- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:14.15-16.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯借助筵席散去的譬喻介绍了斯多亚派将自杀辩护为“合乎理性的离世”的五种理由,论述了普罗提诺对这五种理由的否定,随后引入了源自《泰阿泰德篇》将哲学定义为“同化于神”的论述。
Οὐ μόνος ὁ Κλεόμβροτος, ἀλλὰ καὶ οἱ Στωϊκοὶ φιλόσοφοι οἷον Κλεόμβροτοί τινες ὄντες τὴν φιλοσοφίαν ὑπέλαβον μελέτην εἶναι τοῦ φυσικοῦ θανάτου. διὸ καὶ πέντε τρόπους εὐλόγου ἐξαγωγῆς ἔγραψαν· ἔοικε γάρ, φασίν, ὁ βίος μακρῷ συμποσίῳ, ἐν ᾧ δοκεῖ εὐωχεῖσθαι ἡ ψυχή, καὶ παρ’ ὅσους τρόπους λύεται τὸ συμπόσιον, παρὰ τοσούτους τρόπους γίνονται καὶ αἱ εὔλογοι ἐξαγωγαί· λύεται γὰρ τὸ συμπόσιον κατὰ πέντε τρόπους· ἢ διὰ χρείαν μεγάλην ἄφνω καταλαβοῦσαν οἷον παρουσίαν φίλου διὰ χρόνου (ὑπὸ χαρᾶς γὰρ ἀνίστανται οἱ φίλοι καὶ λύεται τὸ συμπόσιον), ἢ διὰ τοὺς ἐπεισκωμάζοντας καὶ αἰσχρορρημονοῦντας λύεται ὁμοίως τὸ συμπόσιον, ἢ διὰ τὸ νεκρὰ καὶ νοσώδη εἶναι τὰ παρατιθέμενα ἢ διὰ σπάνιν ἐδεσμάτων ἢ διὰ μέθην λύεται τὸ συμπόσιον. κατὰ τοὺς αὐτοὺς οὖν πέντε τρόπους γίνονται καὶ εὔλογοι ἐξαγωγαί· ἢ διὰ χρείαν μεγάλην καταλαβοῦσαν, ὡς προσέταξεν ἡ Πυθία τινὶ ἀποσφάξαι ἑαυτὸν ὑπὲρ τῆς ἰδίας πόλεως, φθορᾶς τῇ πόλει ἐπικειμένης, ὅπερ πεποίηκεν ὁ Μενοικεὺς ἀποσφάξας ἑαυτὸν ὑπὲρ τῆς ἰδίας πατρίδος καὶ σώσας αὐτήν. ἢ διὰ τοὺς ἐπεισκωμάζοντας τυράννους καὶ ἀναγκάζοντας ἡμᾶς ἢ πράττειν αἰσχρὰ ἢ λέγειν τὰ ἀπόρρητα· οὕτω γοῦν Πυθαγόρειον γύναιον ὑπὸ τυράννου ὀρχήσασθαι τὰ ἀπόρρητα,1 τοῦτ’ ἔστι τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν οὐκ ἐσθίουσι κυάμους (ἦν γὰρ παρ’ αὐτοῖς τὸ ἶσόν τοι κυάμους φαγέειν κεφαλάς τε τοκήων), ἔφη ‘φάγοιμι ἂν ἢ εἴποιμι,’ τοῦ δὲ φαγεῖν ἀναγκάζοντος πάλιν εἶπεν ‘εἴποιμι ἂν ἢ φάγοιμι.’ τέλος οὖν ἀναγκαζομένη δυοῖν θάτερον πρᾶξαι, ἢ φαγεῖν ἢ εἰπεῖν, μασησαμένη τὴν ἑαυτῆς γλῶτταν ἀπέτεμεν ὡς ὄργανον διαλέκτου καὶ γεύσεως, καὶ ἐντεῦθεν αἰκιζομένη μετήλλαξε τὸν βίον. ἢ διὰ μακρὰν νόσον κωλύουσαν ἐπὶ πολὺ ὀργάνῳ χρῆσθαι τὴν ψυχὴν τῷ σώματι εὐλόγως δεῖ ἐξάγειν αὑτήν· διὸ καὶ ὁ Πλάτων οὐκ ἀποδέχεται τὸ διαιτητικὸν τῆς ἰατρικῆς ὡς παιδαγωγοῦν τὰ νοσήματα καὶ ποιοῦν ἐγχρονίζειν, ἀλλ’ ἀποδέχεται τὸ χειρουργικὸν καὶ φαρμακευτικόν, ᾧ ἐχρῆτο Ἀρχιγένης ὁ στρατόπεδον θεραπεύων. φησὶ δὲ καὶ Σοφοκλῆς οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι τραύματι. ἢ διὰ πενίαν· καὶ καλῶς φησιν ὁ Θέογνις χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων. ἢ διὰ λῆρον· ὥσπερ γὰρ ἐκεῖ ἡ μέθη ἔλυε τὸ συμπόσιον, οὕτως κἀνταῦθα εὐλόγως ἔστι τινὰ ἐξαγαγεῖν ἑαυτὸν διὰ λῆρον· οὐδὲν γάρ ἐστι λῆρος, εἰ μὴ φυσικὴ μέθη, καὶ οὐδέν ἐστι μέθη, εἰ μὴ προαιρετικὸς λῆρος. καὶ ταῦτα μὲν περὶ τούτου. Ὁ μέντοι Πλωτῖνος περὶ εὐλόγου ἐξαγωγῆς γράφει μονόβιβλον καὶ οὐδένα τῶν πέντε τρόπων τούτων ἀποδέχεται· φησὶ γὰρ ὅτι ὥσπερ ὁ θεὸς οὐκ ἀφίσταται ἡμῶν προνοούμενος, ἀλλ’ ἡμεῖς ἑαυτοὺς ποιοῦμεν ἀνεπιτηδείους καὶ νομίζομεν τὸν θεὸν πόρρω εἶναι ἀφ’ ἡμῶν ἀεὶ παρόντα πᾶσιν ἐπίσης, ὡς δηλοῦσιν οἱ καθαροὶ τὸν βίον, αὐτόπται τοῦ θείου καὶ συνομιληταὶ γινόμενοι· ὥσπερ καὶ ὁ ἥλιος χορηγεῖ ἐπίσης τὸ φῶς, ἀλλ’ αἱ νυκτερίδες ἀνεπιτήδειοι οὖσαι ἀποφεύγουσιν αὐτὸν καὶ οὐ φωτίζονται ἐξ αὐτοῦ, ἀλλὰ σκότος αὐτὸν νομίζουσιν εἶναι πηγὴν φωτὸς ὑπάρχοντα· οὕτως δεῖ καὶ τὸν φιλόσοφον μιμούμενον θεὸν καὶ ἥλιον μὴ ἀμελεῖν πάντῃ τοῦ σώματος δι’ ἐπιμέλειαν τῆς ψυχῆς, ἀλλὰ τὴν προσήκουσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν, ἕως οὗ ἐκεῖνο ἀνεπιτήδειον γενόμενον διαστήσοι ἑαυτὸ τῆς πρὸς τὸ σῶμα κοινωνίας·2 ἄτοπον γὰρ τὸ πρὸ καιροῦ ἐξάγειν ἑαυτόν, πρὸ οὗ λύσῃ ὁ δήσας. δηλοῦσι δὲ καὶ οἱ Ῥωμαίων νόμοι, μὴ πρότερον ταφῇ παραδιδόντες τὰ τῶν ἐξαγαγόντων ἑαυτοὺς σώματα, πρὶν ἄν αἰκίσωνται κατὰ τῶν ποδῶν, ἢ καὶ ἔστιν εἰπεῖν ἐπ’ αὐτῶν τὸ ῥηθὲν ὑπὸ τοῦ ποιητοῦ ἐπὶ τῷ σώματι τοῦ Ἕκτορος κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. καὶ ταῦτα μὲν περὶ τούτου. Ἄλλος ὁρισμὸς τῆς φιλοσοφίας ἐκ τοῦ πόρρω αὐτῆς τέλους λαμβανόμενος ὁ λέγων αὐτὴν ‘ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’· ἐν γὰρ τῷ Θεαιτήτῳ τῷ διαλόγῳ πρός τινα Θεόδωρον Κυρηναῖον γεωμέτρην εἰσάγει τὸν Σωκράτη τὸν ἑαυτοῦ διδάσκαλον ὁ Πλάτων διαλεγόμενον. ἔχει δὲ ἡ ῥῆσις οὕτω· ‘ἀλλ’ ἐπεὶ τὰ κακά, ὦ Θεόδωρε, ἐνθάδε καὶ τόνδε τὸν βίον περιπολεῖ, φευκτέον ἐνθένδε.
