← 埃利亚斯

波菲利《导论》注释

§19.7-20.16

正义的共有性、四主德的位阶与理性的作用

埃利亚斯通过所有物的共有性解释了正义何以与其他三德并列计算,论述了诸德的位阶、职分及其相互蕴涵,最后指出柏拉图补充“认识”是为了指明伴随内在理性与劳苦而来的真正德性,而非自然或习惯的德性,从而结束了对哲学第四个定义的阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#2

’ καὶ λέγομεν ὅτι τὸ κοινὸν διττόν, ἢ ὡς γένος εἰς εἴδη διαιρούμενον οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον (τότε γὰρ οὐ συναριθμεῖται τὸ γένος τοῖς εἴδεσιν), ἢ ὡς κτῆμα, ὅτε καὶ συναριθμεῖται· οἷον ὑποκείσθωσαν τρεῖς τινες ἔχοντες τρεῖς οἰκέτας, ἕκαστος ἕνα ἴδιον, ἐχέτωσαν δὲ καὶ ἕνα κοινόν, οὗτος συναριθμεῖται τοῖς ἄλλοις, ὡς εἶναι τέσσαρας. οὕτως οὖν κἀνταῦθα ληπτέον· αἱ γὰρ ἀρεταὶ κτῆμά εἰσι τῆς ψυχῆς, ἑκάστη ἑνὶ μορίῳ ἐποχουμένη, κοινὸν δὲ κτῆμα τῆς τριμερείας τῆς ψυχῆς ἡ δικαιοσύνη, διὸ καὶ συναριθμεῖται ταῖς ἄλλαις ἀρεταῖς, καί εἰσι τέσσαρες. ἔδειξεν οὖν ὁ λόγος ὅτι τιμιωτέρα ἡ δικαιοσύνη ὡς διὰ τῆς τριμερείας τῆς ψυχῆς πεφοιτηκυῖα, μετ’ αὐτὴν ἡ φρόνησις ὡς ἐν τῷ τιμιωτέρῳ μορίῳ τῆς ψυχῆς τῷ λόγῳ ἐποχουμένη, μετ’ αὐτὴν ἡ ἀνδρία ὡς ἐν τῷ θυμοειδεῖ ἐποχουμένη, καὶ τετάρτη ἡ σωφροσύνη ὡς ἐν τῇ ἐπιθυμίᾳ τῇ χείρονι ἐποχουμένη. ἔργον δὲ τῆς μὲν δικαιοσύνης τὸ τὸν κατ’ ἀξίαν κόσμον ἐπάγειν τῷ κοσμουμένῳ, τῆς δὲ φρονήσεως τὸ τὰ δέοντα ποιεῖν, τῆς ἀνδρίας τὸ νικᾶν τὸ ἀνθιστάμενον, τῆς σωφροσύνης τὸ μὴ εἴκειν τῷ χείρονι· εἰ γάρ ἐστι καὶ ἀνδρίας τὸ μὴ τῷ χείρονι εἴκειν, ἀλλ’ οὖν κυρίως τὸ χεῖρον ἐπὶ τῆς ἡδονῆς λέγεται ἐγκατακεχωσμένης τῷ σώματι, ὁ δὲ θυμὸς περιχωριστὸν ἔχει τέλος1 ἀντιλυπῆσαι τὸν λυπήσαντα· ὁ γὰρ λυπήσας ἐκτός. εἰ οὖν ταῦτα οὕτως ἔχει, ὁ ἔχων μίαν ἀρετὴν καὶ τὰς λοιπὰς ἕξει, καὶ ἔσται ἑκάστη αὐτῶν δικαιοσύνη τὸν πρέποντα κόσμον ἐπάγουσα τῷ κοσμουμένῳ, ἑκάστη φρόνησις τὰ δέοντα ποιοῦσα, ἑκάστη ἀνδρία νικῶσα τὸ ἀνθιστάμενον, ἑκάστη σωφροσύνη μὴ εἴκουσα τῷ χείρονι. καὶ ταῦτα μὲν περὶ τούτου. Τρίτον ἐστὶ κεφάλαιον ζητῆσαι διὰ τί εἶπε τὸ ‘καὶ ταῦτα γινώσκειν’. καὶ λέγομεν ὅτι εὐλόγως, ἵνα ἔχοιμεν ἀρετὰς τὰς μετὰ παιδείας καὶ πόνου παραγινομένας, καὶ μὴ τὰς φυσικὰς καὶ ἠθικάς· αἱ μὲν γὰρ φυσικαὶ ἀρεταὶ ἐκ κράσεως παραγίνονται, οἷον οἱ ψυχροὶ σώφρονες ἀλλὰ δειλοί, οἱ θερμοὶ ἀνδρεῖοι ἀλλ’ ἀκόλαστοι. αὗται μὲν οὖν φυσικαὶ ἀρεταί, αἵτινες καὶ ἀλόγοις ὑπάρχουσιν· ὁ γοῦν πελαργὸς δίκαιος, φρόνιμος ἡ ἀλώπηξ, ἀνδρεῖος ὁ λέων, σώφρων ἡ τρυγών. αἱ δὲ ἠθικαὶ ἀρεταὶ ἐκ συνηθείας τινὸς παραγίνονται, διὰ τὸ ἐσχηκέναι τινὰ ἢ γονεῖς τοιούτους ἢ διδασκάλους. καὶ ἁπλῶς εἰπεῖν τῶν ἀρετῶν αἱ μὲν μετὰ λόγου, αἱ δὲ χωρὶς λόγου, καὶ αἱ μὲν πάντῃ χωρὶς λόγου ὡς αἱ φυσικαί, αἱ δὲ μετὰ λόγου μὲν ἀλλ’ ἢ τοῦ θύραθεν, τοῦτ’ ἔστι τοῦ διδάσκοντος, οἷαι αἱ ἠθικαί, ἢ τοῦ οἴκοθεν, οἷαί εἰσιν αἱ μετὰ παιδείας καὶ πόνου τινὶ προσγινόμεναι. διὰ τοῦτο οὖν πρόσκειται τὸ ‘καὶ ταῦτα γινώσκειν’ ἀντὶ τοῦ ἵνα ἔχωμεν2 ἀρετὰς οὐκ ἀλόγους, ἀλλὰ τὰς μετὰ λόγου, τοῦ οἴκοθέν φημι, τὰς μετὰ πόνου τινὶ προσγινομένας· ὁ γὰρ Πλάτων τὰς φυσικὰς ἀρετὰς ἀνδραποδώδεις καλεῖ ὡς καὶ ἀνδραπόδοις δυναμένας ὑπάρχειν, ὁ δὲ Πλωτῖνος ἀτελεῖς, διότι πρὸς τὸ μὴ ἀντιστρέφειν καὶ ἀντιπράττουσιν ἀλλήλαις·3 ὡς γὰρ εἴπομεν, εἴ τις θερμὸς ὢν ἐπιτηδεύσει ἀνδρεῖος εἶναι, ὁ τοιοῦτος οὐ πάντως σώφρων (διὰ γὰρ τὴν θερμότητα ἀκόλαστος), καὶ εἴ τις πάλιν ψυχρὸς ὢν ἐπιτηδεύσει σώφρων εἶναι, ὁ τοιοῦτος οὐ πάντως ἀνδρεῖος ἀλλὰ δειλός. αἱ δὲ μετὰ πόνου καὶ παιδείας ἀρεταὶ ἀντιστρέφουσι μὴ ἀντιπράττουσαι. ταῦτα καὶ περὶ τοῦ τετάρτου ὁρισμοῦ τῆς φιλοσοφίας εἰπεῖν ἔχομεν.

