← 埃利亚斯

波菲利《导论》注释

§20.18-22.2

哲学的第五个定义与重叠表达的三种原因

埃利亚斯讨论了归于亚里士多德的哲学的第五个定义(“诸技艺之技艺与诸知识之知识”),并提出了使用这种重叠修辞的前三个原因:赞叹之情的表达、与国王及神的类比,以及哲学为所有其他技艺与科学提供基本始基。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.0#1

Πέμπτος ὁρισμὸς τῆς φιλοσοφίας εἰς Ἀριστοτέλην ἀναγόμενος ὁ λέγων αὐτὴν ‘τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν’· ἐν γὰρ τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ θεολογικῇ ἐπιγεγραμμένῃ εἴρηται αὐτῷ ὁ ὁρισμὸς οὗτος. καὶ εἰκότως ἐκ τῆς ὑπεροχῆς1 οὗτος λέγεται ὡς καὶ ἐν τῇ θεολογικῇ πραγματείᾳ εἰρημένος. διὸ καὶ ἀποροῦσιν ὅτι ‘διὰ τί τοιούτῳ ἐπαναδιπλασιασμῷ κέχρηται;’ καὶ λέγομεν τούτου αἰτίας πέντε. Πρώτην, ὅτι θαυμάσαντές τινες τὸ ὕψος τῆς φιλοσοφίας τούτῳ ἐχρήσαντο τῷ ἐπαναδιπλασιασμῷ· ὡς εἰ καί τις θεασάμενος λευκὸν εἴποι πολλάκις ‘λευκὸν λευκὸν καὶ πάντῃ μελανίας ἀνέμφατον’, καὶ γλυκέος τις γευσάμενος εἴποι ‘γλυκὺ γλυκὺ καὶ πάντῃ πικρίας ἄψαυστον’, οὕτως καὶ ἐπὶ τῆς φιλοσοφίας θαυμάσας τις τὸ ὑπερέχον τῆς γνώσεως εἴποι ‘γνῶσις γνῶσις’ πολλάκις ‘καὶ οὐδαμῶς ἄγνοια’· μόνη γὰρ ἡ φιλοσοφία γνῶσις. αὕτη πρώτη αἰτία. Δευτέρα αἰτία, ὅτι ἔοικεν ἡ φιλοσοφία βασιλεῖ καὶ θεῷ. καὶ ὥσπερ ὁ βασιλεὺς καθιστᾷ ἄρχοντας, δι’ ὧν ὁμιλεῖ πᾶσι, καὶ πάντας ὁρᾷ μηδένα ὁρῶν μηδὲ διαλεγόμενος (οὐδὲ γὰρ ῥυπαίνεται τῷ πολλῷ τῶν ἀνθρώπων ὁμίλῳ), καὶ ὥσπερ ὁ θεὸς κατέστησεν ἀρχαγγελικὰς δυνάμεις, δι’ ὧν φρουρεῖ τὸν κόσμον, οὕτως καὶ ἡ φιλοσοφία ἐν ἀκροπόλει τινὶ οὖσα διὰ τῶν κατὰ μέρος τεχνῶν καὶ ἐπιστημῶν γινώσκει τὰ κατὰ μέρος. καὶ ὥσπερ ὁ βασιλεὺς ἄρχων ἐστὶν ἀρχόντων, οὕτως ἡ φιλοσοφία τέχνη τεχνῶν λέγεται. καὶ ὥσπερ πάλιν ὁ θεὸς λέγεται βασιλεὺς βασιλέων, οὕτως καὶ ἡ φιλοσοφία ἐπιστήμη ἐπιστημῶν. τοῦτο δεύτερον. Τρίτη αἰτία, ὅτι ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις χορηγεῖ τὰς ἀρχὰς ἡ φιλοσοφία· φησὶ γὰρ Ἀριστοτέλης ἐν Ἀποφθέγμασιν ὅτι ὅσοι ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις σχολάζοντες