- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:16.14-17.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯探讨了柏拉图《泰阿泰德篇》中哲学即“同化于神”的定义,阐明哲学家在善、能力与认知三个维度上如何效法神以及二者的本质差异,并化解了神与哲学家相似性的不对称难题。
’ ‘τίς δὲ φυγή;’ εἰπόντος τοῦ Θεοδώρου, τοῦ πρὸς ὃν ὁ λόγος, ἔφη ὁ Σωκράτης ‘ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ.’ ‘καὶ τίς ὁ τρόπος τῆς ὁμοιώσεως;’ εἰπόντος1 ἔφη ‘δίκαιον γενέσθαι καὶ ὅσιον μετὰ φρονήσεως καὶ ταῦτα γινώσκειν.’ ταῦτα μὲν οὖν ὁ Πλάτων. Ἀποροῦσι δέ τινες ὅτι ‘πῶς δύναται ὁ φιλόσοφος ὅμοιος τῷ θεῷ γενέσθαι;’ καὶ λέγομεν ὅτι ἐπειδὴ ἔχει τὰ χαρακτηρίζοντα τὸ θεῖον· οἱ γὰρ ποιηταὶ τρισσῶς τὸ θεῖον χαρακτηρίζουσι, τῷ ἀγαθῷ, τῷ δυνατῷ, τῷ γνωστικῷ, ὡς δηλοῖ τὸ θεοὶ δωτῆρες ἐάων, θεοὶ δέ τε πάντα δύνανται, θεοὶ δέ τε πάντα ἴσασιν. οὐκ ἀσφαλῶς δὲ ἐνταῦθα εἴρηται τὸ θεῖον πάντα δύνασθαι διὰ τὸ ἀδυναμεῖν περὶ τὸ κακοποιεῖν ὑπερβολῇ ἀγαθότητος· ὡς γὰρ τὸ πῦρ ψύχειν οὐ δύναται διὰ τὸ ἐν θερμότητι αὐτὸ οὐσιῶσθαι καὶ ἡ χιὼν θερμαίνειν οὐ δύναται διὰ τὸ ἐν ψυχρότητι αὐτὸ οὐσιῶσθαι, οὕτω καὶ τὸ θεῖον κακοποιεῖν οὐ δύναται διὰ τὸ ἐν ἀγαθότητι αὐτὸ οὐσιῶσθαι. οὕτω γοῦν καὶ ἐπὶ τῶν ἀνθρώπων ἔστιν ἰδεῖν ὅτι τινὲς ὄντες φύσει ἀγαθοί, κἂν εἰ ἐπιτηδεύσωσι κακοὶ γενέσθαι, οὐ δύνανται. δυνατὸν δὲ καὶ τὸ ὑπὸ τῶν ποιητῶν εἰρημένον εἶναι ἀληθές· τὸ γὰρ κακοποιεῖν οὐκ ἔστι δύναμις ἀλλ’ ἀδυναμία ἀγαθότητος, ὥσπερ καὶ αἱ συμβαίνουσαι ἀρρωστίαι ἐξ ἀδυναμίας τοῦ ὑγιαίνειν γίνονται. ἐπειδὴ δὲ ἄλλο τὸ ἐν τῷ θεῷ ἀγαθὸν καὶ δυνατὸν καὶ γνωστικὸν καὶ ἄλλο τὸ ἐν τῷ φιλοσόφῳ·2 τὸ μὲν γὰρ ἐν τῷ θεῷ ἀγαθὸν οὐκ ἄλλο παρ’ αὐτόν ἐστιν, ἀλλ’ αὐτοαγαθότης ἐστὶ τὸ μεθεκτὸν ἀγαθόν, τὸ δὲ ἐν τῷ φιλοσόφῳ ἀγαθὸν μεθεκτὸν καὶ ἄλλο παρ’ αὐτόν, ὡς λελευκωμένον ξύλον ἕτερον ὂν παρὰ τὸ λευκόν. ἀλλὰ καὶ τὸ δυνατὸν τοῦ θεοῦ ἕτερον· ὁ γὰρ θεὸς πάντα, ὅσα βούλεται, δύναται, ὁ φιλόσοφος δὲ οὐ πάντα, ὅσα βούλεται, δύναται· ἀληθὲς γὰρ οὔποτε φῦλον