← 埃利亚斯

波菲利《导论》注释

§18.2-19.7

同化于神中的虔敬与正义及德性的选取

埃利亚斯就柏拉图关于同化于神的定义提出了三个探究问题,首先阐明了正义与虔敬的区别,其次结合灵魂三分说探讨了为何在四种德性中只提到了明智与正义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#1

Ἐπειδὴ μὴ ἠρκέσθη ὁ Πλάτων εἰπεῖν τὴν φιλοσοφίαν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ἀλλὰ καὶ τὸν τρόπον τῆς ὁμοιώσεως προσέθηκεν εἰπὼν ‘ὁμοίωσις δέ ἐστι δίκαιον καὶ ὅσιον γενέσθαι μετὰ φρονήσεως καὶ ταῦτα γινώσκειν’, φέρε τρία τινὰ ζητήσωμεν· πρῶτον μὲν διὰ τί προσέθηκε τῷ δικαίῳ τὸ ὅσιον, δεύτερον διὰ τί τεσσάρων οὐσῶν ἀρετῶν δύο μόνων ἐμνήσθη, δικαιοσύνης καὶ φρονήσεως, τρίτον διὰ τί εἶπε ‘καὶ ταῦτα γινώσκειν’. καὶ πρὸς μὲν τὸ πρῶτον, ἐν ᾧ ἐζητήσαμεν διὰ τί προσέθηκε τῷ δικαίῳ τὸ ὅσιον (φαίνεται γάρ, φασίν, ἐκ τούτου ἀδολεσχῶν ὁ Πλάτων καὶ τὰ αὐτὰ λέγων, ἐπεὶ μηδὲν διαφέρει τοῦ δικαίου τὸ ὅσιον), λεκτέον ὅτι οὐκ ἀδολεσχεῖ ὁ Πλάτων· πολὺ γὰρ τὸ διάφορον τούτων· δίκαιον μὲν γάρ ἐστι τὸ πρὸς ἀνθρώπους τὰ καθήκοντα πράττειν, ὅσιον δὲ τὸ πρὸς τὸ θεῖον τὰ πρέποντα διαπράττεσθαι, ὅθεν τοὺς περὶ τὰ ἱερὰ ἠσχολημένους ὁσίους καλοῦμεν· ἐπιτεταμένη γὰρ δικαιοσύνη ἡ ὁσιότης,1 διὸ καὶ ἡ ἐπιτεταμένη ἀδικία ἀνοσιότης λέγεται· τὸ γὰρ δίκαιον πρὸς τὰ ὅμοια λέγεται, οἷον πρὸς ἀνθρώπους, τὸ δὲ ὅσιον πρὸς τὰ κρείττω. τὸ οὖν δίκαιον ἢ πρὸς τὰ κρείττονα λέγεται καὶ ποιεῖ τὸ ὅσιον, ἢ πρὸς τὰ χείρω καὶ λέγεται κηδεμονικόν. τὴν δὲ διαφορὰν τοῦ δικαίου καὶ τοῦ ὁσίου οὐδὲ ὁ Πλάτων ἠγνόησεν· δύο γὰρ διαλόγους γράψας, Εὐθύφρονα καὶ Πολιτείαν, τὸν μὲν Εὐθύφρονα ἐπέγραψεν “Εὐθύφρων ἢ περὶ ὁσίου”, τὴν δὲ Πολιτείαν “Πολιτεία ἢ περὶ δικαίου”· ἡ γὰρ πολιτεία ἀνθρώπων ἐστί. καὶ καλῶς κλιμακηδὸν προῆλθεν ὁ λόγος· πρότερον γὰρ τὸ δίκαιον τοῦ ὁσίου· οὐδὲ γὰρ δυνατὸν εἶναί τινα ὅσιον μὴ γενόμενον δίκαιον, ὥσπερ οὐ δυνατὸν τὸν πρὸς ἀνθρώπους τὰ καθήκοντα μὴ πράττοντα πρὸς τὸ θεῖον ταῦτα ἐπιτηδεύειν. ἐν τούτοις οὖν ἡ λύσις τῆς πρώτης ζητήσεως. Δεύτερον κεφάλαιον. χρὴ ζητῆσαι διὰ τί τεσσάρων οὐσῶν ἀρετῶν δύο μόνων ἐμνήσθη. καὶ λέγομεν ὅτι τῶν δύο τῶν τιμιωτέρων μνησθεὶς καὶ τὰς ἄλλας περιέλαβε· τιμιώτεραι γὰρ αὗται τῶν ἄλλων, ὡς δείξομεν· τριῶν γὰρ ὄντων μορίων τῆς ψυχῆς, λογικοῦ, θυμικοῦ, ἐπιθυμητικοῦ, ἑκάστη τῶν ἄλλων ἑνὶ μορίῳ ἐποχεῖται (ἡ μὲν φρόνησις τῷ λόγῳ, ἡ δὲ ἀνδρία τῷ θυμῷ, καὶ ἡ σωφροσύνη τῇ ἐπιθυμίᾳ), ἡ δὲ δικαιοσύνη οὐκ ἠξίωσεν ἑνὶ μορίῳ ἐποχεῖσθαι τῆς ψυχῆς, ἀλλὰ διὰ τῆς τριμερείας πεφοίτηκεν· δικαιοσύνης γὰρ τὸ τὸν κατ’ ἀξίαν κόσμον ἐπάγειν τῷ κοσμουμένῳ· ὅταν γὰρ ἕκαστον ἰδιοπραγῇ κατὰ φύσιν ἔχον, οἷον ἵνα ὁ λόγος ἄρχῃ ὡς ὁ βασιλεύς,2 ὁ θυμὸς ἄρχῃ καὶ ἄρχηται (ἄρχῃ μὲν τῆς ἐπιθυμίας, ἄρχηται δὲ ὑπὸ τοῦ λόγου) ἀναλογῶν στρατιώταις, ἡ ἐπιθυμία ἄρχηται ἐοικυῖα δήμῳ, τότε ἐπιφαίνεται ἡ δικαιοσύνη ἁρμονία τις οὖσα τούτων. ὅτι δὲ δι’ ὅλης τῆς ψυχῆς πεφοίτηκεν ἡ δικαιοσύνη, δηλοῦσιν οἱ ἀδικούμενοι νεκροὺς ἑαυτοὺς καλοῦντες καὶ ἀνοσίους, ὡς τῆς οὐσίας αὐτῶν ἐστερημένης τοῦ δικαίου οἷον συνέχοντος αὐτὴν καὶ ζωοῦντος.3 διὸ καὶ ἀποροῦσί τινες ὅτι ‘εἰ ἡ δικαιοσύνη ἁρμονία ἐστὶ τῶν ἄλλων καὶ ἕπεται αὐταῖς, πῶς συναριθμεῖται αὐταῖς κοινὴ αὐτῶν οὖσα;