τῆς φιλοσοφίας ἀμελοῦσιν, ἐοίκασι τοῖς μνηστῆρσι τῆς Πηνελόπης, οἵτινες αὐτῇ συγγενέσθαι μὴ δυνάμενοι ἠγάπων κἂν ταῖς θεραπαίναις αὐτῆς συγγίνεσθαι’. τῆς γὰρ γραμματικῆς λεγούσης ‘τῶν φωνηέντων τὰ μέν ἐστι φύσει μακρά, τὰ δὲ φύσει βραχέα, τὰ δὲ ἐπαμφοτερίζει’, ἐρωτωμένη διὰ τί τὸ η καὶ τὸ ω φύσει μακρά, ἀγνοεῖν ὁμολογήσει,2 εἰς δὲ τὸν μουσικὸν φιλόσοφόν σε ἀποπέμψει. ὁμοίως τῆς ἰατρικῆς λεγούσης τέσσαρας τοὺς χυμούς, ἐπειδὴ καὶ τέσσαρα τὰ στοιχεῖα, ἐρωτωμένη διὰ τί τέσσαρα καὶ οὐδὲ πλείονα οὐδὲ ἐλάττονα, ἀναπέμψει ἡμᾶς εἰς τὸν φυσικὸν φιλόσοφον· τῷ δὲ Ἀριστοτέλει δέδεικται ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς διὰ τί οὐδὲ πλείονα τῶν τεσσάρων τὰ στοιχεῖα οὐδὲ ἐλάττονα. ὁμοίως τῆς ῥητορικῆς διελομένης ἑαυτὴν εἰς τρία, εἰς τὸ συμβουλευτικὸν καὶ δικανικὸν καὶ πανηγυρικόν, καὶ τέλος εἰπούσης εἶναι τοῦ μὲν συμβουλευτικοῦ τὸ συμφέρον, τοῦ δὲ δικανικοῦ τὸ δίκαιον, τοῦ πανηγυρικοῦ τὸ καλόν, καὶ ἐρωτωμένης τί τὸ ὄντως συμφέρον, τί τὸ ὄντως δίκαιον ἢ τί τὸ καλόν, αὐτὴ τοῦτο ἀγνοεῖν ὁμολογήσει, παραπέμψει δὲ ἡμᾶς τῷ πολιτικῷ φιλοσόφῳ. οὐ μόνον δὲ ταῖς τοιαύταις τέχναις καὶ ἐπιστήμαις ἀρχὰς χορηγεῖ, ἀλλὰ καὶ ταῖς βαναύσοις τέχναις· ἡ γοῦν τεκτονικὴ βουλομένη ποιῆσαι εὐθεῖαν ἀποτείνει τὴν στάθμην ὅτι μάλιστα, λαβοῦσα παρὰ γεωμετρίας ὅτι εὐθεῖά ἐστιν ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ·3 τότε γὰρ λέγομεν ἐπ’ εὐθείας τρεῖς ἑστάναι ἀνθρώπους, εἰ ἰσχύσει ὁ μέσος τοῖς ἄκροις ἐπιπροσθῆσαι, εἰ δὲ περιφέρειαν ποιοῦσιν, ἀλλήλους ὁρῶσιν· διὰ τοῦτο γὰρ τὰ θέατρα κυκλοτερῆ διὰ τὸ ἀλλήλους βλέπειν, καὶ αἱ διατριβαὶ κυκλοτερεῖς, ἵνα ὁρῶσιν ἀλλήλους καὶ τὸν διδάσκαλον. ἀλλὰ καὶ τῇ οἰκοδομικῇ δίδωσιν ἀρχάς· βουλομένη γὰρ γνῶναι εἰ ὀρθὸς ὁ τοῖχος, κέχρηται βαρυλλίῳ, ἰδοῦσα ὅτι τὰ βαρέα πρὸς ὀρθὰς φέρεται τῷ ὁρίζοντι, οἷον μόλυβος ἤ τι τοιοῦτον, εἰ δὲ πτερὸν εἴη, οὐ κατ’ εὐθὺ φέρεται, ἀλλὰ περιφέρειαν ποιεῖ. ταῦτα καὶ τὸ τρίτον.

