- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:23.21-24.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯讨论了追溯至毕达哥拉斯的哲学第六个定义(“爱智慧”),通过阐明毕达哥拉斯将“智慧”限定为对非物质之物的知识来为其可逆性辩护,并进而开始简要总结此前所讨论的诸定义。
Οὐ δεῖ περιφρονῆσαι τοῦ ἕκτου ὁρισμοῦ τῆς φιλοσοφίας ὡς περὶ μόνας φωνὰς ἠσχολημένου, τῶν ἄλλων περὶ τὸ πρᾶγμα ἐπτοημένων ἤτοι ἐσπουδακότων·1 ἔχει γάρ τι πλέον ἐκείνων οὗτος· ἐκεῖνοι μὲν γὰρ μόνον τὸ πρᾶγμα λέγουσιν, οὗτος δὲ καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα. ἕκτος τοίνυν ὁρισμὸς τῆς φιλοσοφίας εἰς Πυθαγόραν ἀναγόμενος ὁ λέγων αὐτὴν φιλίαν σοφίας. καὶ εὖγε ὅτι ἀρχὴ καὶ πέρας τῶν ὁρισμῶν τῆς φιλοσοφίας γέγονεν ἡμῖν ὁ Πυθαγόρας ὁ ἀεὶ διὰ τῆς σιωπῆς πρὸς ἑαυτὸν ἐπιστρέφων. ἀλλ’, ὦ Πυθαγόρα, οὐκ ἀντιστρέφει ὁ ὁρισμὸς οὗτος, ὅπερ ἦν ἀρετὴ ὅρου· εἴ τι μὲν γὰρ φιλοσοφία,2 φιλία σοφίας, οὐκ εἴ τι δὲ ἔφεσις σοφίας, φιλοσοφία· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη ἐφίεται τοῦ οἰκείου ὑποκειμένου. ἀλλ’ ἐπειδὴ οὔτε Πυθαγόρας ἐρωτώμενος ἀποκρίνεται οὔτε οἱ μαθηταὶ αὐτοῦ ἄλλο τι ἀποκρίνονται ἢ ὅτι “αὐτὸς ἔφα”, τὴν ἀπόφασιν τοῦ διδασκάλου ὑπὲρ ἀπόδειξιν ἡγούμενοι, φέρε ἡμεῖς εἴπωμεν ὑπὲρ Πυθαγόρου, ἅπερ ἂν Πυθαγόρας εἶπεν, εἴπερ λέγειν ἠνέσχετο. πάλαι μὲν τοίνυν καὶ μέχρι τῶν Ὁμήρου χρόνων ἠδικεῖτο καὶ ἐρυπαίνετο τὸ τῆς σοφίας ὄνομα, φερόμενον κατὰ παντὸς τοῦ ὁτιοῦν εἰδότος, ὥς φησι καὶ ὁ ποιητὴς εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, καὶ ἐπεὶ σοφὸς ἤραρε τέκτων. ὁ γοῦν Πυθαγόρας ὀψέ ποτε ἐπιγενόμενος συνέστειλε τὸ τῆς σοφίας ὄνομα ἐπὶ μόνους τοὺς τὰ ἄυλα εἰδότας, τοῦτ’ ἔστι τοὺς φιλοσόφους· σαφῆ γὰρ καὶ φανὰ τὰ θεῖα αὐτοῖς, εἰ καὶ ἡμῖν ἀσαφῆ διὰ τὴν ἡμῶν ἀνεπιτηδειότητα, ὡς καὶ ταῖς νυκτερίσιν ὁ ἥλιος. παρὰ Πυθαγόρου οὖν λεγόμενος οὗτος ὁ ὁρισμὸς τέλειος· πᾶσα γὰρ φιλοσοφία φιλία σοφίας, καὶ πᾶσα ἔφεσις σοφίας (σοφίαν ἀκουόντων ἡμῶν τὴν τῶν ἀύλων γνῶσιν)3 φιλοσοφία ἐστίν. Ἀλλ’ ἐπειδὴ οὐ μόνης μάστιγος δεῖ τοῖς λόγοις ἀλλὰ καὶ χαλινοῦ (μάστιγος μέν, ἵνα χαρισώμεθα τῇ μαθήσει, χαλινοῦ δέ, ἵνα τῇ μνήμῃ χαρισώμεθα· μεμνήμεθα γὰρ τῶν δι’ ὀλίγων λεχθέντων, μανθάνομεν δὲ τὰ διὰ πλειόνων λεγόμενα), φέρε μετὰ τὴν πλατικὴν διέξοδον τῶν ὁρισμῶν συνόψει αὐτοὺς περιλάβωμεν. γνῶσις τοίνυν τῶν ὄντων ἡ φιλοσοφία ἢ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων· τὰ γὰρ ὄντα ἢ θεῖα ἢ ἀνθρώπεια· συμμετρία γὰρ οὖσα καὶ ἀρετὴ οὔτε τῶν θείων ἠμέλησε διὰ τὴν ποικιλίαν τῶν ἀνθρωπείων οὔτε τῶν ἀνθρωπείων διὰ τὴν μεγαλειότητα τῶν θείων, ἀλλ’ ἑκατέρου πρόνοιαν ἐποιήσατο. ἀλλὰ καὶ μελέτη θανάτου ἡ φιλοσοφία, εἴπερ οἱ αὐτόχειρες ἑαυτῶν γινόμενοι ὃν ἔδησεν ὁ δημιουργὸς λύουσι δεσμόν, οἱ δὲ φιλόσοφοι ὃν ἔδησαν δεσμὸν αὐτοὶ καὶ λύουσιν. ἀλλὰ καὶ ὁμοίωσις θεῷ ἡ φιλοσοφία, διὰ τὸ εἰρημένον τῷ Λυκούργῳ φιλοσόφῳ ὄντι δίζω εἴ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα.