不仅克莱翁布罗托如此,斯多亚派哲学家们也仿佛是某种克莱翁布罗托,认为哲学乃是对自然死亡的操练。因此,他们也记述了五种“合乎理性的离世”方式;因为他们说,生命犹如一场灵魂在其中仿佛享受盛宴的漫长筵席,筵席以多少种方式散去,合乎理性的离世也就以多少种方式发生。筵席乃是依照五种方式散去的:或者是因为突如其来的重大需要,例如久别友人的到来(因为友人因喜悦而起立,筵席遂告散去);或者是因为闯入宴席并口出污言秽语之人,筵席同样告散;或者是因为端上来的菜肴腐败且致病;或者是因为食物匮乏;或者是因为泥醉,筵席遂告散去。因此,合乎理性的离世也依照同样的五种方式发生:或者是因为临头的重大需要,正如皮提亚曾命令某人为了自己的城邦而自刎,当时毁灭正逼近城邦,而墨诺叩斯便自刎以救自己的祖国,从而挽救了它;或者是因为闯入的僭主强迫我们要么行下流之事,要么吐露秘义——无论如何,曾有一位毕达哥拉斯派妇女被僭主[强迫]泄露秘义,也就是说明他们为何不吃豆子的原因(因为在他们看来,吃豆子就等同于吃父母的头颅),她说“我宁可吃也不愿说”,而当对方强迫她吃时,她又说“我宁可说也不愿吃”;最终,她被强迫在两者中择一而行,要么吃要么说,她便嚼烂自己的舌头并将其咬断,视其为言语和味觉的器官,随后在遭受酷刑中离开了人世;或者是因为长期的疾病阻碍灵魂长期将身体用作工具,人应当合乎理性地离开。因此柏拉图也不接受医学中的食疗部分,认为它滋养疾病并使之拖延,而是接受外科学和药物学部分,这也是阿基根尼斯在军队中行医时所采用的;索福克勒斯也说:“面对需要切开的伤口而吟诵咒文哀叹,绝非明智医者之举”。或者是因为贫困;正如忒俄格尼斯所妙述的:“逃避贫困者,库耳诺斯啊,必须将自己投入孕育巨兽的大海,并从峻峭的岩壁坠下”。或者是因为衰颓;因为正如在那边是泥醉解散了筵席,在此同样可以因衰颓而合乎理性地离开;因为衰颓无非是自然的泥醉,而泥醉无非是抉择的衰颓。关于此事便谈到这里。 然而普罗提诺写了一卷《论合乎理性的离世》,并且不接受这五种方式中的任何一种;因为他说,正如神在眷顾中并未远离我们,而是我们使自身变得不适宜,并以为始终平等现前于一切事物的神离我们很遥远——正如那些在生活中纯洁无瑕之人所表明的,他们成为了神圣事物的目击者与交谈者;又正如太阳平等地提供光明,但蝙蝠因自身不适宜而躲避太阳,无法被其照亮,反而将本是光明泉源的太阳视为黑暗;同样,哲学家效法神与太阳,也不应当因关照灵魂而完全忽视身体,而是应当对身体施以应有的眷顾,直到它变得不适宜并将自身从与身体的结合中分离出来。因为在捆绑者解开它之前、在时机成熟之前自行离世是荒谬的。罗马人的法律也表明了这一点,不将自绝之人的遗体交予埋葬,除非先将其脚部予以侮辱残损;或者也可以对他们引用诗人针对赫克托耳遗体所说的话:“因为他怒气冲冲,凌辱无声的泥土”。关于此事便谈到这里。 哲学的另一个从其终极目的得来的定义,是称其为“在人可能范围内的同化于神”;因为在《泰阿泰德篇》这篇对话中,柏拉图引入了他的老师苏格拉底与某位昔兰尼几何学家忒俄多洛交谈。那段话是这样的:“但是忒俄多洛啊,既然邪恶在此处并在这个生命中游荡,就必须从此处逃离”。
- 7.0οὕτω γοῦν Πυθαγόρειον γύναιον ὑπὸ τυράννου ὀρχήσασθαι τὰ ἀπόρρητα
在句法上,此处存在支配动词(如被强迫)的省略,或是不定式结构的破格(anacoluthon)。结合下文的ἀναγκαζομένη,此处被理解为该妇女受僭主强迫吐露秘义。此外,ὀρχήσασθαι(词条脱去气息符号)搭配τὰ ἀπόρρητα构成习语,字面义为“跳出(秘仪)”,引申为“泄露、亵渎秘密”(参看ἐξορχέομαι),紧随其后的τοῦτ’ ἔστι τὴν αἰτίαν εἰπεῖν(即“说明原因”)即是对此的解释。
- 7.0ἕως οὗ ἐκεῖνο ἀνεπιτήδειον γενόμενον διαστήσοι ἑαυτὸ τῆς πρὸς τὸ σῶμα κοινωνίας
时间连词ἕως οὗ后接将来希求法διαστήσοι。中性代词ἐκεῖνο在语法上指代前文的τὸ σῶμα(“直到身体变得不适宜并将自身从结合中分离”),或者从概念上指身体功能衰竭导致身心结合自然瓦解的时间终点。全语种在此均将其理解为表自然解离终点的时间从句。