”我们回答说,共通之物有两种含义:要么是作为划分到物种的属,例如动物划分为理性的与非理性的(因为此时属并不与物种并列计算),要么是作为所有物,此时它确实是并列计算的。例如,假定有三个人拥有三个仆人,每人各自拥有一个,但他们又共同拥有一个;这名仆人便与其余的仆人并列计算,从而共有四人。因此在此处也必须这样理解;因为诸德性乃是灵魂的所有物,每一种都依托于单一的部分,而正义则是灵魂三分结构的共有物,正因此它才与其他德性并列计算,从而共有四种。因此,论证表明,正义因贯穿灵魂的三分结构而更为尊贵,其次是明智,因依托于灵魂中更为尊贵的部分即理性,再次是勇敢,因依托于激情部分,第四则是节制,因依托于更为低下的欲望部分。正义的职分在于将与其价值相称的秩序施加于受秩序调整者,明智的职分在于行应行之事,勇敢的职分在于克制对抗者,节制的职分在于不屈服于更低下的事物;因为即使不屈服于更低下的事物也属于勇敢,但严格说来,“更低下的事物”乃是就深植于肉体内的快乐而言的,而激情则具有一个外在的目标,即使加害者受到反向的痛苦;因为加害者是在外面的。因此,如果这些情况属实,那么拥有一种德性的人也将拥有其余的德性,并且它们之中的每一种都将是把合宜的秩序施加于受秩序调整者的正义,每一种都将是行应行之事的明智,每一种都将是克制对抗者的勇敢,每一种都将是不屈服于更低下的事物的节制。关于这个问题就讲这么多。 第三章是探讨他为何说“并且认识这些事物”。我们回答说,这完全合乎情理,是为了让我们拥有伴随教养与劳苦而来的德性,而不是自然德性与伦理德性。因为自然德性产生于体液的混合,例如冷质的人节制但怯懦,热质的人勇敢但放纵。因此这些乃是自然德性,它们甚至也存在于非理性动物之中;无论如何,白鹳是正义的,狐狸是聪明的,狮子是勇敢的,斑鸠是节制的。而伦理德性则产生于某种习惯,由于拥有这样的父母或老师。简而言之,在德性之中,有些伴随理性,有些则无理性;有些如自然德性那样完全没有理性,有些虽然伴随理性,但这理性要么来自外部(即来自施教者,如伦理德性),要么来自自身内部(如伴随教养与劳苦而加之于人的德性)。因此,加上“并且认识这些事物”这句话,乃是指为了让我们拥有的不是无理性的德性,而是伴随理性的德性——我指的是来自自身内部的理性——即伴随劳苦而加之于人的德性。因为柏拉图将自然德性称为“奴隶般的”,因为它们也能存在于奴隶之中;而普罗提诺则称它们为“不完全的”,因为除了不能相互蕴涵之外,它们甚至还彼此对抗;因为正如我们所说,如果某人是热质的并致力于勇敢,这样的人绝非节制(因为由于热质而放纵),而如果某人又是冷质的并致力于节制,这样的人也绝非勇敢而是怯懦。相反,伴随劳苦与教养的德性则相互蕴涵而不彼此对抗。关于哲学的第四个定义,我们能说的也就是这些。