我们切不可轻视哲学的第六个定义,以为它仅关涉字词,而其他定义则热衷于或致力于事物本身;因为这一定义比那些定义更胜一筹。因为那些定义只说明了事物,而这一定义却兼顾了名称与事物。那么,追溯至毕达哥拉斯的哲学第六个定义,就是称哲学为爱智慧的定义。而这位始终通过沉默回归自身的毕达哥拉斯,成为我们讨论哲学诸定义的开端与终结,实乃美事。然而,毕达哥拉斯啊,这一定义并不具有可逆性,而可逆性本是定义的德性(优良品质);因为若某物是哲学,它固然是对智慧的爱,但若某物是对智慧的向往,却未必就是哲学;因为每门技艺与科学都在向往其特有的基底(对象)。然而,既然毕达哥拉斯在被询问时不作回答,他的弟子们除了“他亲自说过的”之外也答不出别的,并将导师的断言置于证明之上,那么且让我们代表毕达哥拉斯,说出若毕达哥拉斯愿意开口便会说出的话罢。古时,直至荷马时代,智慧这一名称曾遭受不当对待与玷污,被用于称呼凡是知晓任何事情之人,正如诗人所言:“凭雅典娜的教导精通智慧”,又如“当灵巧的工匠拼合之时”。无论如何,后来出现的毕达哥拉斯将智慧这一名称严格限定于仅知晓非物质之物的人,即哲学家;因为神圣之物对他们而言是清晰明亮的,哪怕由于我们自身的不适称性而对我们显得晦暗,就像太阳对于蝙蝠一样。因此,依毕达哥拉斯而言,这一定义是完全的;因为所有的哲学皆是对智慧的爱,而对智慧的一切向往(只要我们把智慧理解为对非物质之物的知识)亦皆是哲学。 但是,既然论述不仅需要鞭子,也需要缰绳(需要鞭子,是为了使学习得益;需要缰绳,则是为了使记忆得益;因为我们能够记住简略言说之事,却要通过详尽言说之事来学习),那么且让我们在对诸定义作了展开阐述之后,以概要来总揽它们罢。哲学即是有之物的知识,或神圣与人类事物的知识;因为有之物要么是神圣的,要么是人类的;哲学作为适度与美德,既未因人类事物的纷繁多样而忽视神圣事物,亦未因神圣事物的崇高伟大而忽视人类事物,而是对两者皆予以关照。此外,哲学亦是赴死的操练,盖因自戕者解开的是造物主所绑定的纽带,而哲学家们自身解开的则是他们自己所绑定的纽带。再者,哲学亦是与神同化,这是基于对身为哲学家的吕库尔戈斯所说的那句话:“我正思忖,该在神谕中宣告你为神明,抑或凡夫。”
- 10.0ὡς περὶ μόνας φωνὰς ἠσχολημένου, τῶν ἄλλων περὶ τὸ πρᾶγμα ἐπτοημένων ἤτοι ἐσπουδακότων
由 ὡς 引导的属格分词 ἠσχολημένου 与主句宾语 τοῦ ἕκτου ὁρισμοῦ(受 περιφρονῆσαι 支配)一致,表示主观认定或理由。随后的 τῶν ἄλλων ... ἐσπουδακότων 是表示对比的独立属格结构。
- 10.0οὐκ εἴ τι δὲ ἔφεσις σοφίας, φιλοσοφία
与前面的 εἴ τι μὲν γὰρ φιλοσοφία, φιλία σοφίας 形成对照,指出该定义不具备“凡 A 皆 B 且凡 B 皆 A”的可逆性(ἀντιστροφή)。在充当主语的条件句与述语名词 φιλοσοφία 之间省略了系动词 ἐστί。
- 10.0σοφίαν ἀκουόντων ἡμῶν τὴν τῶν ἀύλων γνῶσιν
此为表示条件或前提的独立属格结构(“只要我们把智慧理解为……”)。动词 ἀκούω 支配双宾格(或直接宾语 σοφίαν 与谓词性宾格 τὴν τῶν ἀύλων γνῶσιν),意为“将 A 理解/解释为 B”。