哲学的第五个定义归于亚里士多德,即称它为“诸技艺之技艺与诸知识之知识”;因为在题为《形而上学》的神学专著中,这一定义已被他陈述。而由于它是卓越性的表现,这般陈述也是合情合理的,正如它是在神学专著中陈述的那样。因此人们也提出了疑问:“为何他使用了这样的重叠修辞?”对此我们提出五个原因。 第一,因为有人赞叹哲学的高迈而使用了这种重叠修辞;正如若有人看见白色之物,便屡次说“白啊,白啊,全然没有黑色的痕迹”,有人品尝了甜味之物,便说“甜啊,甜啊,全然没有苦味的触碰”,在哲学上亦是如此,有人赞叹其认识的卓越,便屡次说“认识啊,认识啊,绝非无知”;因为唯有哲学才是认识。这是第一个原因。 第二个原因是,哲学类似国王与神。正如国王设立统治者,通过他们与众人交往,自居于不见一人也不与任何人交谈的状态(因为他不受人群纷扰的玷污),却能洞察所有人;又正如神设立了大天使般的力量,通过它们护卫宇宙,哲学亦是如此,宛如置身卫城之中,通过各个具体的技艺与知识来认识具体的事物。正如国王是统治者之统治者,哲学亦被称为“诸技艺之技艺”。又正如神被称为“万王之王”,哲学亦被称为“诸知识之知识”。这是第二点。 第三个原因是,哲学为其他诸技艺与知识提供始基。因为亚里士多德在《格言集》中说:“那些将闲暇消磨在其他技艺和知识上却忽视哲学的人,就像佩涅罗珀的求婚者一样,他们无法接近她本人,却满足于亲近她的女仆。”事实上,语法学说“在元音中,有些本性上为长音,有些本性上为短音,有些则是双重性质的”,但若被问及为何厄塔和欧米伽本性上是长音,它就会承认自己不知道,而将你打发给研究音乐的哲学家。同样,医学说体液有四种,因为元素也有四种,但若被问及为何是四种而非更多或更少,它就会将我们指引给自然哲学家;而亚里士多德已经在《论生成与消灭》中证明了为何元素不多于四种也不少于四种。同样,修辞学将自身划分为三类,即建议性修辞、司法修辞和庆典修辞,并说明建议性修辞的目的在于有益,司法修辞在于正义,庆典修辞在于崇高,但若被问及何为真正有益、何为真正正义或何为崇高,它本身就会承认不知晓此事,而将我们引荐给政治哲学家。不仅对于此类技艺和知识,哲学还向工匠技艺提供始基;无论如何,木工术想要制作一条直线,就会尽量拉紧墨线,这是它从几何学那里接受了直线即中段遮蔽两端者这一原理。因为只有在中段之人能够遮蔽两端时,我们才说三个人站成一条直线;而如果他们排成圆弧,他们就能彼此看见(正因如此,剧场为了彼此能看见而建成圆形,学塾也是圆形,以便大家看见彼此以及教师)。而且哲学也为建筑术提供始基;因为建筑术想要知道墙壁是否笔直竖立,就会使用铅锤,这是因为它观察到重物(如铅或类似之物)是垂直于地平线下落的,而如果是羽毛,则不会径直下落,而是划出一条曲线。这些构成了第三点。

语法注3 条
  1. 9.0ἐκ τῆς ὑπεροχῆς

    介词短语 ἐκ τῆς ὑπεροχῆς 作状语修饰 λέγεται,表示根基或来源(“基于其卓越性”)。

  2. 9.0τῆς γὰρ γραμματικῆς λεγούσης ... ἐρωτωμένη ... ὁμολογήσει

    属格独立结构 τῆς γραμματικῆς λεγούσης 引导前件条件,但在后续句中语法学直接作为主句动词 ὁμολογήσει 和 ἀποπέμψει 的主语,因此紧随其后的分词 ἐρωτωμένη 采用主格阴性形式(句法交替/照应意义)。下文对 ἰατρικῆς 和 ῥητορικῆς 的表述亦同此句法结构。

  3. 9.0ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ

    关系代词 ἧς 是先行词 εὐθεῖα 的领属属格,修饰 τὰ μέσα,意为“其中段遮蔽两端者[的直线]”,引用了古希腊几何学对直线的定义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:20.18-22.2