶν ὁρισμῶν τῆς φιλοσοφίας, διότι τέσσαρες ἦσαν αἱ ἀφορμαί, ἐξ ὧν ἐλαμβάνοντο οἱ ὁρισμοί· ἢ γὰρ ἐκ τοῦ ὑποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ ἐκ τῆς ὑπεροχῆς ἢ ἐκ τῆς ἐτυμολογίας. ὁ δὲ τέσσαρα ἀριθμὸς δυνάμει δέκα·3 συντεθεὶς γὰρ μετὰ τῶν πρὸ αὐτοῦ ἀριθμῶν ὁ τέσσαρα, τοῦτ’ ἔστι τοῦ τρία καὶ δύο καὶ ἑνός, τὸν δέκα ἀποτελεῖ. ὁ δὲ δέκα τέλειος, οὐχ ὡς ἴσος τοῖς ἑαυτοῦ μέρεσιν, ἀλλ’ ὅτι πᾶς ἀριθμὸς καμπτῆρι αὐτῷ κέχρηται,4 καὶ ὅτι πάντα ἀριθμὸν δέχεται, διὸ καὶ δεχὰς εἴρηται. ἔοικε δὲ τούτῳ καὶ ἡ φιλοσοφία ὡς πάντα τὰ ὄντα γινώσκουσα.
此外,哲学亦是技艺之技艺与科学之科学,因其规划制造其余的技艺。此外,哲学亦是对智慧的爱,因其认识非物质之物。我们亦可赞叹哲学诸定义的数目;因为它们共有六个,而六是完全数,因其等于自身的各部分;因为它的各部分合在一起,既不超出亦不亏欠。这样,六的一半是三,六的三分之一是二,六分之一是单位(一),看哪,它是完全的;因为三、二与一相加,恰好构成六;因为在诸数中,有些是完全的,有些是盈数,有些则是亏数。完全数类似于德性,而盈数与亏数则类似于与德性相对立的恶德;因为德性作为一种适度,有两端的恶德为其侧翼,正如正义受贪得与受亏所夹,明智受狡诈与愚昧所夹,勇敢受怯懦与鲁莽所夹,节制受放纵与麻木所夹。因此,完全数亦类似于德性与适度,而其余的数则类似于不适度即恶德。那么,完全数便是那些等于自身各部分的数,如这六;而盈数如十二,因为将其各部分相加,会得出十六,如下所示:十二的一半是六,十二的三分之一是四,十二的四分之一是三,十二的六分之一是二,十二分之一是单位(一),构成了十六。而亏数如八,因为它的各部分相加只构成七,如下所示:八的一半是四,八的四分之一是二,八分之一是单位(一),构成了七。盈数与亏数虽然繁多,但完全数却只有四个:因为从一到十,完全数只有一个,即六;从十到百是二十八;从百到千是四百九十六;从千到万则是八千一百二十八。在另一种意义上,哲学诸定义的数目亦是完全的,因为汲取诸定义的出发点共有四个:要么取自基底,要么取自目的,要么取自卓越性,要么取自词源。而四这个数在潜能上是十;因为四与位于其前面的诸数(即三、二、一)相加,便构成了十。而十是完全的,并非由于它等于自身的各部分,而是因为每一个数都以它为折返点,并且因为它接纳每一个数,故此它亦被称为容纳者。哲学亦类似于此,因其认识一切存在之物。
- 10.0δύο κακίαις παρασπίζεται
动词 παρασπίζω(原意为“在身旁以盾护卫”或“夹在两侧”)在此处作被动语态,带与格补足成分(δύο κακίαις),意指美德被两端的恶德夹在中间。这是用军事护翼的隐喻表达亚里士多德关于德性居于两端恶德之中的中道学说。
- 10.0ὁ εἰκοστὸς ὄγδοος
阳性序数词(“第二十八”)在此处名词化,作为算术术语表示基数“28”。随后的 ὁ τετρακοσιοστὸς ἐνενηκοστὸς ἕκτος(496)与 ὁ ὀκτακισχιλιοστὸς ἑκατοστὸς εἰκοστὸς ὄγδοος(8128)亦同样以序数词形式指代基数完全数。
- 10.0ὁ δὲ τέσσαρα ἀριθμὸς δυνάμει δέκα
数词 τέσσαρα 与 ὁ ἀριθμός 同格搭配,意为“四这个数”,系动词 ἐστί 被省略。δυνάμει 是表示方式或视角的与格,意为“在潜能上”或“潜在地”。
- 10.0καμπτῆρι αὐτῷ κέχρηται
动词 κέχρηται(χράομαι 的完成时)支配与格宾语 αὐτῷ(指代十),而 καμπτῆρι 则作述语性与格同格成分(“作为折返点/转折标”)。这一隐喻取自赛跑场的折返标柱,指十进制计数法中数每到十便完成一轮并折回循环。