ὁμοῖον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων. ἀλλ’ οὐδὲ τὸ γνωστικὸν τοῦ θεοῦ καὶ τοῦ φιλοσόφου ὅμοιον· ὁ γὰρ θεὸς καὶ πάντα οἶδε καὶ ἅμα καὶ ἀεί, ὁ δὲ φιλόσοφος πάντα μὲν ἐπαγγέλλεται εἰδέναι, οὐχ ἅμα δέ, ἀλλ’ ἕκαστον ἰδίᾳ προχειρίζεται, καὶ οὐκ ἀεὶ αὐτὰ οἶδεν, ἀλλὰ ποτέ, ὡς δηλοῖ ὁ Πλάτων λέγων ὅτι ‘ἀγαπητὸν ὅτῳ κἂν ἐν γήρᾳ παρῇ σοφία καὶ φρόνησις’· διὰ τοῦτο πρόσκειται ‘κατὰ τὸ δυνατὸν ἀνθρώπῳ,’ ὅτι ὡς ἐνδέχεται ἄνθρωπον θεῷ ὁμοιωθῆναι, ὁ φιλόσοφος ὁμοιοῦται· δεῖ γὰρ αὐτὸν ἐν ἅπασι τὸν θεὸν μιμεῖσθαι, ἐν μὲν τῷ ἀγαθῷ, ἵνα προνοῇ καὶ αὐτὸς τῶν ἀτελεστέρων ψυχῶν (ὥσπερ ὁ Σωκράτης περιερχόμενος τὰ ἐργαστήρια καὶ ἐκλεγόμενος τὰς ἐπιτηδείας φύσεις πρὸς φιλοσοφίαν), ἐν δὲ τῷ δυνατῷ, ἵνα διὰ μηχανῆς τινος δυνηθῇ τὸ παντοδύναμον τοῦ θεοῦ πορίσασθαι, εἰ μόνα ἐκεῖνα βούλεται, ὅσα δύναται, καὶ μὴ ἀλλοκότων ὀρέγεται, οἷον ἵπτασθαι, ἐν δὲ τῷ γνωστικῷ, ἵνα πάντων ἐπίστηται τὰς αἰτίας. Ἐφ’ οἷς καὶ ἀποροῦσιν ὅτι ‘εἰ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, ἔσται καὶ ὁ θεὸς τῷ φιλοσόφῳ ὅμοιος, εἰ ὁ φιλόσοφος τῷ θεῷ, καὶ οὐδὲν πλέον ἕξει ὁ θεὸς ἡλικίᾳ τοῦ φιλοσόφου’.3 πρὸς ὃ λεκτέον ὅτι παραλογισμός ἐστι τὸ τοιοῦτο· καθ’ ἃ μὲν γὰρ ἐοίκασιν ἀλλήλοις, οὐδὲν διαφέρουσιν, κατ’ ἄλλα δὲ πολλὰ διαφέρουσιν· ὥσπερ ἡ εἰκὼν τοῦ Σωκράτους ὁμοία ἐστὶν αὐτῷ, διαφέρει δὲ ὁ Σωκράτης τῆς εἰκόνος, ὡς ἔμψυχον ἀψύχου, οὕτω καὶ ὁ θεὸς διαφέρει τοῦ φιλοσόφου ὡς ἔμψυχον ἀψύχου καὶ ὡς παράδειγμα ἀρχετύπου. ἢ καὶ ἄλλως· ὅτι ἡ μὲν εἰκὼν τῷ Σωκράτει λέγεται ὁμοία, ὁ δὲ Σωκράτης τῇ εἰκόνι οὐ λέγεται ὅμοιος ὡς ἀρχέτυπον, οὕτως καὶ ἐπὶ θεοῦ καὶ φιλοσόφου· ὁ μὲν φιλόσοφος λέγεται τῷ θεῷ ὅμοιος ὡς εἰκὼν ἀρχετύπῳ, ὁ δὲ θεὸς ἐπειδὴ ἀρχέτυπον τῷ φιλοσόφῳ ὡς εἰκόνι ἰδίᾳ οὐκ ἔστιν ὅμοιος. ἢ καὶ ἄλλως· ὅτι ὁ μὲν φιλόσοφος μετέχει τοῦ θεοῦ τῷ ἀγαθῷ καὶ δυνατῷ καὶ γνωστικῷ, μετέχεται δὲ ὁ θεὸς ὁμοίως ὑπὸ τοῦ φιλοσόφου τοῖς αὐτοῖς καὶ κατὰ τοῦτο λέγεται ὅμοιος.