柏拉图既然不仅满足于说哲学是“在人可能范围内的同化于神”,而且还补充了同化的方式,说“而同化乃是怀着明智而成为正义和虔敬的,并且认识这些事物”,那么,来吧,让我们探讨三个问题:第一,他为何在正义者之外又加上了虔敬者;第二,既然有四种德性,他为何仅提到了正义与明智这两种;第三,他为何说“并且认识这些事物”。对于第一点,即我们在其中探讨他为何在正义者之外加上虔敬者的问题(因为人们说,由此看来柏拉图似乎是在说废话、重复同样的事,因为虔敬者与正义者毫无分别),应当指出柏拉图并非在说废话;因为二者之间有着巨大的差别。正义乃是对人行应行之事,而虔敬乃是对神圣事物做合宜之事,正因此我们才称从事祭祀事务的人为虔敬之人;因为虔敬乃是强化的正义,这也正是为何强化的不义被称为不敬。因为正义是针对同等者(例如对人)而言的,而虔敬则是针对更高者而言的。因此,正义要么针对更高者而言并构成虔敬,要么针对更低者而言并被称为庇护性的。对于正义与虔敬的差异,柏拉图本人也并非不知晓;因为他写了两篇对话录《欧梯弗罗》与《理想国》,将《欧梯弗罗》题名为《欧梯弗罗,或论虔敬》,将《理想国》题名为《理想国,或论正义》;因为国家乃是属于人的。并且这一论述循序渐进地展开也是极好的;因为正义先于虔敬;正如一个不对人行应行之事者不可能对神圣事物奉行这些事一样,任何未曾变得正义的人也不可能是虔敬的。因此,第一项探讨的解决方案就在这些论述之中。 第二章。必须探讨为何在有四种德性的情况下,他仅提到了两种。我们回答说,通过提及更为尊贵的这两种,他也包容了其余的德性;因为正如我们将指出的,这两种比其余的更为尊贵。灵魂有三个部分,即理知部分、激情部分和欲望部分,其余的每种德性都依托于单一的部分(明智依托于理性,勇敢依托于激情,节制依托于欲望),但正义却不屑于仅仅依托于灵魂的一个部分,而是贯穿了这三个部分。因为正义的职分在于将与其价值相称的秩序施加于受秩序调整者;因为当每个部分都依循自然而各司其职时——例如,理性如君王般进行统治,激情作为兵士的类比既统治又被统治(统治欲望,但被理性统治),欲望如平民般接受统治——那时正义便显现出来,成为这三者的一种和谐。而正义贯穿了整个灵魂,这一事实通过遭受不义之人称自己为死者与不敬者显明出来,就好像他们的本质被剥夺了维系它并赋予它生命的正义一样。正因如此,有些人又提出疑难说:“如果正义乃是其余诸德性的和谐并随顺它们,那么它既然是它们共通的,又如何能与它们并列计算呢?”

语法注3 条
  1. 8.0ἐπιτεταμένη γὰρ δικαιοσύνη ἡ ὁσιότης

    带有定冠词的 ἡ ὁσιότης 为主语,无冠词的名词短语 ἐπιτεταμένη δικαιοσύνη 为谓词。完成时被动分词 ἐπιτεταμένη 作形容词用,表示“被强化的”或“提升了的”。

  2. 8.0οἷον ἵνα ὁ λόγος ἄρχῃ ὡς ὁ βασιλεύς

    οἷον ἵνα 与虚拟式 ἄρχῃ 连用,引出一个举例说明性的从句,用于具体展开前文的一般条件(ὅταν γὰρ ἕκαστον ἰδιοπραγῇ κατὰ φύσιν ἔχον,“当每个部分都依循自然而各司其职时”)。

  3. 8.0οἷον συνέχοντος αὐτὴν καὶ ζωοῦντος

    οἷον 后面连接中性单数属格现在分词 συνέχοντος 与 ζωοῦντος,与前文的 τοῦ δικαίου(中性单数属格)一致,对其功能进行比喻性说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:18.2-19.7