语法注3 条
  1. 8.0περιχωριστὸν ἔχει τέλος

    形容词 περιχωριστόν 与前文“深植于肉体内的”(ἐγκατακεχωσμένης τῷ σώματι)快乐相对照,意指一个不局限于行动者身体内部、而是指向外部对象的可分离目标。句法上它修饰 τέλος,其后紧接的不定词 ἀντιλυπῆσαι 作为同位或解说性不定词,说明该目标的具体内容。

  2. 8.0ἀντὶ τοῦ ἵνα ἔχωμεν

    这是晚期希腊语特有的表达结构,介词短语 ἀντὶ τοῦ 后面并未接定冠词不定词,而是直接接了目的从句(ἵνα 与连接式)。在句法上,可理解为省略了言说动词(如 ἀντὶ τοῦ λέγειν ἵνα ἔχωμεν,“用以代替说:为了让我们拥有”),或将 ἀντὶ τοῦ 转用为表示“也就是说/意指为了…”的解释性标记。

  3. 8.0πρὸς τὸ μὴ ἀντιστρέφειν καὶ ἀντιπράττουσιν ἀλλήλαις

    此处 πρός 支配宾格冠词不定词(τὸ μὴ ἀντιστρέφειν),并与连接/副词性 καί 结合,构成了表示递进叠加的介词短语,意为“除了不能相互蕴涵之外,它们甚至还彼此对抗”(功能上等同于 πρὸς τῷ 接与格不定词)。该短语修饰主动词 ἀντιπράττουσιν,强调自然德性不仅缺乏可逆互蕴性,甚至达到了互相对立的程度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:19.7-20.16