“那么逃离又是怎样的?”对话的对方忒俄多洛说道,苏格拉底便说:“在人可能范围内的同化于神。”当[忒俄多洛]说“同化的方式又是怎样的?”,[苏格拉底]便说:“怀着明智而成为正义和虔敬的,并且认识这些事物。”柏拉图的话便到此为止。 有些人提出疑难说:“哲学家如何能够变得同于神?”我们回答说:因为他具有界定神圣事物的诸特征。因为诗人们从三个方面界定神圣事物:藉由善、藉由能力、藉由认知,正如“神灵,善物的施与者”、“神灵能够成就一切”、“神灵知晓一切”所表明的。但此处说神圣事物能够成就一切并不稳妥,因为神圣事物由于过剩的善性而在行恶上是无能为力的。因为正如火因其本质在热之中而不能冷却,雪因其本质在冷之中而不能加热,同样神圣事物也因其本质在善之中而不能行恶。无论如何,在人身上也可以看到,有些人天生善良,即便他们故意尝试为恶,也是做不到的。但诗人们所说的话同样可能是真的;因为行恶并非一种能力,而是善性的无能,正如发生的疾病乃是源自维持健康的无能一样。 然而,在神之中的善、能力与认知,与在哲学家之中的善、能力与认知是不同的。因为在神之中的善并非神之外的任何他物,而是作为可分有之善的自性善本身,而在哲学家之中的善则是被分有的、且是他之外的他物,正如涂白了的木材是与白色不同的他物。此外,神的能力也是不同的;因为神能够成就他所意愿的一切事物,而哲学家不能成就他所意愿的一切事物;因为“不死的诸神与在大地上行走的人类的族类绝不可能相同”确实是真的。而且神与哲学者的认知也并不相同;因为神同时且永恒地知晓一切事物,而哲学家固然宣称知晓一切事物,却不是同时知晓,而是一件一件单独处理,并且也不是永恒地知晓它们,而是在某个时刻知晓,正如柏拉图所说:“即便在老年能获得智慧与明智之人,也是令人庆幸的”。正因如此,才加上了“在人可能范围内”,因为按照人可能同化于神的方式,哲学家得到了同化。因为他必须在一切方面效法神:在善方面,为了他自身也眷顾那些较为不完满的灵魂(正如苏格拉底走访工场,挑选适于哲学的苗子);在能力方面,为了他能通过某种机巧获得神的万能,只要他仅意愿那些自己能够做到的事,而不去渴望飞翔之类奇异荒唐之事;在认知方面,为了他能通晓一切事物的起因。 针对这些,人们还提出疑难说:“如果相似之物与相似之物相似,那么既然哲学家与神相似,神也将与哲学家相似,而在尊位上神将不会比哲学家有任何更多之处”。对此应当指出,这类论证乃是一种谬误推理。因为在他们彼此相似的方面,他们毫无分别,但在许多其他方面他们却截然不同;正如苏格拉底的画像与他相似,但苏格拉底与画像有别,如同有生命者与无生命者有别,神与哲学家也有别,如同有生命者与无生命者有别,如同范型之于原型。或者换一种说法:画像被称为与苏格拉底相似,但苏格拉底作为原型并不被称为与画像相似;神与哲学家的关系亦是如此:哲学家作为画像被称为与作为原型的神相似,但神既然是原型,便不与作为其自身画像的哲学家相似。或者换一种说法:哲学家藉由善、能力与认知分有神,而神同样藉由这些相同的事物被哲学家所分有,并依此被称为相似。
- 7.0‘καὶ τίς ὁ τρόπος τῆς ὁμοιώσεως;’ εἰπόντος
在此独立属格结构中省略了逻辑主语,须根据上文语境补出对话对方忒俄多洛(τοῦ Θεοδώρου)。
- 7.0ἐπειδὴ δὲ ἄλλο τὸ ἐν τῷ θεῷ ἀγαθὸν καὶ δυνατὸν καὶ γνωστικὸν καὶ ἄλλο τὸ ἐν τῷ φιλοσόφῳ·
由从属连词 ἐπειδὴ δέ 引导的从句因后文接着展开具体的对比阐述(τὸ μὲν γὰρ...)而构成破格语法(anacoluthon)或省略系动词的结构,在功能上作为引出后文论述的主题句。
- 7.0οὐδὲν πλέον ἕξει ὁ θεὸς ἡλικίᾳ τοῦ φιλοσόφου
ἡλικίᾳ 为关系与格(限制与格)。该词字面意为“年龄”,在此处用作习语,表示在神人本体等级上的“地位”“威严”或“长序”,与比较属格 τοῦ φιλοσόφου 连用。
